Θουκυδίδης Ἀθηναῖος ξυνέγραψε τὸν πόλεµον τῶν Πελοποννησίων καὶ
Ἀθηναίων, ὡς ἐπολέµησαν πρὸς ἀλλήλους, ἀρξάµενος εὐθὺς καθισταµένου καὶ
ἐλπίσας µέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενηµένων,
τεκµαιρόµενος ὅτι ἀκµάζοντές τε ᾖσαν ἐς αὐτὸν ἀµφότεροι παρασκευῇ τῇ πάσῃ καὶ
τὸ ἄλλο Ἑλληνικὸν ὁρῶν ξυνιστάµενον πρὸς ἑκατέρους, τὸ µὲν εὐθύς, τὸ δὲ καὶ
διανοούµενον.κίνησις γὰρ αὕτη µεγίστη δὴ τοῖς Ἕλλησιν ἐγένετο καὶ µέρει τινὶ τῶν βαρβάρων,
ὡς δὲ εἰπεῖν καὶ ἐπὶ πλεῖστον ἀνθρώπων. τὰ γὰρ πρὸ αὐτῶν καὶ τὰ ἔτι
παλαίτερα σαφῶς µὲν εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατα ἦν, ἐκ δὲ τεκµηρίων ὧν
ἐπὶ µακρότατον σκοποῦντί µοι πιστεῦσαι ξυµβαίνει οὐ µεγάλα νοµίζω γενέσθαι
οὔτε κατὰ τοὺς πολέµους οὔτε ἐς τὰ ἄλλα.
la traduzione la trovi sul nostro sito cliccando
/versioni-tucidide/lo-storico-al-lavoro-prove-e-previsioni.html