È presa dal testo '' I GRECI E NOI'', pagina 183, numero 41.
Οἱ δὲ τὴν χώραν περιεσκόπουν, ἀκριβῶς τε εἰ εἰργασμένην καὶ κατασκευὰς μεγάλας ἔχουσαν. Εἶδον δὲ καὶ τὴν πόλιν εἰσελθόντες, ὅση τε τὴν δύναμιν ἦν, καὶ πλῆτος, ὅσον ηὔξητο ἐκ τῆς οὐ πρὸ πολλοῦ κατὰ Σκιπίωνα διαφθορᾶς . Ἐπανελθόντες τε ἐς Ῥώμην ἔφραζον οὐ ζήλου μᾶλλον ἢ φόβου γέμειν αὐτοῖς τὰ Καρχηδονίων, πόλεως δυσμενοῖς τοσῆσδε καὶ γείτονος εὐχερῶς οὕτως αὐξανομένης . Καὶ ὁ Κάτων μάλιστα ἔλεγεν οὔ ποτε Ῥωμαίοις βέβαιον οὐδὲ τὴν ἐλευθερίαν ἔσεσθαι, πρὶν ἐξελεῖν Καρχηδόνα. Ὧν ἡ βουλὴ πυνθανομένη ἔκρινε μὲν πολεμεῖν, ἔτι δ'ἔχρῃζε προφάσεων, καὶ τὴν κρίσιν ἀπόρρητον εἶχον. Κάτωνα δ' ἐξ ἐκείνου φασὶν ἐν τῇ βουλῇ συνεχεῖ γνώμῃ λέγειν, Καρχηδόνα μὴ εἶναι, Σκιπίωνα δὲ τὸν Νασικᾶν τὰ ἐναντία ἀξιοῦν, Καρχηδόνα ἐᾶν.
[Appiano]
Grazie!