NON L'ABBIAMO MAI TRADOTTA la segnalo al tutor
per quando ti serve?
Εὖ δ' ἴστε, ὦ Ἀθηναῖοι, ὅτι πλεῖστον διαφέρει φήμη καὶ συκοφαντία. Φήμη μὲν γὰρ οὐ κοινωνεῖ διαβολῇ, διαβολὴ δὲ ἀδελφόν ἐστι συκοφαντίᾳ. Διοριῶ δ' αὐτῶν ἑκάτερον σαφῶς. Φήμη μέν ἐστιν, ὅταν τὸ πλῆθος τῶν πολιτῶν αὐτόματον ἐκ μηδεμιᾶς προφάσεως λέγῃ τινὰ ὡς γεγενημένην πρᾶξιν: συκοφαντία δ' ἐστίν, ὅταν πρὸς τοὺς πολλοὺς εἷς ἀνὴρ αἰτίαν ἐμβαλών, ἔν τε ταῖς ἐκκλησίαις ἁπάσαις πρός τε τὴν βουλὴν διαβάλλῃ τινά. Καὶ τῇ μὲν φήμῃ δημοσίᾳ θύομεν ὡς θεῷ, τῶν δὲ συκοφαντῶν ὡς κακούργων δημοσίᾳ προβολὰς ποιούμεθα. Μὴ οὖν σύναγε εἰς ταὐτὸν τὰ κάλλιστα τοῖς αἰσχίστοις.