ho solo questo pezzo
Ὁπότε ὁ Φίλιππος ἐλέγετο ἤδη ἐπελαύνειν, οἱ Κορίνθιοι πάντες ἐταράττοντο καὶ ἐν ἔργῳ ἦσαν, ὁ μὲν ὅπλα ἐπισκευάζων, ὁ δὲ λίθους παραφέρων, ὁ δὲ ὑποικοδομῶν τοῦ τείχους, ὁ δὲ ἔπαλξιν ὑποστηρίζων, ὁ δὲ ἄλλος ἄλλο τι τῶν χρησίμων ὑπουργῶν Ὁ δὴ Διογένης ὁρῶν ταῦτα, ἐπεὶ μηδὲν ὅτι καὶ πράττοι εἶχεν (οὐδεὶς γὰρ αὐτῷ εἰς οὐδὲν ἐχρῆτο), σπουδῇ μάλα καὶ αὐτὸς ἐκύλιε τὸν πίθον, ἐν ᾧ ἐτύγχανεν οικῶν, ἄνω καὶ κάτω τοῦ Κρανείου. Καὶ τινος τῶν συνήθων ἐρομένου· 'Τὶ ταῦτα ποιεῖς, ὦ Διόγενες;', 'Κυλίω' ἔλεγε 'κἀγὼ τὸν πίθον, ὡς μὴ μόνος ἀργεῖν δοκοίην ἐν τοσύτοις ἐργαζομένοις