[code]Ἑρμοκράτης ὁ Συρακοσίων στρατηγός, οὗτος ὁ νικήσας Ἀθηναίους, εἶχε θυγατέρα Καλλιρόην τοὔνομα, θαυμαστόν τι χρῆμα παρθένου καὶ ἄγαλμα τῆς ὅλης Σικελίας. ἦν γὰρ τὸ κάλλος οὐκ ἀνθρώπινον ἀλλὰ θεῖον, οὐδὲ Νηρηΐδος ἢ Νύμφης τῶν ὀρειῶν ἀλλ´ αὐτῆς Ἀφροδίτης Παρθένου. φήμη δὲ τοῦ παραδόξου θεάματος πανταχοῦ διέτρεχε καὶ μνηστῆρες κατέρρεον εἰς Συρακούσας, δυνάσται τε καὶ παῖδες τυράννων, οὐκ ἐκ Σικελίας μόνον, ἀλλὰ καὶ ἐξ Ἰταλίας καὶ Ἠ̣πείρου καὶ ἐθνῶν τῶν ἐν ἠπείρῳ. ὁ δὲ Ἔρως ζεῦγο̣ς ἴδιον ἠθέλησε συμπλέξαι. Χαιρέας γάρ τις ἦν μειράκιον εὔμορφον, πάντων ὑπερέχον, οἷον Ἀχιλλέα καὶ Νιρέα καὶ Ἱππόλυτον καὶ Ἀλκιβιάδην πλάσται τεκαὶγραφεῖς ἀποδεικνύουσι, πατρὸς Ἀρίστωνος τὰ δεύτερα ἐν Συρακούςαις μετὰ Ἑρμοκράτην φερομένου. καίτις ἦν ἐν αὐτοῖς πολιτικὸς φθόνος ὥστε θᾶττον ἂν πᾶσιν ἢ ἀλλήλοις ἐκήδευσαν. φιλόνεικος δέ ἐστιν ὁ Ἔρως καὶ χαίρειτοῖς παραδόξοις κατορθώμασιν· ἐζήτησε δὲ τοιόνδε τὸν καιρόν. Ἀφροδίτης ἑορτὴ δημοτελής, καὶ πᾶσαι σχεδὸν αἱ γυναῖκες ἀπῆλθον εἰς τὸν νεών. τέως δὲ μὴ προϊοῦσαν τὴν Καλλιρό̣ην προήγαγεν ἡ μήτηρ, τοῦ πατρὸς κελεύσαντος προσκυνῆσαι τὴν θεόν τότε δὲ Χαιρέας ἀπὸ τῶν γ̣υμνασίων ἐβάδιζ̣εν οἴκαδε στίλβων ὥσπερ ἀστήρ· ἐπήνθει γὰρ αὐτοῦ τῷ λαμπρῷ τοῦ προσώπου τὸ ἐρύθηματῆς παλαίστρας ὥσπερ ἀργύρῳ χρυσός. ἐκ τύχης οὖν περί τινα καμπὴν στενοτέραν συναντῶντες περιέπεσον ἀλλήλοις, τοῦ θεοῦ πολιτευσαμένου τήνδε τὴν συνοδίαν ἵνα ἑκάτερος τῷ ἑ̣τέ̣ρῳ ὀ̣φ̣θῇ̣. ταχέως οὖν πάθος ἐρωτικὸν ἀντέδωκαν ἀλλήλοις - - - το̣ῦ κάλλο̣υ̣ς τῇ εὐγενείᾳ συνελθόντο̣ς.[/code]
la traduzione sul nostro sito clicca
/versione-greco/lincontro-di-cherea-e-calliroe.html