x i non registrati la traduzione è visibile sul nostro sito cliccando
/versione-plutarco/moralita-degli-antichi-spartani.htmlΤοσαύτη δ´ ἦν κατ´ ἐκείνους τοὺς χρόνους σωφροσύνη τῶν γυναικῶν καὶ τοσοῦτον ἀπεῖχε τῆς ὕστερον περὶ αὐτὰς εὐχερείας, ὡς πρότερον ἄπιστον εἶναι τὸ τῆς μοιχείας παρ´ αὐταῖς. Καὶ λόγος ἀπομνημονεύεται Γεραδάτα τινὸς Σπαρτιάτου τῶν σφόδρα παλαιῶν, ὃς ἐρωτηθεὶς ὑπὸ ξένου, τί πάσχουσιν οἱ μοιχοὶ παρ´ αὐτοῖς (οὐδὲν γὰρ ὁρᾶν περὶ τούτου νενομοθετημένον ὑπὸ Λυκούργου), εἶπεν « Οὐδείς, ὦ ξένε, γίνεται μοιχὸς παρ´ ἡμῖν. » Ἐκείνου δὲ ὑπολαβόντος « Ἂν οὖν γένηται; » « Ταῦρον » ἔφη ὁ Γεραδάτας« ἐκτίνει μέγαν, ὃς ὑπερκύψας τὸ Ταΰγετον ἀπὸ τοῦ Εὐρώτα πίεται. » Θαυμάσαντος δ´ ἐκείνου καὶ φήσαντος « Πῶς δ´ ἂν γένοιτο βοῦς τηλικοῦτος; » γελάσας ὁ Γεραδάτας « Πῶς γὰρ ἄν » ἔφη « μοιχὸς ἐν Σπάρτῃ γένοιτο, ἐν ᾗ πλοῦτος μὲν καὶ τρυφὴ καὶ καλλωπισμὸς ἀτιμάζονται,