da this is me » 28 mag 2011, 10:00
Potete tradurmi questa versione please??
Libro: GRECO Terza Edizione Esercizi 2 di Campanini e Scaglietti
Pag 230 n. 107
IMITA LE VITRU' DI TUO PADRE
Τὰς τοῦ πατρὸς ἀυαμνησθείς, οἰκεῖον καὶ καλὸν ἔξεις παράδειγμα τοῦ καλῶς ζῆν. Οῦ γὰρ ὸλιγωρῶν τῆς ἀρετῆς οὺδὲ ῥᾳθυμῶν διετέλεσε τὸν βίον, ἀλλὰ τὸ μὲν σῶμα τοῖς πόνοις ἐγύμναζεν, τῇ δὲ ψυχῇ τοὺς κινδὺνους ὑπέμενεν. Οὺδὲ τὸν πλοῦτον παρακαίρως ἠγάπα, ἀλλ' ἀπέλαυε μὲν τῶν παρόντων ἀγαθων ὡς θνητός, ἐπεμελεῖτο δὲ τῶν ὑπαρχόντων ὡς ἀθάνατος. Οὺδὲ ταπεινῶς διῷκει τὸν αὑτοῦ βίον, ἀλλὰ φιλόκαλος ἦν καὶ μεγαλοπρεπὴς καὶ τοῖς φίλοις κοινός, καὶ μᾶλλον ἐθαύμαζεν τοὺς περὶ ἀυτὸν σπουδάζοντας ἢ τοὺς τῷ γένει προσήκοντας: ἡγεῖτο γὰρ εἶναι πρὸς ἑταιρείαν πολλῷ κρείττω φύσιν νόμου καὶ τρόπον γένους καὶ προαίρεσιν ἀνάγκης. Ἐπιλίποι δ' ἂν ἡμᾶς ὁ πᾶς χρόνος, εἰ πάσας τὰς ἐκείνου πράξεις καταριθμησαίμεθα. Ἡγοῦ δὲ μηδενὶ τῶν ἀθλητῶν οὕτω προσήκειν ἐπὶ τοὺς ἀνταγωνιστὰς ἀσκεῖν, ῶς σοὶ σκοπεῖν, ὅπως ἐνάμιλλος γενήσῃ τοῖς τοῦ πατρὸς ἐπιτηδεύμασιν. (Isocrate)
GRAZIE IN ANTICIPO!