LA SEGNALO AL TUTOR PER LA TRADUZIONE
Ἐλθὼν δὲ ἐμπόρους τε πάντας ἐξήλαυνε καὶ ἑταίρας καὶ μάντεις καὶ θύτας, οἷς διὰ τὰς δυσπραξίας οἱ στρατιῶται περιδεεῖς γεγονότες ἐχρῶντο συνεχῶς· ἔς τε τὸ μέλλον ἀπεῖπε μηδὲν ἐσφέρεσθαι τῶν περισσῶν, μηδὲ ἱερεῖον ἐς μαντείαν πεποιημένον. ἐκέλευσε δὲ καὶ τὰς ἁμάξας καὶ τὰ περισσὰ τῶν ἐς αὐτὰς τιθεμένων καὶ τὰ ὑποζύγια, χωρὶς ὧν αὐτὸς ὑπελείπετο, πραθῆναι. καὶ σκεῦος οὐκ ἐξῆν ἐς δίαιταν ἔχειν οὐδενὶ πλὴν ὀβελοῦ καὶ χύτρας χαλκῆς καὶ ἐκπώματός ἑνός. τά τε σιτία αὐτοῖς ὥριστο κρέα ζεστὰ καὶ ὀπτὰ εἶναι. κλίνας τε ἀπεῖπεν ἔχειν, καὶ πρῶτος ἐπὶ στιβάδων ἀνεπαύετο. ἀπεῖπε δὲ καὶ ὁδεύοντας ἡμιόνοις ἐπικαθέζεσθαι· τί γὰρ ἐν πολέμῳ προσδοκᾶν ἔφη παρ’ ἀνδρὸς οὐδὲ βαδίζειν δυναμένου; κἀν τοῖς ἀλείμμασι καὶ λουτροῖς ἑαυτοὺς ἤλειφον, ἐπισκώπτοντος τοῦ Σκιπίωνος ὡς αἱ ἡμίονοι χεῖρας οὐκ ἔχουσαι χρῄζουσι τριβόντων. οὕτω μὲν αὐτοὺς ἐς σωφροσύνην μετέβαλλεν ἀθρόως, εἴθιζε δὲ καὶ ἐς αἰδῶ καὶ φόβον, δυσπρόσιτος ὢν καὶ δυσχερὴς ἐς τὰς χάριτας, καὶ μάλιστα τὰς παρανόμους.