Versioni greco

Messaggioda stuurm » 23 giu 2011, 17:23

OK Giada per la risposta di prima; ti trovi forse queste?
Sarebbe bello davvero!

Senof.SOCRATE DEFINISCE CHE COSA SIA L'INVIDIA

Φθόνον δὲ σκοπῶν, ὅ τι εἴη, λύπην μέν τινα ἐξηύρισκεν αὐτὸν ὄντα, οὔτε μέντοι τὴν ἐπὶ φίλων ἀτυχίαις οὔτε τὴν ἐπ᾽ ἐχθρῶν εὐτυχίαις γιγνομένην, ἀλλὰ μόνους ἔφη φθονεῖν τοὺς ἐπὶ ταῖς τῶν φίλων εὐπραξίαις ἀνιωμένους. θαυμαζόντων δέ τινων εἴ τις φιλῶν τινα ἐπὶ τῆι εὐπραξίαι αὐτοῦ λυποῖτο, ὑπεμίμνηισκεν ὅτι πολλοὶ οὕτω πρός τινας ἔχουσιν, ὥστε κακῶς μὲν πράττοντας μὴ δύνασθαι περιορᾶν, ἀλλὰ βοηθεῖν ἀτυχοῦσιν, εὐτυχούντων δὲ λυπεῖσθαι. τοῦτο μέντοι φρονίμωι μὲν ἀνδρὶ οὐκ ἂν συμβῆναι, τοὺς ἠλιθίους δὲ ἀεὶ πάσχειν αὐτό.Σχολὴν δὲ σκοπῶν, τί εἴη, ποιοῦντας μέν τι τοὺς πλείστους εὑρίσκειν ἔφη• καὶ γὰρ τοὺς πεττεύοντας καὶ τοὺς γελωτοποιοῦντας ποιεῖν τι• πάντας δὲ τούτους ἔφη σχολάζειν• ἐξεῖναι γὰρ αὐτοῖς ἰέναι πράξοντας τὰ βελτίω τούτων.

Plutarco : "Veni,Vidi,Vici "

Kαἰσαρ καταλιπὼν δὲ τὴν Κλεοπάτραν βασιλεύουσαν Αἰγύπτου, ὥρμησεν ἐπὶ Συρίας. Κἀκεῖθεν ἐπιὼν τὴν Ἀσίαν, ἐπυνθάνετο Δομίτιον μὲν ὑπὸ Φαρνάκου τοῦ Μιθριδάτου παιδὸς ἡττημένον ἐκ Πόντου πεφευγέναι σὺν ὀλίγοις, Φαρνάκην δὲ τῇ νίκῃ χρώμενον ἀπλήστως, καὶ Βιθυνίαν ἔχοντα καὶ Καππαδοκίαν, Ἀρμενίας ἐφίεσθαι τῆς μικρᾶς καλουμένης, καὶ πάντας ἀνιστάναι τοὺς ταύτῃ βασιλεῖς καὶ τετράρχας. εὐθὺς οὖν ἐπὶ τὸν ἄνδρα τρισὶν ἤλαυνε τάγμασι, καὶ περὶ πόλιν Ζῆλαν μάχην μεγάλην συνάψας αὐτὸν μὲν ἐξέβαλε τοῦ Πόντου φεύγοντα, τὴν δὲ στρατιὰν ἄρδην ἀνεῖλε• καὶ τῆς μάχης ταύτης τὴν ὀξύτητα καὶ τὸ τάχος ἀναγγέλλων εἰς Ῥώμην πρός τινα τῶν φίλων Μάτιον ἔγραψε τρεῖς λέξεις• "ἦλθον, εἶδον, ἐνίκησα“.


RIGORE SPARTANO. Plut.

Iσιδαv δε δοκω, τον Φοιβιδου υιον, ου τοις πολιταις μονου, αλλα και τοις πολεμιοις θεαμα φανηναι καινον ἁι αγαστον. ην μεν γαρ εκπρεπης το ειδος και το μεγεθος του σωματος, ωραν δε εν ῃ το ηδιστου ανθουσιν παριοντες εις ανδρας εκ παιδων ειχε, γυμνος δε και οπλων των σκεποντων και ιματιων, λιπα χπισαμενος το σωμα, και τῃ μεν εχων χειρι λογχην, τῃ δε ξιφος, εξηλατο της οικιας, και δια μεσων των μαχομενων ωσαμενος ευ τοις πολεμιοις ανεστρεφετο, παιων του προστυχοντα και καταβαλλων. ετρωθη δε υπ'ουδευος, ειτε θεου δὶ ' αρετην φυλαττοντος αυτον, ειτε μειζον τι και κρειττον ανθρωπου φανεις τοις εναντιοις. επι τουτῳ δε λεγεται τους εφοπυος στεφαυωσαντας αυτου ειτα χιλιων δραχμων επιβαλειν ζημιαν, οτι χωπις οπλων διακινδυνευειν ετολμησεν.

Il mitto di Atlantide. Plat.

Τοτε πορευιμον ην το Ατλαντικον πελαγος; νησον γαρ προ του στοματος ειχεν ο καλειτε, ως ϕατε,υμεις Ηρακλεους στηλας, η δε νησος αμα Λιβυης ην και Ασιας μειζον. Εν δε δη τη Ατλαντιδι νησω ταυτη συνεστη και θαυμαστη δυναμις βασιλεων, κρατουσα μεν απασης της νησου, πολλων δε αλλων νησων και μερων της ηπειρου; προς δε τουτοις ετι των εντος τηδε Λιβυης μεν ηρχον μεχρι προς Αιγυπτον, της δε Ευρωπης μεχρι Τυρρηνιας. Αυτη δε πασα συναθροισθεισα εις εν η δυναμις τον τε παρ υμιν και τον παρ ημιν και τον εντος του στοματος παντα τοπον μια ποτε επεχειρησεν ορμη δουλουσθαι.

stuurm

Collaboratore Staff
Collaboratore Staff
 
Risposte:

Messaggioda jessy.7 » 24 giu 2011, 11:18

ti mando la prima

jessy.7

Utente GOLD
Utente GOLD
 

Torna a LATINO e GRECO

Copyright © 2007-2025 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2025 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-12-20 23:26:53 - flow version _RPTC_G1.3