[quote="giada"]γελοῖός ἐστιν ὁ νομίζων ἀδοξίαν τῇ φυγῇ προσεῖναι. τί λέγεις; ἄδοξος ἐστι Διογένης, ὃν ἰδὼν Ἀλέξανδρος ἐν ἡλίῳ καθήμενον ἐπιστὰς ἠρώτησεν εἴ τινος δεῖται, τοῦ δὲ μηθὲν ἀλλ᾽ ἢ σμικρὸν ἀποσκοτίσαι κελεύσαντος, ἐκπλαγεὶς τὸ φρόνημα, Eπρὸς τοὺς φίλους εἶπεν, "εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης ἂν ἤμην;" ἠδόξει δὲ Κάμιλλος ἐκ τῆς Ῥώμης ἐλαυνόμενος, ἧς δεύτερος κτίστης νῦν ἀναγορεύεται; καὶ μὴν Θεμιστοκλῆς οὐ τὴν ἐν τοῖς Ἕλλησι δόξαν φυγὼν ἀπέβαλεν, ἀλλὰ τὴν ἐν τοῖς βαρβάροις προσέλαβε· καὶ οὐδείς p558ἐστιν οὕτως ἀφιλότιμος οὐδὲ ἀγεννής, ὃς μᾶλλον ἂν ἐβούλετο Λεωβώτης115 ὁ γραψάμενος ἢ Θεμιστοκλῆς ὁ φυγαδευθεὶς εἶναι, καὶ Κλώδιος ὁ ἐκβαλὼν Κικέρων ὁ ἐκβληθείς, Fκαὶ Ἀριστοφῶν ὁ κατηγορήσας ῍Τιμόθεος ὁ μεταστὰς ἐκ τῆς πατρίδος.
la traduzione la trovi sul nostro sito cliccando:
/versione-plutarco/non-e-sempre-vergognosa-una-condanna-allesilio.html