da Innamorata94 » 6 ott 2011, 15:17
Mi serve urgentemente la versione di greco del libro katalogon pag 388 n 314 intitolata "Proclamazione di innocenza" di Antifonte..Grazie
Αἰτιῶνται δὲ οὗτοι μὲν ἐκ τούτων, ὡς αἴτιος ὃς ἐκέλευσε πιεῖν τὸν παῖδα τὸ φάρμακον ἢ ἠνάγκασεν ἢ ἔδωκεν· ἐγὼ δ' ἐξ αὐτῶν τούτων ὧν αἰτιῶνται οὗτοι ἀποφανῶ ὅτι οὐκ ἔνοχός εἰμι· οὔτε γὰρ ἐκέλευσα οὔτ' ἠνάγκασα οὔτ' ἔδωκα· καὶ ἔτι προστίθημι αὐτοῖς ὅτι οὐδὲ παρεγενόμην πίνοντι. Καὶ εἴ φασιν ἀδικεῖν εἴ τις ἐκέλευσεν, ἐγὼ οὐκ ἀδικῶ· οὐ γὰρ ἐκέλευσα. Καὶ εἴ φασιν ἀδικεῖν εἴ τις ἠνάγκασεν, ἐγὼ οὐκ ἀδικῶ· οὐ γὰρ ἠνάγκασα. Καὶ εἰ τὸν δόντα τὸ φάρμακόν φασιν αἴτιον εἶναι, ἐγὼ οὐκ αἴτιος· οὐ γὰρ ἔδωκα.
Αἰτιάσασθαι μὲν οὖν καὶ καταψεύσασθαι ἔξεστι τῷ βουλομένῳ· αὐτὸς γὰρ ἕκαστος τούτου κρατεῖ· γενέσθαι μέντοι τὰ μὴ γενόμενα καὶ ἀδικεῖν τὸν μὴ ἀδικοῦντα οὐκ ἐν τοῖς τούτων λόγοις ἡγοῦμαι εἶναι, ἀλλ' ἐν τῷ δικαίῳ καὶ ἐν τῷ ἀληθεῖ.