da xXTommy11Xx » 10 ott 2011, 10:38
Dovrebbe essere tutta scritta bene, ma se trovate qualcosa di sbagliato o che non vi torna chiedete pure e grazie ancora
Ὁ Πυθαγόρας εἰς τὴν σπουδὴν παρεκάλει τὴν περὶ τοὺς γέροντας, ἀποϕαίνων ἔν τε τῷ κόσμῳ καὶ τῷ βίῳ καὶ ταῖς πόλεσι καὶ τῇ ϕὺσει τὸ προηγούμενον τιμώμενον μᾶλλον ἢ τὸ τῷ χρόνῳ ἑπόμενον, οἷοv υ τὴν ἀνατολὴν τῆς δύσεως,τὴν ἀρχὴν τῆς τελευτῆς,τὴν γένεσιν τῆς ϕθορᾶς, παραπλησίως δὲ καὶ τοὺς αὐτόχθονας τῶν ἐπηλύδων,ὁμοίως δὲ τῶν ἐν ταῖς ἀποικίαις τοὺς οἰκιστὰς τῶν πόλεων, καὶ καθὸλου τοὺς μὲν θεοὺς τῶν δαιμόνων, ἐκείνους δὲ τῶν ἡμιθέον, τοὺς ἥρωας δὲ τῶν ἀνθώρπω, ἐκ τούτων δὲ τοὺς αἰτίους τῆς γενέσεως τῶν νεανιῶν. Ἐπαγωγῆς δὲ ἕνεκα ταῦτα ἔλεγε πρὸς τὸ τιμᾶσθαι τοὺς γονεῖς, οἷς ἔϕη τηλικαύτην ὀϕείλειν τοὺς νέους χάριν, ἡλίκην ἂν ὁ νεκρὸς ἒχοι τῷ ἄγοντι πάλιν αὐτὸν εἰς τὸ ϕῶς.