da *Yole* » 7 nov 2011, 15:33
è questo il testo completo?
Κῦρος δ᾽ ἐπὶ τούτοις μετεπέμψατο Λύσανδρον, ἐπεὶ αὐτῶι παρὰ τοῦ πατρὸς ἧκεν ἄγγελος λέγων ὅτι ἀρρωστῶν ἐκεῖνον καλοίη, ὢν ἐν Θαμνηρίοις τῆς Μηδίας ἐγγὺς Καδουσίων, ἐφ᾽ οὓς ἐστράτευσεν ἀφεστῶτας. [2.1.14] ἥκοντα δὲ Λύσανδρον οὐκ εἴα ναυμαχεῖν πρὸς Ἀθηναίους, ἐὰν μὴ πολλῶι πλείους ναῦς ἔχηι· εἶναι γὰρ χρήματα πολλὰ καὶ βασιλεῖ καὶ ἑαυτῶι, ὥστε τούτου ἕνεκεν πολλὰς πληροῦν. παρέδειξε δ᾽ αὐτῶι πάντας τοὺς φόρους τοὺς ἐκ τῶν πόλεων, οἳ αὐτῶι ἴδιοι ἦσαν, καὶ τὰ περιττὰ χρήματα ἔδωκε· καὶ ἀναμνήσας ὡς εἶχε φιλίας πρός τε τὴν τῶν Λακεδαιμονίων πόλιν καὶ πρὸς Λύσανδρον ἰδίαι, ἀνέβαινε παρὰ τὸν πατέρα.
[2.1.15] Λύσανδρος δ᾽, ἐπεὶ αὐτῶι Κῦρος πάντα παραδοὺς τὰ αὑτοῦ πρὸς τὸν πατέρα ἀρρωστοῦντα μετάπεμπτος ἀνέβαινε, μισθὸν διαδοὺς τῆι στρατιᾶι ἀνήχθη τῆς Καρίας εἰς τὸν Κεράμειον κόλπον. καὶ προσβαλὼν πόλει τῶν Ἀθηναίων συμμάχωι ὄνομα Κεδρείαις τῆι ὑστεραίαι προσβολῆι κατὰ κράτος αἱρεῖ καὶ ἐξηνδραπόδισεν. ἦσαν δὲ μιξοβάρβαροι οἱ ἐνοικοῦντες. ἐκεῖθεν δ᾽ ἀπέπλευσεν εἰς Ῥόδον