da fefin93 » 7 nov 2011, 16:48
Ουτω δη παρεσκευασμενοι κατ' αρχας ανθρωποι ωκουν σποραδην, πολεις δε ουκ ησαν: απωλλυντο ουν υπο των θηριων δια το πανταχη αυτων ασθενεστεροι ειναι, και η δημιουργικη τεχνη αυτοις προς μεν τροφην ικανη βοηθος ην, προς δε τον των θηριων πολεμον ενδεης - πολιτικην γαρ τεχνην ουπω ειχον, ης μερος πολεμικη - εζητουν δη αθροιζεσθαι και σωζεσθαι κτιζοντες πολεις: οτ' ουν αθροισθειεν, ηδικουν αλληλους ατε ουκ εχοντες την πολιτικην τεχνην, ωστε παλιν σκεδαννυμενοι διεφθειροντο. Ζευς ουν δεισας περι τω γενει ημων μη απολοιτο παν, Ερμην πεμπει αγοντα εις ανθρωπους αιδω τε και δικην, ιν' ειεν πολεων κοσμοι τε και δεσμοι φιλιας συναγωγοι Ζεὺς οὖν δείσας περὶ τῷ γένει ἡμῶν μὴ ἀπόλοιτο πᾶν, Ἑρμῆν πέμπει ἄγοντα εἰς ἀνθρώπους αἰδῶ τε καὶ δίκην, ἵν' εἶεν πόλεων κόσμοι τε καὶ δεσμοὶ φιλίας συναγωγοί. ἐρωτᾷ οὖν Ἑρμῆς Δία τίνα οὖν τρόπον δοίη δίκην καὶ αἰδῶ ἀνθρώποις˙ 'Πότερον ὡς αἱ τέχναι νενέμηνται, οὕτω καὶ ταύτας νείμω; νενέμηνται δὲ ὧδε˙ εἷς ἔχων ἰατρικὴν πολλοῖς ἱκανὸς ἰδιώταις, καὶ οἱ ἄλλοι δημιουργοί˙ καὶ δίκην δὴ καὶ αἰδῶ οὕτω θῶ ἐν τοῖς ἀνθρώποις, ἢ ἐπὶ πάντας νείμω;' ' Ἐπὶ πάντας,' ἔφη ὁ Ζεύς, 'καὶ πάντες μετεχόντων˙ οὐ γὰρ ἂν γένοιντο πόλεις, εἰ ὀλίγοι αὐτῶν μετέχοιεν ὥσπερ ἄλλων τεχνῶν˙ καὶ νόμον γε θὲς παρ' ἐμοῦ τὸν μὴ δυνάμενον αἰδοῦς καὶ δίκης μετέχειν κτείνειν ὡς νόσον πόλεως
inizio:Ουτω δη παρεσκευασμενοι κατ αρϰας
fine:μετεϰειν κτεινειν ως νοσον πολεως
titolo : rispetto e giustizia sono le basi della convivenza civile
va bene così?