[25] Καί ποτε Πλάτωνα ἐν δείπνῳ πολυτελεῖ κατανοήσας ἐλάας ἁψάμενον, « Τί, » φησίν, « ὁ σοφὸς εἰς Σικελίαν πλεύσας τῶν τραπεζῶν τούτων χάριν, νῦν παρακειμένων οὐκ ἀπολαύεις; » Καὶ ὅς, « Ἀλλὰ νὴ τοὺς θεούς, » φησί, « Διόγενες, κἀκεῖ τὰ πολλὰ πρὸς ἐλάας καὶ τὰ τοιαῦτα ἐγινόμην. » Ὁ δέ, « Τί οὖν ἔδει πλεῖν εἰς Συρακούσας; Ἢ τότε ἡ Ἀττικὴ οὐκ ἔφερεν ἐλάας; » Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ Ἀρίστιππον εἰπεῖν τοῦτο. Καὶ ἄλλοτε ἰσχάδας ἐσθίων ἀπήντετ' αὐτῷ φησί τε, « Ἔξεστί σοι μετασχεῖν »· τοῦ δὲ λαβόντος καὶ φαγόντος, ἔφη, « Μετασχεῖν εἶπον, οὐ καταφαγεῖν. »
[26] Πατῶν αὐτοῦ ποτε στρώματα κεκληκότος φίλους παρὰ Διονυσίου, ἔφη, « Πατῶ τὴν Πλάτωνος κενοσπουδίαν »· πρὸς ὃν ὁ Πλάτων, « Ὅσον, ὦ Διόγενες, τοῦ τύφου διαφαίνεις, δοκῶν μὴ τετυφῶσθαι. » Οἱ δέ φασι τὸν Διογένην εἰπεῖν, « Πατῶ τὸν Πλάτωνος τῦφον »· τὸν δὲ φάναι, « Ἑτέρῳ γε τύφῳ, Διόγενες »· Σωτίων δ' ἐν τῷ τετάρτῳ φησὶ πρὸς αὐτὸν εἰπεῖν τοῦτο τὸν Πλάτωνα τὸν κύνα. Διογένης οἶνόν ποτ' ᾔτησεν αὐτόν, τότε δὲ καὶ ἰσχάδας. Ὁ δὲ κεράμιον ὅλον ἔπεμψεν αὐτῷ· καὶ ὅς, « Σύ, » φησίν, « ἂν ἐρωτηθῇς δύο καὶ δύο πόσα ἐστίν, Εἴκοσιν ἀποκρινῇ; Οὕτως οὔτε πρὸς τὰ αἰτούμενα δίδως οὔτε πρὸς τὰ ἐρωτώμεν' ἀποκρίνῃ. » Ἔσκωψε δὴ ὡς ἀπεραντολόγον.
[27] Ἐρωτηθεὶς ποῦ τῆς Ἑλλάδος ἴδοι ἀγαθοὺς ἄνδρας, « Ἄνδρας μέν, » εἶπεν, « οὐδαμοῦ, παῖδας δ' ἐν Λακεδαίμονι. » Σπουδαιολογουμένῳ ποτὲ ὡς οὐδεὶς προσῄει, ἐπέβαλε τερετίζειν· ἀθροισθέντων δέ, ὠνείδισεν ὡς ἐπὶ μὲν τοὺς φληνάφους ἀφικνουμένων σπουδαίως, ἐπὶ δὲ τὰ σπουδαῖα βραδυνόντων ὀλιγώρως. Ἔλεγέ τε περὶ μὲν τοῦ παρορύττειν καὶ λακτίζειν ἀγωνίζεσθαι τοὺς ἀνθρώπους, περὶ δὲ καλοκἀγαθίας μηδένα. Τούς τε γραμματικοὺς ἐθαύμαζε τὰ μὲν τοῦ Ὀδυσσέως κακὰ ἀναζητοῦντας, τὰ δ' ἴδια ἀγνοοῦντας. [28] Καὶ μὴν καὶ τοὺς μουσικοὺς τὰς μὲν ἐν τῇ λύρᾳ χορδὰς ἁρμόττεσθαι, ἀνάρμοστα δ' ἔχειν τῆς ψυχῆς τὰ ἤθη· τοὺς μαθηματικοὺς ἀποβλέπειν μὲν πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην, τὰ δ' ἐν ποσὶ πράγματα παρορᾶν· τοὺς ῥήτορας τὰ δίκαια μὲν ἐσπουδακέναι λέγειν, πράττειν δὲ μηδαμῶς·
DICEVA....