da giada » 26 dic 2011, 10:25
la segnalo a didaskalos per la traduzione
si siamo ancora in festa quindi risposta nei prossimi giorni e non subito ciao
Ἐπειδὴ τοίνυν ἐποιήσατο τὴν εἰρήνην ἡ πόλις, ἐνταῦθα
πάλιν σκέψασθε τί ἡμῶν ἑκάτερος προείλετο πράττειν· καὶ
γὰρ ἐκ τούτων εἴσεσθε τίς ἦν ὁ Φιλίππῳ πάντα συναγωνι-
ζόμενος, καὶ τίς ὁ πράττων ὑπὲρ ὑμῶν καὶ τὸ τῇ πόλει
συμφέρον ζητῶν. ἐγὼ μὲν τοίνυν ἔγραψα βουλεύων ἀπο-
πλεῖν τὴν ταχίστην τοὺς πρέσβεις ἐπὶ τοὺς τόπους ἐν οἷς
ἂν ὄντα Φίλιππον πυνθάνωνται, καὶ τοὺς ὅρκους ἀπολαμ-
βάνειν· οὗτοι δ’ οὐδὲ γράψαντος ἐμοῦ ταῦτα ποιεῖν ἠθέλη-
σαν. [26] τί δὲ τοῦτ’ ἐδύνατο, ὦ ἄνδρες Ἀθηναῖοι; ἐγὼ διδάξω.
Φιλίππῳ μὲν ἦν συμφέρον ὡς πλεῖστον τὸν μεταξὺ χρόνον
γενέσθαι τῶν ὅρκων, ὑμῖν δ’ ὡς ἐλάχιστον. διὰ τί; ὅτι
ὑμεῖς μὲν οὐκ ἀφ’ ἧς ὠμόσαθ’ ἡμέρας μόνον, ἀλλ’ ἀφ’ ἧς
ἠλπίσατε τὴν εἰρήνην ἔσεσθαι, πάσας ἐξελύσατε τὰς παρα-
σκευὰς τὰς τοῦ πολέμου, ὁ δὲ τοῦτ’ ἐκ παντὸς τοῦ χρόνου
μάλιστ’ ἐπραγματεύετο, νομίζων, ὅπερ ἦν ἀληθές, ὅσα τῆς
πόλεως προλάβοι πρὸ τοῦ τοὺς ὅρκους ἀποδοῦναι, πάντα
ταῦτα βεβαίως ἕξειν· οὐδένα γὰρ τὴν εἰρήνην λύσειν τού-
των εἵνεκα. [27] ἁγὼ προορώμενος, ἄνδρες Ἀθηναῖοι, καὶ λογι-
ζόμενος τὸ ψήφισμα τοῦτο γράφω, πλεῖν ἐπὶ τοὺς τόπους
ἐν οἷς ἂν ᾖ Φίλιππος καὶ τοὺς ὅρκους τὴν ταχίστην ἀπο-
λαμβάνειν,