la traduzione la trovi sul nostro sito cliccando
/versione-plutarco/punizione-di-una-matrona-adultera.html
ΦΑΒΙΟΣ ΦΑΒΡΙΚΙΑΝΟΣ τοῦ μεγάλου συγγενὴς Φαβίου, πορθήσας Τούξιον μητρόπολιν Σαυνιτῶν, [b] τὴν παρ' αὐτοῖς τιμωμένην νικηφόρον Ἀφροδίτην ἔπεμψεν εἰς Ῥώμην. τούτου γυνὴ Πετρωνία μοιχευθεῖσα ὑπό τινος εὐπρεποῦς νεανίου τοὔνομα [Πετρωνίου] Οὐαλεντίνου, τὸν ἄνδρα ἐδολοφόνησε. Φαβία δὲ τὸν ἀδελφὸν ἔτι νήπιον Φαβρικιανὸν τῶν κινδύνων ἐρρύσατο καὶ ἔπεμψε κρύφα τραφησόμενον. ἀκμάσας δ' ὁ νεανίας τήν τε μητέρα καὶ τὸν μοιχὸν ἀπέκτεινε καὶ ἀπελύθη ὑπὸ τῆς συγκλήτου· ὡς ἱστορεῖ Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν