da giuventus » 14 mar 2012, 14:52
ἴσως οὖν Λοχίτης ἐπιχειρήσει μικρὸν ποιεῖν τὸ πρᾶγμα, διασύρων τὴν κατηγορίαν καὶ λέγων ὡς οὐδὲν ἐκ τῶν πληγῶν κακὸν ἔπαθον, ἀλλὰ μείζους ποιοῦμαι τοὺς λόγους ἢ κατὰ τὴν ἀξίαν τῶν γεγενημένων. ἐγὼ δ’ εἰ μὲν μηδεμία προσῆν ὕβρις τοῖς πεπραγμένοις, οὐκ ἄν ποτ’ εἰσῆλθον εἰς ὑμᾶς· νῦν δ’ οὐχ ὑπὲρ τῆς ἄλλης βλάβης τῆς ἐκ τῶν πληγῶν γενομένης, ἀλλ’ ὑπὲρ τῆς αἰκίας καὶ τῆς ἀτιμίας ἥκω παρ’ αὐτοῦ δίκην ληψόμενος,
ὑπὲρ ὧν προσήκει τοῖς ἐλευθέροις μάλιστ’ ὀργίζεσθαι καὶ μεγίστης τυγχάνειν τιμωρίας. ὁρῶ δ’ ὑμᾶς, ὅταν του καταγνῶθ’ ἱεροσυλίαν ἢ κλοπήν, οὐ πρὸς τὸ μέγεθος ὧν ἂν λάβωσι τὴν τίμησιν ποιουμένους, ἀλλ’ ὁμοίως ἁπάντων θάνατον καταγιγνώσκοντας, καὶ νομίζοντας δίκαιον εἶναι τοὺς τοῖς αὐτοῖς ἔργοις ἐπιχειροῦντας ταῖς αὐταῖς ζημίαις κολάζεσθαι.
eccola grazie
- Allegati
-