versione greco: Augusto parla delle proprie imprese

Messaggioda SixxNalla » 21 mar 2012, 15:53

Inizio: Τοὺς τόν πατέρα μου φονεύσαντας ἐξώριστα κρίσεσιν ἐνιδίκοις τιμωρησάμενος ...
Fine:παρόντι ὐπό τοῦ δήμου και τῆς συγκλήτου οὐκ ἐδεξάμην.

E' tratta dal libro "Il greco per il biennio 2" e da parte delle "Res gestae divi Augusti".
E' davvero urgente!
Grazie mille a tutti in anticipo!

SixxNalla

nuovo iscritto
nuovo iscritto
 
Risposte:

Messaggioda *Yole* » 21 mar 2012, 16:03

sul nostro sito clicca:



Τοὺς τὸν πατέρα τὸν ἐμὸν φονεύσαντας ἐξώρισα κρίσεσιν ἐνδίκοις τειμωρησάμενος αὐτῶν τὸ ἀσέβημα καὶ μετὰ ταῦτα αὐτοὺς πόλεμον ἐπιφέροντας τῆι πατρίδι δὶς ἐνείκησα παρατάξει.Πολέμους καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἐμφυ λίους καὶ ἐξωτικοὺς ἐν ὅληι τῆι οἰκουμένηι πολλοὺς ἀνεδεξάμην, νεικήσας τε πάντων ἐφεισάμην τῶν περιόντων πολειτῶν. Τὰ ἔθνη, οἷς ἀσφαλὲς ἦν συν γνώμην ἔχειν, ἔσωσα μᾶλλον ἢ ἐξέκοψα. § Μυριάδες ῾Ρωμαίων στρατεύσασαι ὑπὸ τὸν ὅρκον τὸν ἐμον ἐγένοντο ἐνγὺς πεντήκοντα· ἐξ ὧν κατήγαγον εἰς τὰς ἀποικίας ἢ ἀπέπεμψα εἰς τὰς ἰδίας πόλεις ἐκ λυομένας μυριάδας πολλῶι πλείους ἢ τριάκοντα, καὶ πάσαις αὐταῖς ἢ ἀγροὺς ἐμέρισα ἢ χρήματα τῆς στρατείας δωρεὰν ἔδωκα. Ναῦς δὲ . . . εἷλον ἑξακοσίας πλὴν τούτων, εἴ τινες ἥσσονες ἐγένοντο ἢ τριήρεις.Δὶς ἐπὶ κέλητος ἐθριάμβευσα, τρὶς ἐφ᾽ ἅρματος. Εἰκο σάκις καὶ ἅπαξ προσηγορεύθην αὐτοκράτωρ. Τῆς δὲ συνκλήτου ἐμοὶ πλείους θριάμβους ψηφισσαμέ νης, αὐτῶν ἀπηλλάγην (?) καὶ ἀπὸ τῶν ῥάβδων τὴν δάφνην κατεθέμην ἐν τῶι Καπιτωλίωι, τὰς εὐχάς, ἅς ἐν ἑκάσ τωι τῶι πολέμωι ἐποιησάμην, ἀποδούς. Διὰ τὰ πράγμα τα, ἃ ἢ αὺτὸς ἢ διὰ τῶν πρεσβευτῶν τῶν ἐμῶν αἰσίοις οἰωνοῖς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν κατώρθω σα, πεντηκοντάκις καὶ πεντάκις ἐψηφίσατο ἡ σύνκλητος θεοῖς δεῖν θύεσθαι. Ἡμέραι οὖν α ὗται ἐκ συνκλήτου δόγματος ἐγένοντο ὀκτακόσιαι ἐνενή κοντα. Ἐν τοῖς ἐμοῖς θριάμβοις πρὸ τοῦ ἐμοῦ ἅρ ματος βασιλεῖς ἢ βασιλέων παῖδες παρήχθησαν ἐννέα. Ὑπάτευον τρὶς καὶ δέκατον, ὅτε ταῦτα ἔγραφον, καὶ ἤμην τριακοστὸν καὶ ἕβδομον δημαρχικῆς ἐξουσίας.Αὐτεξούσιόν μοι ἀρχὴν καὶ ἀπόντι καὶ παρόντι διδομένην ὑπό τε τοῦ δήμου καὶ τῆς συνκλήτου Mάρκωι Μαρκέλλωι καὶ Λευκίωι Ἀρρουντίωι ὑπάτοις οὐκ ἐδεξάμην. § Οὐ παρῃτησάμην ἐν τῆι μεγίστηι τοῦ σείτου σπάνει τὴν ἐπιμέλειαν τῆς ἀγορᾶς, ἣν οὑ τως ἐπετήδευσα, ὥστ᾽ ἐν ὀλίγαις ἡμέραις τοῦ παρόντος φόβου καὶ κινδύνου ταῖς ἐμαῖς δαπάναις τὸν δῆμον ἐλευθερῶσαι. Ὑπατείαν τέ μοι τότε διδομένην κὶ ἐνιαύσιον καὶ διὰ βίου οὐκ ἐδεξάμην.

*Yole*

Utente GOLD
Utente GOLD
 

Messaggioda giada » 21 mar 2012, 17:14

giada

Site Admin
Site Admin
 

Messaggioda SixxNalla » 21 mar 2012, 18:23

Grazie mille ragazzi!

SixxNalla

nuovo iscritto
nuovo iscritto
 

Messaggioda giada » 21 mar 2012, 18:28

ok2 ok2 ok2

giada

Site Admin
Site Admin
 

Torna a LATINO e GRECO

Copyright © 2007-2025 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2025 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-12-20 23:17:08 - flow version _RPTC_G1.3

Per visualizzare il contenuto richiesto
guarda un breve annuncio pubblicitario.