περιπατοῦντος, ὥσπερ εἰώθειν, ἐσπέρας ἐν ἀγορᾷ μου μετὰ Φανοστράτου τοῦ Κηφισέως τῶν ἡλικιωτῶν τινος παρέρχεται Κτησίας ὁ υἱὸς ὁ τούτου, μεθύων, κατὰ τὸ Λεωκόριον, ἐγγὺς ἰὼν Πυθοδώρου. Κατιδὼν δὲ ἡμᾶς, καὶ κραυγάσας, καὶ διαλεχθείς τι πρὸς αὑτὸν οὕτως ὡς ἂν μεθύων, ὥστε μὴ μαθεῖν ὅ τι λέγει, παρῆλθε πρὸς Μελίτην ἄνω. Ἔπινον δ´ ἄρα ἐνταῦθα παρὰ Παμφίλῳ τῷ γναφεῖ· Κόνων οὑτοσὶ, Θεόδωρός τις, Ἀλκιβιάδης, Σπίνθαρος ὁ Εὐβούλου, Θεογένης ὁ Ἀνδρομένους, πολλοί τινες· οὓς ἐξαναστήσας ὁ Κτησίας, ἐπορεύετο εἰς τὴν ἀγοράν, καὶ ἡμῖν συμβαίνει ἀναστρέφουσιν ἐκ τοῦ φερρεφαττίου, καὶ περιπατοῦσι πάλιν κατ´ αὐτό πως τὸ Λεωκόριον εἶναι, καὶ τούτοις περιτυγχάνομεν. Ὡς δ´ ἀνεμίχθημεν, εἷς μὲν αὐτῶν, ἀγνώς τις, τῷ Φανοστράτῳ προσπίπτει, καὶ κατεῖχεν ἐκεῖνον· Κόνων δὲ οὑτοσὶ, καὶ ὁ υἱὸς αὐτοῦ, καὶ ὁ Ἀνδρομένους υἱὸς, ἐμοὶ περιπεσόντες, τὸ μὲν πρῶτον ἐξέδυον, εἶτα ὑποσκελίσαντες καὶ ῥάξαντες εἰς τὸν βόρβορον, οὕτω διέθηκαν ἐναλλόμενοι καὶ ὑβρίζοντες, ὥστε τὸ μὲν χεῖλος διακόψαι, τοὺς δ´ ὀφθαλμοὺς συγκλεῖσαι. Οὕτω δὲ κακῶς ἔχοντα κατέλειπον, ὥστε μήτε ἀναστῆναι, μήτε φθέγξασθαι δύνασθαι. Κείμενος δ´ αὐτῶν ἤκουον πολλὰ καὶ δεινὰ λεγόντων· καὶ τὰ μὲν ἄλλα βλασφημίας ἔχει τινάς, ἃς κἂν ὀνομάζειν ὀκνήσαιμι· ὃ δὲ τῆς ὕβρεώς ἐστι τῆς τούτου σημεῖον, καὶ τεκμήριον ὡς πᾶν τὸ πρᾶγμα ὑπὸ τούτου γενόμενον,
Questa traduzione è visibile ai soli utenti registrati
traduzione antica rendila meglio in italiano e rimandala anche a noi per i crediti