da giada » 13 apr 2012, 10:30
[quote="mmmanuuu"]Ετυχε δε και φιλος........μη τι τολμησῃ παραβολωτερον grazie mille
Ἔτυχε δὲ καὶ φίλος ὢν ὁ Σύλλας πατρικὸς αὐτοῖς, καί ποτε προσηγάγετο καὶ προσωμίλησεν, ὀλίγοις πάνυ νέμων τὴν τοιαύτην φιλοφροσύνην διὰ βάρος καὶ ὄγκον ἧς εἶχεν ἀρχῆς καὶ δυνάμεως. μέγα δὴ ποιούμενος ὁ Σαρπηδὼν τοῦτο πρὸς τιμὴν ἅμα καὶ ἀσφάλειαν, ἦγεν ἀσπασόμενον τὸν Κάτωνα συνεχῶς εἰς τὴν οἰκίαν τοῦ Σύλλα, μηδὲν τότε προσιδεῖν ἀσεβῶν χώρου διαφέρουσαν ὑπὸ πλήθους τῶν ἀγομένων καὶ στρεβλουμένων. ἦν μὲν οὖν ἔτος ἐκεῖνο τῷ Κάτωνι τεσσαρεσκαιδέκατον· ἰδὼν δὲ κεφαλὰς ἀνδρῶν ἐπιφανῶν λεγομένων ἐκκομιζομένας, καὶ κρύφα τοὺς παρόντας ἐπιστένοντας, ἠρώτησε τὸν παιδαγωγόν, ὅ τι δὴ τοῦτον τὸν ἄνθρωπον οὐ[6]δεὶς ἀποκτίννυσιν. εἰπόντος δ' ἐκείνου "φοβοῦνται γὰρ αὐτὸν ὦ παῖ μᾶλλον ἢ μισοῦσι," "τί οὖν" εἶπεν "οὐκ ἐμοὶ ξίφος ἔδωκας, ἵν' αὐτὸν ἀνελὼν ἀπήλλαξα δουλείας τὴν πατρίδα;" τοῦτον τὸν λόγον ἀκούσας ὁ Σαρπηδών, ἅμα δὲ καὶ τὸ βλέμμα καὶ τὸ πρόσωπον αὐτοῦ πιμπλάμενον ὀργῆς καὶ μένους κατιδών, οὕτως ἔδεισεν, ὥστε τὸ λοιπὸν ἤδη προσέχειν ἀκριβῶς καὶ παραφυλάττειν, μή τι τολμήσῃ παραβολώτερον.
la traduzione la trovi sul nostro sito cliccando
/versione-plutarco/lodio-di-catone-per-i-tiranni.html