da martax3x » 14 mag 2012, 17:10
Versione di Senofonte: Senofonte e i Diecimila diventano alleati del principe tracio Seute, da 'Il nuovo Τάξις', di Vittorio Citti, Claudia Casali, Lorenzo Fort, Matteo Taufer.
Μετὰ ταῦτα ἐδίδοτο λέγειν τῷ βουλομένῳ· καὶ ἔλεγον πολλοὶ κατὰ ταὐτὰ ὅτι παντὸς ἄξια λέγει Σεύθης· χειμὼν γὰρ εἴη καὶ οὔτε οἴκαδε ἀποπλεῖν τῷ τοῦτο βουλομένῳ δυνατὸν εἴη, διαγενέσθαι τε ἐν φιλίᾳ οὐχ οἷόν τε, εἰ δέοι ὠνουμένους ζῆν, ἐν δὲ τῇ πολεμίᾳ διατρίβειν καὶ τρέφεσθαι ἀσφαλέστερον μετὰ Σεύθου ἢ μόνους, ὄντων ἀγαθῶν τοσούτων. Εἰ δὲ μισθὸν προσλήψοιντο, εὕρημα ἐδόκει εἶναι. Ἐπὶ τούτοις εἶπεν ὁ Ξενοφῶν· « Εἴ τις ἀντιλέγει, λεγέτω· εἰ δὲ μή, ἐπιψηφιῶ ταῦτα. » Ἐπεὶ δὲ οὐδεὶς ἀντέλεγεν, ἐπεψήφισε, καὶ ἔδοξε ταῦτα. Εὐθὺς δὲ Σεύθῃ εἶπεν, ὅτι συστρατεύσοιντο αὐτῷ. Μετὰ τοῦτο οἱ μὲν ἄλλοι κατὰ τάξεις ἐσκήνησαν, στρατηγοὺς δὲ καὶ λοχαγοὺς ἐπὶ δεῖπνον Σεύθης ἐκάλεσε.
RIMOSSA DA ADMIN E MESSA IN APPOSITO FORUM