Θηραμηνης δέ ὓστερον ἀφικνειται ἐκ Λακεδαìμονος. προσιοντες δ' αυτω των τε στρατεγων τινες δαι των ταξιαρϰων, ων ην στρομβικιδης δαι δινυσωδρος, και αλλοι τινες των πολιτων ηγανακτουυ σφοδρα. Ηλθε γαρ φερων ειρηνην τοιαυτην, ην ημεις εργω μαθοντες εγνωμεν; ενην υαρ αντι μεν του επι δεκα σταδια των μακρων τειϰων διελειν ολα τα μακρα τειϰη διασκαψαι, αντι δε του αλλο τι αγαθον τη τολει ευρεσθαι τας τε ναυς παραδουναι λακεδαιμονιοις και το περι τον πειραια τειϰος περιελειν. ορωντες δε ουτοι οι ανδρες ονοματι μεν ειρηνην λεγομενην, τω εργω την δημοκρατιαν καταλυομενην, ουκ εφασαν επιτρεψειν ταυτα γενεσθαι, ουκ ελεουντες, ω ανδρες αθεναιοι, τα τειϰη, ει πεσειται, ουδε κηδομενοι των νεων, ει λακεδαιμονιοις παραδοθησονται ( ουδεν γαρ αυτοις τουτων πλεον η υμων εκαστω προσηκεν), αλλ' αισθομενοι εκ του το υμετερον πληθος καταλυθησομενον, ουδ, ως φασι τινες, ουκ επιθυμουντες ειρηνην γιγνεσθαι, αλλα βουλομενοι βελτιω ταυτης ειρηνην τω δημω τω αθεναιων ποιησασθαι.
Θηραμένης δὲ ὕστερον ἀφικνεῖται ἐκ Λακεδαίμονος. προσιόντες δ' αὐτῷ τῶν τε στρατηγῶν τινες καὶ τῶν ταξιάρχων, ὧν ἦν Στρομβικίδης καὶ Διονυσόδωρος, καὶ ἄλλοι τινὲς τῶν πολιτῶν εὐνοοῦντες ὑμῖν, ὥς γ' ἐδήλωσεν ὕστερον, ἠγανάκτουν σφόδρα. ἦλθε γὰρ φέρων εἰρήνην τοιαύτην, ἣν ἡμεῖς ἔργῳ μαθόντες ἔγνωμεν: πολλοὺς γὰρ τῶν πολιτῶν καὶ ἀγαθοὺς ἀπωλέσαμεν, καὶ αὐτοὶ ὑπὸ τῶν τριάκοντα ἐξηλάθημεν. ἐνῆν γὰρ ἀντὶ μὲν τοῦ ἐπὶ δέκα στάδια τῶν μακρῶν τειχῶν διελεῖν ὅλα τὰ μακρὰ τείχη διασκάψαι, ἀντὶ δὲ τοῦ ἄλλο τι ἀγαθὸν τῇ πόλει εὑρέσθαι τάς τε ναῦς παραδοῦναι Λακεδαιμονίοις καὶ τὸ περὶ τὸν Πειραιᾶ τεῖχος περιελεῖν. ὁρῶντες δὲ οὗτοι οἱ ἄνδρες ὀνόματι μὲν εἰρήνην λεγομένην, τῷ δ' ἔργῳ τὴν δημοκρατίαν καταλυομένην, οὐκ ἔφασαν ἐπιτρέψειν ταῦτα γενέσθαι, οὐκ ἐλεοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ τείχη, εἰ πεσεῖται, οὐδὲ κηδόμενοι τῶν νεῶν, εἰ Λακεδαιμονίοις παραδοθήσονται οὐδὲν γὰρ αὐτοῖς τούτων πλέον ἢ ὑμῶν ἑκάστῳ προσῆκεν, ἀλλ' αἰσθόμενοι ἐκ τοῦ τρόπου τούτου τὸ ὑμέτερον πλῆθος καταλυθησόμενον, οὐδ', ὥς φασί τινες, οὐκ ἐπιθυμοῦντες εἰρήνην γίγνεσθαι, ἀλλὰ βουλόμενοι βελτίω ταύτης εἰρήνην τῷ δήμῳ τῷ Ἀθηναίων ποιήσασθαι
mary te la faccio avere entro domattina come vedi ho reperito tutto il testo .. domani ok? oggi è domenica