è questo il testo greco? ... dammi conferma
Συνέβη δὲ τοῖς Πέρσαις ἐνδοξοτάτοις γενέσθαι τῶν βαρβάρων παρὰ τοῖς Ἕλλησιν͵ ὅτι τῶν μὲν ἄλλων οὐδένες τῶν τῆς Ἀσίας ἀρξάντων Ἑλλήνων ἦρξαν͵ οὐδ᾽ ἤιδεισαν οὔτ᾽ ἐκεῖνοι τούτους οὔθ᾽ οἱ Ἕλληνες τοὺς βαρβάρους ἀλλ᾽ ἐπὶ μικρὸν μόνον ἐκ τῆς πόρρωθεν ἀκοῆς. Ὅμηρος γοῦν οὔτε τὴν τῶν Σύρων οὔτε τὴν τῶν Μήδων ἀρχὴν οἶδεν· οὐδὲ γὰρ ἂν Θήβας Αἰγυπτίας ὀνομάζων καὶ τὸν ἐκεῖ καὶ τὸν ἐν Φοινίκηι πλοῦτον͵ τὸν ἐν Βαβυλῶνι καὶ Νίνωι καὶ Ἐκβατάνοις παρεσιώπησε. Πρῶτοι δὲ Πέρσαι Ἑλλήνων ἐπῆρξαν͵ Λυδοὶ δὲ ἐπῆρξαν μέν͵ ἀλλ᾽ οὔτε τῆς Ἀσίας ὅλης ἀλλὰ μέρους τινὸς μικροῦ τοῦ ἐντὸς Ἅλυος μόνον͵ καὶ ταῦτ᾽ ἐπ᾽ ὀλίγον χρόνον τὸν κατὰ Κροῖσον καὶ Ἀλυάττην. Κρατηθέντες δ᾽ ὑπὸ Περσῶν͵ εἰ καί τι τῆς δόξης ἦν αὐτοῖς͵ ἀφηιρέθησαν τοῦθ᾽ ὑπ᾽ ἐκείνων. Πέρσαι δ᾽ ἀφ᾽ οὗ κατέλυσαν τὰ Μήδων εὐθὺς καὶ Λυδῶν ἐκράτησαν καὶ τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας ὑπηκόους ἔσχον· ὕστερον δὲ καὶ διέβησαν εἰς τὴν Ἑλλάδα͵ καὶ ἡττηθέντες πολλοῖς καὶ πολλάκις ἀγῶσιν ὅμως διετέλεσαν τὴν Ἀσίαν μέχρι τῶν ἐπὶ θαλάττηι τόπων κατέχοντες ἕως ὑπὸ Μακεδόνων κατεπολεμήθησαν.