da ciccicocco87 » 6 lug 2012, 12:41
inizia così: Ωνείδισας δέ μοι καί πολιτείας ἐμπληξίαν, εἰ πεπρεσβυκως πρός Φίλιππον,...
é tratta da "sulla corrotta ambasceria" di eschine, versione 387 pag 474 da kata logon. grazie:)
Ὠνείδισας δέ μοι καὶ πολιτείας ἐμπληξίαν, εἰ πεπρεσβευκὼς πρὸς Φίλιππον, πρότερον παρεκάλουν ἐπ' ἐκεῖνον τοὺς Ἕλληνας. Καίτοι ταύτην, εἰ βούλει, τὴν κατηγορίαν καὶ τῶν ἄλλων Ἀθηναίων δημοσίᾳ κατηγορήσεις. Ἐπολεμεῖτε Λακεδαιμονίοις, καὶ μετὰ τὴν ἐν Λεύκτροις συμφορὰν τοῖς αὐτοῖς ἐβοηθεῖτε: κατηγάγετε φεύγοντας Θηβαίους εἰς τὴν πατρίδα, καὶ πάλιν τούτοις ἐμάχεσθε ἐν Μαντινείᾳ: ἐπολεμήσατε Ἐρετριεῦσι καὶ Θεμίσωνι, καὶ πάλιν ἐσώσατε. Καὶ μυρίοις ἄλλοις τῶν Ἑλλήνων οὕτω κέχρησθε: τοῖς γὰρ καιροῖς συμπεριφέρεσθαι ἀνάγκη πρὸς τὸ κράτιστον καὶ τὸν ἄνδρα καὶ τὴν πόλιν.
Τὸν δὲ ἀγαθὸν σύμβουλον τί χρὴ ποιεῖν; οὐ τῇ πόλει πρὸς τὸ παρὸν τὰ βέλτιστα συμβουλεύειν; τὸν δὲ πονηρὸν κατήγορον τί; οὐ τοὺς καιροὺς ἀποκρυπτόμενον τῆς πράξεως κατηγορεῖν; τὸν δὲ ἐκ φύσεως προδότην πῶς; ἆρά γε οὐχ ὡς σὺ τοῖς ἐντυγχάνουσι καὶ πιστεύσασι κέχρησαι, λόγους εἰς δικαστήρια γράφοντα μισθοῦ, τούτους ἐκφέρειν τοῖς ἀντιδίκοις; ἔγραψας λόγον Φορμίωνι τῷ τραπεζίτῃ χρήματα λαβών: τοῦτον ἐξήνεγκας Ἀπολλοδώρῳ τῷ περὶ τοῦ σώματος κρίνοντι Φορμίωνα.
Εἰσῆλθες εἰς εὐδαιμονοῦσαν οἰκίαν τὴν Ἀριστάρχου τοῦ Μόσχου: ταύτην ἀπώλεσας. Προὔλαβες τρία τάλαντα παρ' Ἀριστάρχου φεύγοντος: τοῦτον τὰ τῆς φυγῆς ἐφόδια ἀπεστέρησας, οὐκ αἰσχυνθεὶς τὴν φήμην, ἣν προσεποιήσω, ζηλωτὴς εἶναι τῆς ἡλικίας τοῦ μειρακίου. Οὐ γὰρ δὴ τῇ γε ἀληθείᾳ: οὐ προσδέχεται δίκαιος ἔρως πονηρίαν. Ταῦτ' ἐστὶν ὁ προδότης καὶ τὰ τούτοις ὅμοια.