τεκμήριον δὲ τούτου μέγιστον· ὅτε γὰρ ἐν τῇ τελευταίᾳ ναυμαχίᾳ αἱ νῆες διεφθάρησαν, οὐδενός μοι συμπλέοντος στρατηγοῦ (ἵνα καὶ τούτου μνησθῶ, ἐπειδὴ καὶ τοῖς τριηράρχοις ὠργίσθητε διὰ τὴν γενομένην συμφοράν) ἐγὼ τήν τε ἐμαυτοῦ ναῦν ἐκόμισα καὶ τὴν Ναυσιμάχου τοῦ Φαληρέως ἔσωσα. καὶ ταῦτα οὐκ ἀπὸ τύχης ἐγίγνετο, ἀλλ' ἀπὸ παρασκευῆς τῆς ἐμῆς· εἶχον γὰρ χρήμασι πείσας κυβερνήτην Φαντίαν ἅπαντα τὸν χρόνον, ὃς ἐδόκει τῶν Ἑλλήνων ἄριστος εἶναι, παρεσκευασάμην δὲ καὶ τὸ πλήρωμα πρὸς ἐκεῖνον καὶ τὴν ἄλλην ὑπηρεσίαν ἀκόλουθον. καὶ ταῦθ' ὅτι ἀληθῆ λέγω, πάντες ἐπίστασθε, ὅσοι ἐτυγχάνετε ὄντες ἐκεῖ τῶν στρατιωτῶν. κάλεσον δὲ καὶ Ναυσίμαχον.
ΜΑΡΤΥΡΙΑ Αἱ μὲν τοίνυν σωθεῖσαι τῶν νεῶν δώδεκα ἦσαν· ἐγὼ δ' ὑμῖν δύο ἐκόμισα, τὴν ἐμαυτοῦ καὶ τὴν Ναυσιμάχου τριήρη
la traduzione la trovi sul nostro sito cliccando
/versione-lisia/meriti-civili-di-un-cittadino-ateniese.html