Per favore mi servirebbe questa versione di greco intitolata '' un oresunto caso di veneficio che non
sono riuscita a trovare fra quelle nel sito... per favore Aiutatemi
apheneia pagina 279 n. 229:
Ἄξιον δ᾽ ἐνθυμηθῆναι, ὦ ἄνδρες, ἀμφότερα καὶ τῆς
γνώμης τῶν ἀντιδίκων καὶ οἵῳ τρόπῳ ἔρχονται ἐπὶ τὰ
πράγματα. Ἐξ ἀρχῆς γὰρ οὐδὲν ὁμοίως οὗτοί τε πρὸς ἐμὲ
πράττουσι καὶ, ἐγὼ πρὸς τούτους.
Ἔλεξε μὲν γὰρ Φιλοκράτης οὑτοσὶ, ἀναβὰς εἰς τὴν ἡλιαίαν τὴν τῶν
θεσμοθετῶν, τῇ ἡμέρᾳ ᾗ ὁ παῖς ἐξεφέρετο, ὅτι ἀδελφὸν
αὐτοῦ ἀποκτείναιμι ἐγὼ ἐν τῷ χορῷ, φάρμακον ἀναγκάσας
πιεῖν. Ἐπειδὴ δὲ οὗτος ταῦτα ἔλεγεν, ἀναβὰς ἐγὼ εἰς τὸ
δικαστήριον τοῖς αὐτοῖς δικασταῖς ἔλεξα ὅτι τὸν μὲν
νόμον οὐ δικαίως προκαθισταίη Φιλοκράτης κατηγορῶν
καὶ διαβάλλων εἰς τὸ δικαστήριον, μελλόντων ἔσεσθαί μοι
ἀγώνων πρὸς Ἀριστίωνα καὶ Φιλῖνον αὔριον _κα_ὶ τῇ ἕνῃ,
ὧνπερ ἕνεκα τοὺς λόγους τούτους λέγοι·
ἃ μέντοι αἰτιῷτο καὶ διαβάλλοι, ῥᾳδίως ἐξελεγχθήσοιτο ψευδόμενος·
εἶεν γὰρ οἱ συνειδότες πολλοί, καὶ ἐλεύθεροι καὶ δοῦλοι,
καὶ νεώτεροι καὶ πρεσβύτεροι, σύμπαντες πλείους ἢ
πεντήκοντα, οἳ τούς τε λόγους τοὺς λεχθέντας περὶ τῆς
πόσεως τοῦ φαρμάκου καὶ τὰ πραχθέντα καὶ τὰ λεγόμενα
πάντα ἠπίσταντο.
Questo è il testo... spero che qualcuno di voi possa aiutarmi D:

--------------------------------
MESSAGGIO DELL'ADMINtrovate la traduzione qui