ti mando questa manca solo una frase ORA TI PREGO DI FARLA TU e di mandarcela completa così ti mando anche 2 crediti...
Πλαταιεις μονοι των Ελληνων υμιν εβοεθησαν Μαραθωναδε, οτε Δατις ο βασιλεως Δαρειου στρατηγος αναχωρων εξ Ερετριας Ευβοιαν υφ'εαυτω ποιησαμενος, απεβην εις την χωραν πολλη δυναμει και επορθει.
Και ετι και νυν η εν τη ποικιλη στοα φραγη της ανδραγαθιας αυτων υπομνηματα δηλοι· ως εκαστος γαρ ταχους ειχεν, ευθυς προσβοηθων εγραφη.
Παλιν δε Ξερξου ιοντος επι την Ελλαδα, Θηβαιων μηδισαντων, ουκ ετολμησαν αποστηυαι της υμετερας φιλιας, αλλα μονοι των αλλων Βοιωτων, οι μεν ημισεις αυτων μετα Λακεδαιμονιων και Λεωνιδου εν Θερμοπυλαις παραταξαμενοι τω βαρβαρω συναπεθανον, οι δε λοιποι, εμβαντες εις τας υμετερας τριηρεις, επειδη αυτοις οικεια σκαφη ουχ υπηρχεν συνεναυμαχουν υμιν επι τε Αρτεμισιω και εν Σαλαμινι.
la traduzione sul nostro sito cliccando
/versioni-demostene/demostene-in-assemblea-ricorda-i-meriti-degli-abitanti-di-platea.htmltesto greco originale
Πλαταιῆς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, μόνοι τῶν Ἑλλήνων ὑμῖν ἐβοήθησαν Μαραθῶνάδε, ὅτε Δᾶτις ὁ βασιλέως Δαρείου στρατηγὸς ἀναχωρῶν ἐξ Ἐρετρίας Εὔβοιαν ὑφ' ἑαυτῷ ποιησάμενος, ἀπέβη εἰς τὴν χώραν πολλῇ δυνάμει καὶ ἐπόρθει. καὶ ἔτι καὶ νῦν τῆς ἀνδραγαθίας αὐτῶν ὑπομνήματα ‹ἡ› ἐν τῇ ποικίλῃ στοᾷ γραφὴ δεδήλωκεν· ὡς ἕκαστος γὰρ τάχους εἶχεν, εὐθὺς προσβοηθῶν γέγραπται, [95] οἱ τὰς κυνᾶς τὰς Βοιωτίας ἔχοντες. πάλιν δὲ Ξέρξου ἰόντος ἐπὶ τὴν Ἑλλάδα, Θηβαίων μηδισάντων, οὐκ ἐτόλμησαν ἀποστῆναι τῆς ὑμετέρας φιλίας, ἀλλὰ μόνοι τῶν ἄλλων Βοιωτῶν οἱ μὲν ἡμίσεις αὐτῶν μετὰ Λακεδαιμονίων καὶ Λεωνίδου ἐν Θερμοπύλαις παραταξάμενοι τῷ βαρβάρῳ ἐπιόντι συναπώλοντο, οἱ δὲ λοιποὶ ἐμβάντες εἰς τὰς ὑμετέρας τριήρεις, ἐπειδὴ αὐτοῖς οἰκεῖα σκάφη οὐχ ὑπῆρχεν, συνεναυμάχουν ὑμῖν ἐπί τε Ἀρτεμισίῳ καὶ ἐν Σαλαμῖνι