Un vicino attaccabrighe - Versione Kata Logon

Messaggioda wwweeettw » 14 nov 2012, 14:31

Come da titolo mi servirebbe la versione Un vicino ataccabrighe, kata logon, pagina 511 n432

Testo:
ἓν μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς ἅπαντας τοὺς τούτων λόγους ὑπάρχει μοι δίκαιον. τὸ γὰρ χωρίον τοῦτο περιῳκοδόμησεν ὁ πατὴρ μικροῦ δεῖν πρὶν ἐμὲ γενέσθαι, ζῶντος μὲν ἔτι Καλλιππίδου τοῦ τούτων πατρὸς καὶ γειτνιῶντος, ὃς ἀκριβέστερον ᾔδει δήπου τούτων, ὄντος δὲ Καλλικλέους ἀνδρὸς ἤδη καὶ ἐπιδημοῦντος Ἀθήνησιν. 55.4ἐν δὲ τούτοις τοῖς ἔτεσιν ἅπασιν οὔτ’ ἐγκαλῶν οὐδεὶς πώποτ’ ἦλθεν οὔτε μεμφόμενος (καίτοι δῆλον ὅτι καὶ τόθ’ ὕδατα πολλάκις ἐγένετο), οὐδ’ ἐκώλυσεν ἐξ ἀρχῆς, εἴπερ ἠδίκει τινὰ περιοικοδομῶν ὁ πατὴρ τὸ ἡμέτερον χωρίον, ἀλλ’ οὐδ’ ἀπηγόρευσεν οὐδὲ διεμαρτύρατο, πλέον μὲν ἢ πεντεκαίδεκ’ ἔτη τοῦ πατρὸς ἐπιβιόντος, οὐκ ἐλάττω δὲ τοῦ τούτων πατρὸς Καλλιππίδου. 55.5καίτοι, ὦ Καλλίκλεις, ἐξῆν δήπου τόθ’ ὑμῖν, ὁρῶσιν ἀποικοδομουμένην τὴν χαράδραν, ἐλθοῦσιν εὐθὺς ἀγανακτεῖν καὶ λέγειν πρὸς τὸν πατέρα “Τεισία, τί ταῦτα ποιεῖς; ἀποικοδομεῖς τὴν χαράδραν; εἶτ’ ἐμπεσεῖται τὸ ὕδωρ εἰς τὸ χωρίον τὸ ἡμέτερον”, ἵν’ εἰ μὲν ἐβούλετο παύσασθαι, μηδὲν ἡμῖν ἦν δυσχερὲς πρὸς ἀλλήλους, εἰ δ’ ὠλιγώρησεν καὶ συνέβη τι τοιοῦτον, μάρτυσιν εἶχες τοῖς τότε παραγενομένοις χρῆσθαι. 55.6καὶ νὴ Δι’ ἐπιδεῖξαί γέ σ’ ἔδει πᾶσιν ἀνθρώποις χαράδραν οὖσαν, ἵνα μὴ λόγῳ μόνον, ὥσπερ νῦν, ἀλλ’ ἔργῳ τὸν πατέρ’ ἀδικοῦντ’ ἀπέφαινες. τούτων τοίνυν οὐδὲν πώποτ’ οὐδεὶς ποιεῖν ἠξίωσεν. οὐ γὰρ ἂν οὔτ’ ἐρήμην, ὥσπερ ἐμοῦ νῦν,

wwweeettw

nuovo iscritto
nuovo iscritto
 
Risposte:

Messaggioda giada » 15 nov 2012, 8:24

stuurm ti ha tradotto questa versione e ora la trovi sul nostro sito cliccando

giada

Site Admin
Site Admin
 

Torna a LATINO e GRECO

Copyright © 2007-2025 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2025 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-12-20 23:13:23 - flow version _RPTC_G1.3

Per visualizzare il contenuto richiesto
guarda un breve annuncio pubblicitario.