per veneficio contro la matrigna antifonte

Messaggioda annaviva » 24 nov 2012, 15:01

Salve a tutti mi servirebbe la traduzione di " per veneficio contro la matrigna" di Antifonte, precisamente dal paragrafo 21 al 31 vi scrivo l'inizio e la fine in greco: INIZIO:Σκεψαστε ουν οσω δικαιοτερα υμων δεησομαι... FINE : Οιμαι δε και τοις θεοις τοις κατω μελειν οι ηδικηνται . Grazie in anticipo :)
p.s. sul sito ho già cercato e questa parte non c'è.

annaviva

nuovo iscritto
nuovo iscritto
 
Risposte:

Messaggioda giada » 24 nov 2012, 15:44

[21]    Σκέψασθε οὖν ὅσῳ δικαιότερα ὑμῶν δεήσομαι ἐγὼ ἢ ὁ ἀδελφός. Ἐγὼ μέν γε τῷ τεθνεῶτι ὑμᾶς κελεύω καὶ τῷ ἠδικημένῳ τὸν ἀΐδιον χρόνον τιμωροὺς γενέσθαι· οὗτος δὲ τοῦ μὲν τεθνεῶτος πέρι οὐδὲν ὑμᾶς αἰτήσεται, ὃς ἄξιος καὶ ἐλέου καὶ βοηθείας καὶ τιμωρίας παρ' ὑμῶν τυχεῖν, ἀθέως καὶ ἀκλεῶς πρὸ τῆς εἱμαρμένης ὑφ' ὧν ἥκιστα ἐχρῆν τὸν βίον ἐκλιπών, [22] ὑπὲρ δὲ τῆς ἀποκτεινάσης δεήσεται ἀθέμιτα καὶ ἀνόσια καὶ ἀτέλεστα καὶ ἀνήκουστα καὶ θεοῖς καὶ ὑμῖν, δεόμενος ὑμῶν ... ἃ αὐτὴ ἑαυτὴν οὐκ ἔπεισε μὴ κακοτεχνῆσαι. Ὑμεῖς δ' οὐ τῶν ἀποκτεινάντων ἐστὲ βοηθοί, ἀλλὰ τῶν ἐκ προνοίας ἀποθνῃσκόντων, καὶ ταῦτα ὑφ' ὧν ἥκιστα αὐτοὺς ἐχρῆν ἀποθνῄσκειν. Ἤδη οὖν ἐν ὑμῖν ἐστὶ τοῦτ' ὀρθῶς διαγνῶναι, ὃ καὶ ποιήσατε.
[23] Δεήσεται δ' ὑμῶν οὗτος μὲν ὑπὲρ μητρὸς τῆς αὑτοῦ ζώσης, τῆς ἐκεῖνον διαχρησαμένης ἐπιβούλως τε καὶ ἀθέως, ὅπως δίκην μὴ δῷ, ἂν ὑμᾶς πείθῃ, ὧν ἠδίκηκε· ἐγὼ δ' ὑμᾶς ὑπὲρ πατρὸς τοὐμοῦ τεθνεῶτος αἰτοῦμαι, ὅπως παντὶ τρόπῳ δῷ. Ὑμεῖς δέ, ὅπως διδῶσι δίκην οἱ ἀδικοῦντες, τούτου γε ἕνεκα καὶ δικασταὶ ἐγένεσθε καὶ ἐκλήθητε.
[24] Καὶ ἐγὼ μὲν ἐπεξέρχομαι [λέγων], ἵνα δῷ δίκην ὧν ἠδίκηκε καὶ τιμωρήσω τῷ τε πατρὶ τῷ ἡμετέρῳ καὶ τοῖς νόμοις τοῖς ὑμετέροις· ταύτῃ καὶ ἄξιόν μοι βοηθῆσαι ὑμᾶς ἅπαντας, εἰ ἀληθῆ λέγω· οὗτος δὲ τἀναντία, ὅπως ἡ τοὺς νόμους παριδοῦσα μὴ δῷ δίκην ὧν ἠδίκηκε, ταύτῃ βοηθὸς καθέστηκε.
[25] καίτοι πότερον δικαιότερον τὸν ἐκ προνοίας ἀποκτείναντα δοῦναι δίκην ἢ μή; καὶ πότερον δεῖ οἰκτεῖραι μᾶλλον τὸν τεθνεῶτα ἢ τὴν ἀποκτείνασαν; ἐγὼ μὲν οἶμαι τὸν τεθνεῶτα· καὶ γὰρ ‹ἂν› δικαιότερον καὶ ὁσιώτερον καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων γίγνοιτο ὑμῖν. Ἤδη οὖν ἐγὼ ἀξιῶ, ὥσπερ κἀκεῖνον ἀνελεημόνως καὶ ἀνοικτίστως αὕτη ἀπώλεσεν, οὕτω καὶ αὐτὴν ταύτην ἀπολέσθαι ὑπό τε ὑμῶν καὶ τοῦ δικαίου.
[26] Ἡ μὲν ἑκουσίως καὶ βουλεύσασα ἀπέκτεινεν, ὁ δ' ἀκουσίως καὶ βιαίως ἀπέθανε. Πῶς γὰρ οὐ βιαίως ἀπέθανεν, ὦ ἄνδρες, ὅς γ' ἐκπλεῖν ἔμελλεν ἐκ τῆς γῆς τῆσδε, παρά τε ἀνδρὶ φίλῳ αὑτοῦ εἱστιᾶτο; ἡ δὲ πέμψασα τὸ φάρμακον καὶ κελεύσασα ἐκείνῳ δοῦναι πιεῖν ἀπέκτεινεν ἡμῶν τὸν πατέρα, πῶς οὖν ταύτην ἐλεεῖν ἄξιόν ἐστιν ἢ αἰδοῦς τυγχάνειν παρ' ὑμῶν ἢ ἄλλου του, ἥτις αὐτὴ οὐκ ἠξίωσεν ἐλεῆσαι τὸν ἑαυτῆς ἄνδρα, ἀλλ' ἀνοσίως καὶ αἰσχρῶς ἀπώλεσεν; [27] οὕτω δέ τοι καὶ ἐλεεῖν ἐπὶ τοῖς ἀκουσίοις παθήμασι μᾶλλον προσήκει ἢ τοῖς ἑκουσίοις καὶ ἐκ προνοίας ἀδικήμασι καὶ ἁμαρτήμασι. Καὶ ὥσπερ ἐκεῖνον αὕτη οὔτε θεοὺς οὔθ' ἥρωας οὔτ' ἀνθρώπους αἰσχυνθεῖσα οὐδὲ δείσασ' ἀπώλεσεν, οὕτω καὶ αὐτὴ ὑφ' ὑμῶν καὶ τοῦ δικαίου ἀπολομένη, καὶ μὴ τυχοῦσα μήτ' αἰδοῦς μήτ' ἐλέου μήτ' αἰσχύνης μηδεμιᾶς παρ' ὑμῶν, τῆς δικαιοτάτης ἂν τύχοι τιμωρίας.
[28]    Θαυμάζω δὲ ἔγωγε τῆς τόλμης τοῦ ἀδελφοῦ καὶ τῆς διανοίας, τὸ διομόσασθαι ὑπὲρ τῆς μητρὸς εὖ εἰδέναι μὴ πεποιηκυῖαν ταῦτα. Πῶς γὰρ ἄν τις εὖ εἰδείη οἷς μὴ παρεγένετο αὐτός; οὐ γὰρ δή που μαρτύρων γ' ἐναντίον οἱ ἐπιβουλεύοντες τοὺς θανάτους τοῖς πέλας μηχανῶνταί τε καὶ παρασκευάζουσιν, ἀλλ' ὡς μάλιστα δύνανται λαθραιότατα καὶ ὡς ἀνθρώπων μηδένα εἰδέναι· [29] οἱ δὲ ἐπιβουλευόμενοι οὐδὲν ἴσασι, πρίν γ' ἤδη ἐν αὐτῷ ὦσι τῷ κακῷ καὶ γιγνώσκωσι τὸν ὄλεθρον ἐν ᾧ εἰσί. Τότε δέ, ἐὰν μὲν δύνωνται καὶ φθάνωσι πρὶν ἀποθανεῖν, καὶ φίλους καὶ ἀναγκαίους τοὺς σφετέρους ‹αὐτῶν› καλοῦσι καὶ μαρτύρονται, καὶ λέγουσιν αὐτοῖς ὑφ' ὧν ἀπόλλυνται, καὶ ἐπισκήπτουσι τιμωρῆσαι σφίσιν αὐτοῖς ἠδικημένοις·
[30] ἃ κἀμοὶ παιδὶ ὄντι ὁ πατήρ, τὴν ἀθλίαν καὶ τελευταίαν νόσον νοσῶν, ἐπέσκηπτεν· ἐὰν δὲ τούτων ἁμαρτάνωσι, γράμματα γράφουσι, καὶ οἰκέτας τοὺς σφετέρους αὐτῶν ἐπικαλοῦνται μάρτυρας, καὶ δηλοῦσιν ὑφ' ὧν ἀπόλλυνται. Κἀκεῖνος ἐμοὶ νέῳ ἔτι ὄντι ταῦτα ἐδήλωσε καὶ ἐπέστειλεν, ὦ ἄνδρες, οὐ τοῖς ἑαυτοῦ δούλοις.
[31]    Ἐμοὶ μὲν οὖν διήγηται καὶ βεβοήθηται τῷ τεθνεῶτι καὶ τῷ νόμῳ· ἐν ὑμῖν δ' ἐστὶ σκοπεῖν τὰ λοιπὰ πρὸς ὑμᾶς αὐτοὺς καὶ δικάζειν τὰ δίκαια. Οἶμαι δὲ καὶ θεοῖς τοῖς κάτω μέλειν οοἳ ἠδίκηνται.


Siamo spiacenti ma non ci è ancora pervenuta una traduzione di questo passo

mandacelo tu quando l'avrai tradotto guadagnerai molti crediti (10)

giada

Site Admin
Site Admin
 

Torna a LATINO e GRECO

Copyright © 2007-2025 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2025 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-12-20 23:13:16 - flow version _RPTC_G1.3