da dany97 » 9 dic 2012, 20:49
aiuto c'è qualcuno che vuole aiutarmi in questa versione?Latona-parte seconda-da Ps. Apollodoro.(è solo un pezzo e non tutta)
Εὔτεκνος δὲ οὖσα Νιόβη ὑπερβάλλειν ἔφασκε Ληθώ, ᾗ μόνοι δύο υἱεῖς ἦσαν:μάτην δὲ τῇ τῶν επῶν πειθοῖ
αἱ ἄλλαι μητέπες αὑτὴν παρώξυνον αἰδὼ προσέχειν τῇ Ληθοῖ. Αὕτη δέ, ταύτην τὴν ὕβρεως ἐπίδειξιν ἀγανακτῶς φέρουσα, τήν τε Ἄρτεμιν καὶ τὸν Ἀπόλλωνα κατ' αὐτῶν παροξύνει, καὶ τὰς θυγατέρας ἐπὶ τῆς
οἰκίας κατετόξευεν Ἄρτεμις, τοὺς δὲ υἱέας ἐν Κιθαιρῶνι Ἀπόλλων κυνηγετέοντας ἀπέκτεινεν. Ἐσῴζετο δὲ τῶν μὲ υἱῶν Ἀμφίων (ᾧ τὸ αὐτὸ τοῦ πατρὸς ὄνομα ἦν), τῶν δὲ θυγατέρων Χλωρίς, ἣν ὁ Νηλεὐς ἔπειτα γυναῖ λαμβάνει. Αὐτὴ ἡ Νιόβη, τὰς Θήβας ἀπολείπουσα, πρὸς τὸν ἑαυτῆς πατέρα Τάνταλου προσῄει εἰς Σίπυλον κἀκεῖ, τῷ Διὶ εὐχομένη, τὴν ὄψιν εἰς λίθον μετέβαλλε, ἐξ οὗ χεῖται δάκρυα νύκτωρ καὶ μεθ'ἡμέραν.