da puddicina » 31 lug 2013, 17:56
La battaglia di Mantinea: i cavalieri ateniesi riescono a riequilibrare lo scontro Diodoro Siculo αμα μεν γαρ κατα την αποχωρεσιν ..... παλιντροπον εποιησε την μαχην - ἅμα μὲν γὰρ κατὰ τὴν ἀποχώρησιν οὐκ ἐτάραξαν τὴν ἰδίαν φάλαγγα, ἅμα δὲ περιπεσόντες Εὐβοεῦσι καὶ μισθοφόροις τισὶν ἀπεσταλμένοις ἐπὶ τὴν κατάληψιν τῶν πλησίον λόφων, συνάψαντες αὐτοῖς μάχην ἅπαντας ἀπέκτειναν.οἱ δὲ τῶν Θηβαίων ἱππεῖς τοὺς μὲν φεύγοντας οὐκ ἐπεδίωξαν, ἐπὶ δὲ τὴν φάλαγγα τῶν ἀντιτεταγμένων ἐπελάσαντες ἐφιλοτιμοῦντο παραλλάξαι τοὺς πεζούς. ἰσχυρᾶς δὲ μάχης γενομένης, καὶ τῶν Ἀθηναίων καταπονουμένων καὶ πρὸς φυγὴν ὁρμησάντων, ὁ τῶν Ἠλείων ἵππαρχος ἐπὶ τῆς οὐραγίας τεταγμένος ἐπεβοήθησε τοῖς φεύγουσι, καὶ πολλοὺς τῶν Βοιωτῶν καταβαλὼν παλίντροπον ἐποίησε τὴν μάχην.
la versione di cui vorrei la traduzione in italiano è di diodoro siculo e il titolo è La battaglia di Mantinea: i cavalieri ateniesi riescono a riequilibrare lo scontro.
inizio:αμα μεν γαρ κατα την αποχωρεσιν
fine:παλιντροπον εποιησε την μαχην
grazie, in anticipo a chi mi aiuterà.