da Hana » 4 ott 2013, 13:00
Luciano libro esperia pag 341 n 7 Οὐκοῦν διὰ βραχέων προακοῦσαι χρή σε ἃ περὶ πόλεως καὶ πολιτῶν ἡμῖν δοκεῖ. πόλιν γὰρ ἡμεῖς οὐ τὰ οἰκοδομήματα ἡγούμεθα εἶναι, οἷον τείχη καὶ ἱερὰ καὶ νεωσοίκους, ἀλλὰ ταῦτα μὲν ὥσπερ σῶμά τι ἑδραῖον καὶ ἀκίνητον ὑπάρχειν εἰς ὑποδοχὴν καὶ ἀσφάλειαν τῶν πολιτευομένων, τὸ δὲ πᾶν κῦρος ἐν τοῖς πολίταις τιθέμεθα· τούτους γὰρ εἶναι τοὺς ἀναπληροῦντας καὶ διατάττοντας καὶ ἐπιτελοῦντας ἕκαστα καὶ φυλάττοντας, οἷόν τι ἐν ἡμῖν ἑκάστῳ ἐστὶν ἡ ψυχή. τοῦτο δὴ τοίνυν κατανοήσαντες ἐπιμελούμεθα μέν, ὡς ὁρᾷς, καὶ τοῦ σώματος τῆς πόλεως, κατακοσμοῦντες αὐτὸ ὡς κάλλιστον ἡμῖν εἴη, ἔνδοθέν τε οἰκοδομήμασιν κατεσκευασμένον καὶ ταῖς ἔκτοσθεν ταύταις περιβολαῖς εἰς τὸ ἀσφαλέστατον πεφραγμένον. μάλιστα δὲ καὶ ἐξ ἅπαντος τοῦτο προνοοῦμεν, ὅπως οἱ πολῖται ἀγαθοὶ μὲν τὰς ψυχάς, ἰσχυροὶ δὲ τὰ σώματα γίγνοιντο· τοὺς γὰρ τοιούτους σφίσι τε αὐτοῖς καλῶς χρήσεσθαι ἐν εἰρήνῃ συμπολιτευομένους καὶ ἐκ πολέμου σώσειν τὴν πόλιν καὶ ἐλευθέραν καὶ εὐδαίμονα (διαφυλάξειν) διαφυλαττουσιν
Ragazzi mi servirebbe la versione di greco dal libro esperia pag 341 n 7 "che cos'è una polis per un greco" da Luciano
INIZIO ουκουν δια βραχεων προακουειν χρη σε α
FINE και ελευθεραν και ευδαιμονα διαφυλαττουσιν
grazie!