Salve a tutti....mi servirebbero le traduzioni delle versioni del libro Metaphrazein "Bisogna obbedire alle leggi" di Eschine a pag. 45 n.14,"Dissoluti e imbelli" di Eliano pag.47 n.19 e "Le Amazzoni impongono il governo delle donne" di Diodoro Siculo a pg. 53 n.34...Sono piuttosto urgenti...grazieeee

bisogna obbedire alle leggi
προσήκειν δὲ ἔγωγε νομίζω, ὅταν μὲν νομοθετῶμεν, τοῦθ’ ἡμᾶς σκοπεῖν, ὅπως καλῶς ἔχοντας καὶ συμφέροντας νόμους τῇ πολιτείᾳ θησόμεθα, ἐπειδὰν δὲ νομοθετήσωμεν, τοῖς νόμοις τοῖς κειμένοις πείθεσθαι, τοὺς δὲ μὴ πειθομένους κολάζειν, εἰ δεῖ τὰ τῆς πόλεως καλῶς ἔχειν. Σκέψασθε γάρ, ὦ Ἀθηναῖοι, ὅσην πρόνοιαν περὶ σω φροσύνης ἐποιήσατο ὁ Σόλων ἐκεῖνος, ὁ παλαιὸς νομοθέ- της, καὶ ὁ Δράκων καὶ οἱ κατὰ τοὺς χρόνους ἐκείνους νομοθέται. πρῶτον μὲν γὰρ περὶ τῆς σωφροσύνης τῶν παίδων τῶν ἡμετέρων ἐνομοθέτησαν, καὶ διαρρήδην ἀπέδει- ξαν, ἃ χρὴ τὸν παῖδα τὸν ἐλεύθερον ἐπιτηδεύειν, καὶ ὡς δεῖ αὐτὸν τραφῆναι, ἔπειτα δεύτερον περὶ τῶν μειρακίων, τρίτον δ’ ἐφεξῆς περὶ τῶν ἄλλων ἡλικιῶν, οὐ μόνον περὶ τῶν ἰδιωτῶν, ἀλλὰ καὶ περὶ τῶν ῥητόρων. καὶ τούτους τοὺς νόμους ἀναγράψαντες ὑμῖν παρακατέθεντο, καὶ ὑμᾶς αὐτῶν ἐπέστησαν φύλακας.
Le amazzoni impongono il governo delle donne - Diodoro Siculo
παρὰ τὸν Θερμώδοντα τοίνυν ποταμὸν ἔθνους κρατοῦντος γυναικοκρατουμένου, καὶ τῶν γυναικῶν ὁμοίως τοῖς ἀνδράσι τὰς πολεμικὰς χρείας μεταχειριζομένων, φασὶ μίαν ἐξ αὐτῶν βασιλικὴν ἐξουσίαν ἔχουσαν ἀλκῇ καὶ ῥώμῃ διενεγκεῖν· συστησαμένην δὲ γυναικῶν στρατόπεδον γυμνάσαι τε τοῦτο καί τινας τῶν ὁμόρων καταπολεμῆσαι. αὐξομένης δὲ τῆς περὶ αὐτὴν ἀρετῆς τε καὶ δόξης συνεχῶς ἐπὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν στρατεύειν, καὶ τῆς τύχης εὐροούσης φρονήματος ἐμπίμπλασθαι, καὶ θυγατέρα μὲν Ἄρεος αὑτὴν προσαγορεῦσαι, τοῖς δ´ ἀνδράσι προσνεῖμαι τὰς ταλασιουργίας καὶ τὰς τῶν γυναικῶν κατ´ οἴκους ἐργασίας. νόμους τε καταδεῖξαι, δι´ ὧν τὰς μὲν γυναῖκας ἐπὶ τοὺς πολεμικοὺς ἀγῶνας προάγειν, τοῖς δ´ ἀνδράσι ταπείνωσιν καὶ δουλείαν περιάπτειν. τῶν δὲ γεννωμένων τοὺς μὲν ἄῤῥενας ἐπήρουν τά τε σκέλη καὶ τοὺς βραχίονας, ἀχρήστους κατασκευάζοντες πρὸς τὰς πολεμικὰς χρείας, τῶν δὲ θηλυτερῶν τὸν δεξιὸν μαστὸν ἐπέκαον, ἵνα μὴ κατὰ τὰς ἀκμὰς τῶν σωμάτων ἐπαιρόμενος ἐνοχλῇ· ἀφ´ ἧς αἰτίας συμβῆναι τὸ ἔθνος τῶν Ἀμαζόνων ταύτης τυχεῖν τῆς προσηγορίας.
Dissoluti e imbelli Eliano
Βυζαντίους δέ δεινώς οίνόφλυγας όντας ένοικειν τοις καπηλειοις λογος εχει τών οικιών τών ιδίων και τών δωμάτων έςοικισθέντας, και τοις ξένοις τοις ενεπιδημούσι τη πόλει άπομισθώντας1 αυτά, και ού μόνον εκείνων, άλλα και τών γυναικών αυτοίς άποστάντας. ώς έν ταύτώ τους Βυζαντίους διπλήν αίτίαν φέρεσθαι και οίνοφλυγίας και προαγωγείας. "Ατε δέ ύπό της μέθης και του οίνου διαρρέοντες, αυλού μεν άκούοντες χαίρουσι, καϊ τό έργον αύτοις αύλείσθαί έστι· σάλπιγγα δε ουδέ, αρχήν υπομένουσα. Και έκ τούτων έςεστι νοέίν ότι και προς όπλα και προς πολέμους άλλοτριώτατα διάκεινται Βυζάντιοι.