da Elenaeandrea » 26 giu 2014, 10:17
Pag 438 n 421 libro ellenion (demostene)
[21] Καίτοι σκέψασθε πῶς ἐπὶ τῶν προγόνων ταῦτ´ εἶχεν· οὐ γὰρ ἀλλοτρίοις ὑμῖν παραδείγμασι χρησαμένοις, ἀλλ´ οἰκείοις ἔξεσθ´ ἃ προσήκει πράττειν εἰδέναι. Ἐκεῖνοι Θεμιστοκλέα τὸν τὴν ἐν Σαλαμῖνι ναυμαχίαν στρατηγοῦντα καὶ Μιλτιάδην τὸν ἡγούμενον Μαραθῶνι καὶ πολλοὺς ἄλλους, οὐκ ἴσα τοῖς νῦν στρατηγοῖς ἀγάθ´ εἰργασμένους, μὰ Δί´ οὐ χαλκοῦς ἵστασαν, ἀλλ´ ὡς οὐδὲν αὑτῶν κρείττους ὄντας, οὕτως ἐτίμων. [22] Καὶ γάρ τοι τῶν ἔργων οὐδενός, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν τότ´ ἀπεστέρησαν αὑτούς, οὐδ´ ἔστ´ οὐδεὶς ὅστις ἂν εἴποι τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Θεμιστοκλέους, ἀλλ´ Ἀθηναίων, οὐδὲ τὴν {ἐν} Μαραθῶνι μάχην Μιλτιάδου, ἀλλὰ τῆς πόλεως. Νῦν δὲ πολλοὶ τοῦτο λέγουσιν, ὡς Κέρκυραν εἷλε Τιμόθεος καὶ τὴν μόραν κατέκοψεν Ἰφικράτης καὶ τὴν περὶ Νάξον ναυμαχίαν ἐνίκα Χαβρίας· δοκεῖτε γὰρ αὐτοὶ τῶν ἔργων τούτων παραχωρεῖν τῶν τιμῶν ταῖς ὑπερβολαῖς αἷς δεδώκατ´ ἐπ´ αὐτοῖς ἑκάστῳ τούτων.
me serve in italiano, grazie in anticipo!