da Croma » 14 ago 2014, 8:18
Ciao! avrei urgente bisogno di questa versione di greco di plutarco!
Plutarco
λέγουσι δ' αὐτὸν ἔτι νέον ὄντα εἰς σπήλαιον ἀπιέναι κἀκεῖ φιλολογεῖν τὸ ἥμισυ τῆς κεφαλῆς ἐξυρημένον, ἵνα μὴ προέρχοιτο· καὶ ἐπὶ στενῆς κλίνης κοιμᾶσθαι, ἵνα διὰ ταχέων ἀνίστηται· τό τε ῥῶ μὴ δυνάμενον λέγειν ἐκπονῆσαι, καὶ τὸν ὦμον ἐν τῷ μελετᾶν κινοῦντα ἀπρεπῶς καταπαῦσαι, παραρτήσαντα ὀβελίσκον ἢ ὥς τινες ξιφίδιον ἐκ τῆς ὀροφῆς, ἵνα φοβούμενος ἠρεμοίη. προβαίνοντα δὴ κατὰ τὴν τῶν λόγων ἰσχὺν ἔσοπτρον ἰσομέγεθες αὑτῷ κατασκευάσαι καὶ πρὸς τοῦτο ἀφορῶντα μελετᾶν, ἵν' ἐπανορθώσηται τὰ ἐλλείποντα· καὶ κατιόντα ἐπὶ τὸ Φαληρικὸν πρὸς τὰς τῶν κυμάτων ἐμβολὰς τὰς σκέψεις ποιεῖσθαι, ἵν', εἴ ποτε θορυβοίη ὁ δῆμος, μὴ ἐκσταίη· τοῦ δὲ πνεύματος αὐτῷ ἐνδέοντος Νεοπτολέμῳ τῷ ὑποκριτῇ μυρίας δοῦναι, ἵν' ὅλας περιόδους ἀπνεύστως λέγῃ.
Grazie