Ciao a tutti, avrei urgente bisogno della traduzione di questa versione di Senofonte riguardante Agesilao e di alcune frasette entro stasera. Grazie mille, mi servono per un'interrogazione fondamentale.
Τοὺς μὲν δὴ ἱππέας ἐδέξαντο οἱ ἀγαθοὶ τῶν Περσῶν· ἐπειδὴ δὲ ἅμα πάντα τὰ δεινὰ παρῆν ἐπ᾽ αὐτούς, ἐνέκλιναν, καὶ οἱ μὲν αὐτῶν εὐθὺς ἐν τῷ ποταμῷ ἔπεσον, οἱ δὲ ἄλλοι ἔφευγον. Οἱ δὲ Ἕλληνες ἑπόμενοι αἱροῦσι καὶ τὸ στρατόπεδον αὐτῶν. Καὶ οἱ μὲν πελτασταὶ ὥσπερ εἰκὸς ἐφ᾽ ἁρπαγὴν ἐτρέποντο· ὁ δὲ Ἀγησίλαος ἔχων κύκλῳ πάντα καὶ φίλια καὶ πολέμια περιεστρατοπεδεύσατο. Ὡς δ᾽ ἤκουσε τοὺς πολεμίους ταράττεσθαι διὰ τὸ αἰτιᾶσθαι ἀλλήλους τοῦ γεγενημένου, εὐθὺς ἦγεν ἐπὶ Σάρδεις. Κἀκεῖ ἅμα μὲν ἔκαιε καὶ ἐπόρθει τὰ περὶ τὸ ἄστυ, ἅμα δὲ καὶ κηρύγματι ἐδήλου τοὺς μὲν ἐλευθερίας δεομένους ὡς πρὸς σύμμαχον αὐτὸν παρεῖναι· εἰ δέ τινες τὴν Ἀσίαν ἑαυτῶν ποιοῦνται, πρὸς τοὺς ἐλευθεροῦντας διακρινουμένους ἐν ὅπλοις παρεῖναι.
1) Ο ρητωρ ος ταληθη λεγει χαριειται μεν ουδετεροις, διαβεβλησεται δε προς αμφοτερους.
2) Φιλην Λεσβον προσποιησαντες τη πολει πολλην ευποριαν χρηματων διαπεπραγμενοι εσονται.
3) Αλγει μεν ο σοφος ου μαλλον στρεβλουμενος η στρεβλουμενου του φιλου, και υπερ αυτοθ τεθνηξεται.
4) Τη αυτη ψηφω τους αλλους κοσμιωτερους ποιησετε η νυν εισι και παρα τουτων δικην ειληφοτες εσεσθε.
5) Τουτο δε χρη, ω Χαρης, ευ ειδεναι, οτι εαν ταυτα πραξης, τοις μεν πολεμιοις επιτετειχικως εσει, φιλιαν δε πολιν διασεσωοκως, ευκλεεστατος δε εν τη πατριδι εσει, ονομαστοτατος δε και εν τοις συμμαχοις και πολεμιοις.
6) Ο δικαιος μαστιγωσεται, στρεβλωσεται, δεδησεται, εκκαυθησεται τωφθαλμω, τελευτων παντα κακα παθων ανασχινδυλευθησεται και γνωσεται οτι ουκ ειναι δικαιον, αλλα δοκειν εθελειν.
Grazie mille ancora una volta!