da zeus » 14 dic 2015, 18:05
Ἰόντι τὴν ὁδὸν ἐπὶ τὸ στάδιον, ἔστιν ἐν ἀριστερᾷ πρὸς αὐτῷ τῷ ὄρει Κρονίῳ κρηπὶς καὶ ἀναβασμοὶ δι᾽ αὐτῆς· πρὸς δὲ τῇ κρηπῖδι ἀγάλματα Διὸς ἀνάκειται χαλκᾶ. Τὰ ἀγάλματα ποιοῦνται μὲν ἀπὸ χρημάτων ζημίας ἐπιβαλλομένης ἀθληταῖς ὑβρίζουσιν ἐς τὸν ἀγῶνα, καλοῦνται δὲ ὑπὸ τῶν ἐπιχωρίων Ζᾶνες. Εὔπωλος γὰρ Θεσσαλὸς χρήμασι διέφθειρε τοὺς πύκτας, Ἀγήτορα Ἀρκάδα καὶ Πρύτανιν Κυζικηνόν, σὺν δὲ αὐτοῖς καὶ Φορμίωνα Ἁλικαρνασσέα μὲν γένος, ὀλυμπιάδι δὲ τῇ προηγουμένῃ Ὀλυμπιονίκην. Αὐτὴ ἡ δωροδοκία ἐξ ἀθλητῶν πρῶτόν ἐστιν ἀδίκημα ἐς τὸν ἀγῶνα, καὶ πρῶτοι ἐζημιώθησαν ὑπὸ τῶν Ἑλλανοδίκων Εὔπωλος καὶ οἱ δεξάμενοι δῶρα παρὰ Εὐπώλου. Γραπτὰ ἐλεγεῖά ἐστιν ἐπὶ τοῖς ἀγάλμασιν. Ἐθέλει δὲ τὸ μὲν πρῶτον τῶν ἐλεγείων δηλοῦν ὡς οὐ χρήμασιν ἀλλὰ ὠκύτητι τῶν ποδῶν καὶ ὑπὸ ἰσχύος σώματος Ὀλυμπικὴν νίκην ἔστιν νικᾶν· τὸ δὲ δεύτερόν φησιν τὸ ἄγαλμα ἀθληταῖς παρανομοῦσιν εἶναι δέος. Τὸ δὲ τρίτον φησὶν εἶναι τὰ ἀγάλματα διδασκαλίαν πᾶσιν Ἕλλησιν· μηδένα ἐπὶ Ὀλυμπικῇ νίκῃ δεῖ διδόναι χρήματα. hellenistì pagina 205 numero 13