da rosestubbornness » 5 feb 2018, 15:32
Οὐκ ἐν τοῖς σκιραφείοις οἱ νεώτεροι διέτριβον, οὐδ᾽ἐν ταῖς αὐλητρίσιν, οὐδ᾽ἐν τοῖς τοιούτοις συλλόγοις ἐν οἷς νῦν διημερεύουσιν, ἀλλ᾽ἐν τοῖς ἐπιτηδεύμασιν ἔμενον ἐν οἷς ἐπαιδεύοντο, θαυμάζοντες καὶ ζηλοῦντες τοὺς ἐν τούτοις πρωτεύοντας. Οὕτω δ᾽ἔφευγον τὴν ἀγορὰν ὥστε, ὅτε ἀναγκάζοιντο διέρχεσθαι, μετὰ πολλῆς αἰδοῦς καὶ σωφροσύνης ἐφαίνοντο τοῦτο ποιοῦντες. Ἀντιλέγειν δὲ τοῖς πρεσβυτέροις ἢ λοιδορεῖν δεινότερον ἐνόμιζον ἢ νῦν περὶ τοὺς γονέας ἐξαμαρτάνειν. Ἐν καπηλείῳ δὲ ἐσθίειν ἢ πίνειν οὐδεὶς νεανιῶν μετρίων ἐπιεικῶς ἐτόλμα. Σεμνύνεσθαι γὰρ ἐμελέτων, ἀλλ᾽οὐ βωμολοχεύεσθαι· καὶ τοὺς εὐτραπέλους δὲ καὶ τοὺς ἀσελγεῖς, οὓς νῦν εὐφυεῖς προσαγορεύουσιν, ἐκεῖνοι δυστυχεῖς ἐνόμιζον.
Libro Verso Itaca, pag. 199 nr. 119.