da rosestubbornness » 25 feb 2018, 10:54
(EDIZIONE ROSSA) Libro Gymnasmata 1, pag. 452 nr. 20.
Ἃ μὲν ἐπίστασαι, ταῦτα διαφύλαττε ταῖς μελέταις, ἃ δὲ μὴ γιγνώσκεις, προσλάμβανε ταῖς ἐπιστήμαις· ὁμοίως γὰρ αἰσχρόν ἐστι σε ἀκούοντα χρήσιμον λόγον μὴ μανθάνειν καὶ δεχόμενόν τι ἀγαθὸν παρὰ τῶν φίλων μὴ λαμβάνειν. Καταναλίσκου τὴν ἐν τῷ βίῳ σχολὴν εἰς τὴν τῶν λόγων φιληκοΐαν· οὕτω γὰρ τὰ τοῖς ἄλλοις χαλεπῶς εὑρισκόμενα συμβαίνεταί σοι ῥᾳδίως μανθάνειν. Ἡγοῦ τῶν ἁκουσμάτων πολλὰ εἶναι κρείττω πολλῶν χρημάτων· τὰ μὲν γὰρ ταχέως ἀπολείπει, τὰ δὲ πάντα τὸν χρόνον παραμένει· σοφία γὰρ μόνον τῶν κτημάτων ἀθάνατον. Μὴ κατόκνει μακρὰν ὁδὸν πορεύεσθαι πρὸς τοὺς διδάσκειν τι χρήσιμον ἐπαγγελλομένους· αἱσχρὸν γὰρ ἐστι τοὺς μὲν ἐμπόρους τηλικαῦτα πελάγη διαπερᾶν τοῦ πλείω ποιεῖν ἕνεςα τὴν ὑπάρχουσαν οὐσίαν, τοὺς δὲ νεωτέρους μηδὲ τὰς κατὰ γῆν πορείας ὑπομένειν ἐπὶ τῷ βελτίω καθιστάναι τὴν αὑτῶν διάνοιαν.
- Allegati
-