Aneddoti di agesilao il grande

Messaggioda franciro » 25 ago 2018, 14:30

Libro "Poros", lingua e civiltà greca laboratorio 1 - Testo: Ἀγησίλαος ὁ μέγας παρὰ πότον ποτὲ λαχὼν συμποσίαρχος, ἐρωτηθεὶς ὑπὸ τοῦ οἰνοχόου πόσον ἑκάστῳ προσφέροι, « Εἰ μὲν πολὺς οἶνός ἐστιν » ἔφη « παρεσκευασμένος, [208c] ὅσον ἕκαστος αἰτεῖ· εἰ δ´ ὀλίγος, ἐξ ἴσου δίδου πᾶσι. »Κακούργου δέ τινος ἐμμόνως ὑπομείναντος βασάνους, « Ὡς σφόδρα πονηρός » εἶπεν « ἅνθρωπος, εἰς μοχθηρὰ καὶ αἰσχρὰ πράγματα τὴν ὑπομονὴν καὶ καρτερίαν κατατιθέμενος. »Ἐπαινοῦντος δέ τινος ῥήτορα ἐπὶ τῷ δυνατῶς αὔξειν τὰ μικρὰ πράγματα, « Οὐδὲ σκυτοτόμον » ἔφησεν « ἡγοῦμαι σπουδαῖον, ὃς μικρῷ ποδὶ ὑποδήματα μεγάλα περιτίθησι. »Φαμένου δέ τινός ποτε πρὸς αὐτόν « Ὡμολόγηκας », καὶ πολλάκις τὸ αὐτὸ λέγοντος, « Ναὶ μὰ Δία, εἴ γ´ ἐστὶ δίκαιον » ἔφη· « εἰ δὲ μή, ἔλεξα μέν, ὡμολόγησα δ´ οὔ. » [208d] Ἐπειπόντος δέ « Ἀλλὰ μὴν δεῖ τοὺς βασιλεῖς ἐπιτελεῖν ὅττι κεν κεφαλῇ κατανεύσωσιν » « Οὐ μᾶλλον » ἔφη « ἢ τοὺς προσιόντας τοῖς βασιλεῦσιν αἰτεῖσθαι δεῖ τὰ δίκαια καὶ λέγειν, στοχαζομένους τε τοῦ καιροῦ καὶ τοῦ ἁρμόζοντος τοῖς βασιλεῦσιν. »Ὁπότε δὲ ψεγόντων ἢ ἐπαινούντων τινῶν ἀκούοι, οὐχ ἧττον ᾤετο δεῖν καταμανθάνειν τοὺς τῶν λεγόντων τρόπους ἢ περὶ ὧν λέγοιεν.Ἔτι δὲ παῖδα αὐτὸν ὄντα, γυμνοπαιδίας ἀγομένης, ὁ χοροποιὸς ἔστησεν εἰς ἄσημον τόπον· ὁ δ´ ἐπείσθη καίπερ ἤδη βασιλεὺς ἀποδεδειγμένος καὶ εἶπεν « Εὖγε· δείξω γὰρ ὅτι οὐχ οἱ τόποι τοὺς ἄνδρας ἐντίμους, ἀλλ´ οἱ ἄνδρες [208e] τοὺς τόπους ἐπιδεικνύουσι. »Προστάττοντος δέ τινος αὐτῷ ἰατροῦ περιεργοτέραν θεραπείαν καὶ οὐχ ἁπλῆν, « Νὴ τὼ θεώ » φησίν, « οὐ πάντως μοι πρόκειται ζῆν οὐδὲ πάντ´ ἀναδεχόμενον. »Ἐφεστὼς δέ ποτε τῷ βωμῷ τῆς Χαλκιοίκου βουθυτῶν, ἐπειδὴ φθεὶρ αὐτὸν ἔδακεν, οὐ διετράπη· λαβὼν δὲ περιφανῶς ἐναντίον πάντων ἀπέκτεινε καὶ προσεῖπε « Νὴ τοὺς θεοὺς, ἡδέως τὸν ἐπίβουλον καὶ ἐπὶ τῷ βωμῷ. »[208f] Ἄλλοτ´ ἰδὼν μῦν ἑλκόμενον ἐκ θυρίδος ὑπὸ παιδαρίου, ἐπεὶ ὁ μῦς ἐπιστραφεὶς ἔδακε τὴν χεῖρα τοῦ κρατοῦντος καὶ ἔφυγεν, ἐπιδείξας τοῖς παροῦσιν εἶπεν « Ὅταν τὸ ἐλάχιστον ζῷον οὕτως ἀμύνηται τοὺς ἀδικοῦντας, τί τοὺς ἄνδρας προσήκει ποιεῖν λογίζεσθε; »Βουλόμενος δὲ τὸν πρὸς τὸν Πέρσην συστήσασθαι πόλεμον ἕνεκα τοῦ ἐλευθερῶσαι τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας, τῷ κατὰ Δωδώνην Διὸς ἐχρήσατο μαντείῳ· κελεύσαντος δέ, εἴπερ ἐστίν, ᾧ δοκεῖ, στρατεύεσθαι, τὸ χρησθὲν ἀνήγγειλε τοῖς ἐφόροις· [209a] οἱ δ´ ἐκέλευσαν αὐτὸν καὶ εἰς Δελφοὺς ἀφικόμενον περὶ τῶν αὐτῶν πυνθάνεσθαι. Πορευθεὶς οὖν εἰς τὸ μαντεῖον ἐπηρώτησεν οὕτως « Ἄπολλον, ἦ δοκεῖ σοι ὃ καὶ τῷ πατρί; » συναινέσαντος δὲ αἱρεθεὶς οὕτως ἐστρατεύσατο.Ἐπεὶ δὲ Τισσαφέρνης ἐν ἀρχῇ μὲν φοβηθεὶς τὸν Ἀγησίλαον ἐποιήσατο σπονδὰς τὰς πόλεις αὐτῷ τὰς Ἑλληνικὰς ἀφήσειν αὐτονόμους, μεταπεμψάμενος δὲ παρὰ τοῦ βασιλέως πολὺ στράτευμα πόλεμον κατήγγειλεν αὐτῷ, εἰ μὴ ἀπίοι τῆς Ἀσίας, ἄσμενος τὴν παράβασιν δεξάμενος ὥρμησε μὲν ὡς ἐπὶ Καρίαν προάξων· [209b] ἐκεῖ δὲ τὴν δύναμιν τοῦ Τισσαφέρνους ἀθροίσαντος ἄρας εἰς Φρυγίαν ἐνέβαλε· καὶ λαβὼν πόλεις πλείστας καὶ χρημάτων πλῆθος εἶπε τοῖς φίλοις ὅτι σπεισάμενον μὲν ἀδικεῖν ἀσεβές, τοὺς δὲ πολεμίους παραλογίζεσθαι οὐ μόνον δίκαιον καὶ ἐπίδοξον, ἀλλὰ καὶ ἡδὺ καὶ κερδαλέον.Τοῖς δ´ ἱππεῦσιν ἐλαττωθεὶς ἀνεχώρησεν εἰς Ἔφεσον, καὶ τοῖς εὐπόροις προεῖπε παρέχειν ἵππον 〈ἕκαστον〉 ἀνθ´ ἑαυτοῦ καὶ ἄνδρα ἀπολυομένους τῆς στρατείας, ὥστε ταχὺ συνήχθησαν καὶ ἵπποι καὶ ἄνδρες ἐπιτήδειοι ἀντὶ δειλῶν καὶ πλουσίων. Καὶ τὸν Ἀγαμέμνονα ἔφη ζηλοῦν· καὶ γὰρ ἐκεῖνον θήλειαν ἵππον ἀγαθὴν λαβόντα [209c] κακὸν ἄνδρα καὶ πλούσιον τῆς στρατείας ἀπολῦσαι.Ἐπεὶ δὲ κελεύσαντος αὐτοῦ τοὺς αἰχμαλώτους γυμνοὺς [πωλεῖν] ἐπίπρασκον οἱ λαφυροπῶλαι καὶ τῆς μὲν ἐσθῆτος ἦσαν ὠνηταὶ πολλοί, τῶν δὲ σωμάτων λευκῶν καὶ ἁπαλῶν παντάπασι διὰ τὰς σκιατροφίας κατεγέλων ὡς ἀχρήστων καὶ μηδενὸς ἀξίων, ἐπιστὰς ὁ Ἀγησίλαος « Ταῦτα μέν » εἶπεν « ὑπὲρ ὧν μαχεῖσθε, οὗτοι δὲ οἷς μαχεῖσθε. »Τρεψάμενος δὲ περὶ Λυδίαν Τισσαφέρνην καὶ πλείστους ἀνελών, κατέτρεχε τῆς βασιλέως χώρας. Τούτου δὲ χρήματα αὐτῷ προσπέμψαντος καὶ ἀξιοῦντος διαλύσασθαι τὸν πόλεμον, ὁ Ἀγησίλαος τῆς μὲν εἰρήνης ἔφη [209d] τὴν πόλιν εἶναι κυρίαν, τοὺς δὲ στρατιώτας πλουτίζων ἥδεσθαι μᾶλλον ἢ αὐτὸς πλουτῶν· καλὸν δὲ νομίζειν Ἕλληνας οὐ δῶρα λαμβάνειν ἀπὸ τῶν πολεμίων, ἀλλὰ λάφυρα κτᾶσθαι.Μεγαβάτου δὲ τοῦ Σπιθριδάτου παιδός, ὃς ἦν κάλλιστος τὴν μορφήν, προσελθόντος αὐτῷ ὡς ἀσπασομένου καὶ φιλήσοντος διὰ τὸ σφόδρα δοκεῖν ἀγαπᾶσθαι, ἐξέκλινεν· ὡς δ´ ἐπαύσατο ἐκεῖνος προσιών, ἐπεζήτησεν αὐτὸν ὁ Ἀγησίλαος. Τῶν δὲ φίλων φαμένων ὡς αὐτὸς εἴη αἴτιος, τρέσας τὸ τοῦ καλοῦ φίλημα, εἰ δ´ ἐθέλει καὶ μὴ ἀποδειλιάσει, ἥξειν ἐκεῖνον, χρόνον [οὐκ] ὀλίγον πρὸς αὑτῷ [209e] γενόμενος ὁ Ἀγησίλαος καὶ διασιωπήσας « Οὐδέν » ἔφη « δεῖ πείθειν ἐκεῖνον ὑμᾶς· ἐγὼ γάρ μοι δοκῶ τῶν τοιούτων βούλεσθαι ἐπάνω εἶναι ἢ τὴν εὐανδροτάτην τῶν ἀντιτεταγμένων πόλιν κατὰ κράτος ἑλεῖν· ἄμεινον γὰρ ἑαυτῷ φυλάττειν τὴν ἐλευθερίαν τοῦ ἑτέρων ἀφαιρεῖσθαι. »Τὰ δ´ ἄλλ´ ἀκριβὴς ὢν καὶ νόμιμος, ἐν τοῖς φιλικοῖς πράγμασιν ἐνόμιζε πρόφασιν εἶναι τὸ λίαν δίκαιον [πρὸς αὐτούς]. Φέρεται γοῦν ἐπιστόλιον αὐτοῦ παραιτουμένου τινὰ τῶν φίλων πρὸς Ἱδριέα τὸν Κᾶρα, οὕτω· « Νικίας εἰ μὲν οὐκ ἀδικεῖ, ἄφες· εἰ δ´ ἀδικεῖ, ἐμοὶ ἄφες· πάντως δ´ ἄφες. »Ἐν μὲν οὖν τοῖς πλείστοις τοιοῦτος ὑπὲρ τῶν φίλων [209f] ὁ Ἀγησίλαος· ἔστι δὲ ὅπου πρὸς τὸ συμφέρον ἐχρῆτο τῷ καιρῷ μᾶλλον. Ἀναζυγῆς γοῦν ποτε γενομένης θορυβωδεστέρας ἀσθενοῦντα καταλιπὼν τὸν ἐρώμενον, ἐκείνου δεομένου καὶ ἀνακαλοῦντος μετὰ δακρύων αὐτόν, ἀποστραφεὶς εἶπεν « Ὡς χαλεπόν ἐστιν ἐλεεῖν ἅμα καὶ φρονεῖν. »Δίαιταν δὲ τὴν περὶ τὸ σῶμα οὐδὲν ἀμείνονα τῶν συνόντων εἶχε, κόρου μὲν καὶ μέθης τὸ παράπαν ἀπεχόμενος, ὕπνῳ δ´ οὐ δεσπότῃ ἀλλ´ ἀρχομένῳ ὑπὸ τῶν πράξεων χρώμενος· [210a] πρὸς δὲ θάλπος οὕτω καὶ ψῦχος εἶχεν, ὥστε μόνος ἀεὶ χρῆσθαι ταῖς ὥραις. Ἐν μέσοις δὲ τοῖς στρατιώταις σκηνῶν οὐδενὸς ἀμείνονα κοίτην εἶχε.Διετέλει δὲ λέγων τὸν ἄρχοντα προσήκειν οὐ μαλακίᾳ καὶ τρυφῇ, καρτερίᾳ δὲ καὶ ἀνδρείᾳ [δεῖν] τῶν ἰδιωτῶν περιεῖναι.Πυθομένου γοῦν τινος τί περιεποίησαν οἱ Λυκούργου νόμοι τῇ Σπάρτῃ, « Καταφρονεῖν » ἔφη « τῶν ἡδονῶν. »
franciro
 
Risposte:

Messaggioda giada » 25 ago 2018, 14:44

giada

Site Admin
Site Admin
 

Torna a LATINO e GRECO

Copyright © 2007-2025 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2025 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-12-20 23:02:14 - flow version _RPTC_G1.3

Per visualizzare il contenuto richiesto
guarda un breve annuncio pubblicitario.