Aiuto Versione di Plutarco

Messaggioda cazzaro4ev » 9 feb 2011, 17:30

mi servirebbe tradotta per dopodomani questa versione di Plutarco tratta se non mi sbaglio dalla vita da Artaserse, non è presente sul forum.. grazieate

Ὀλίγῳ δ' ὕστερον ἢ τελευτῆσαι Δαρεῖον, ἐξήλασεν εἰς Πασαργάδας ὁ βασιλεύς, ὅπως τελεσθείη τὴν βασιλικὴν τελετὴν ὑπὸ τῶν ἐν Πέρσαις ἱερέων. Ἔστι δ' <ἐκεῖ> θεᾶς πολεμικῆς ἱερόν, ἣν Ἀθηνᾷ τις <ἂν> εἰκάσειεν. Εἰς τοῦτο δεῖ τὸν τελούμενον παρελθόντα τὴν μὲν ἰδίαν ἀποθέσθαι στολήν, ἀναλαβεῖν δ' ἣν Κῦρος ὁ παλαιὸς ἐφόρει, πρὶν ἢ βασιλεὺς γενέσθαι, καὶ σύκων παλάθης ἐμφαγόντα τερμίνθου κατατραγεῖν, καὶ ποτήριον ἐκπιεῖν ὀξυγάλακτος· εἰ δὲ πρὸς τούτοις ἕτερ' ἄττα δρῶσιν, ἄδηλόν ἐστι τοῖς ἄλλοις.

Ταῦτα δρᾶν Ἀρτοξέρξου μέλλοντος, ἀφίκετο Τισσαφέρνης πρὸς αὐτὸν ἄγων ἕνα τῶν ἱερέων, ὃς ἐν παισὶ Κύρου τῆς νομιζομένης ἀγωγῆς ἐπιστάτης γενόμενος καὶ διδάξας μαγεύειν αὐτόν, οὐδενὸς ἧττον ἐδόκει Περσῶν ἀνιᾶσθαι, μὴ ἀποδειχθέντος ἐκείνου βασιλέως· διὸ καὶ πίστιν ἔσχε κατηγορῶν Κύρου. Κατηγόρει δ' ὡς μέλλοντος ἐνεδρεύειν ἐν τῷ ἱερῷ, καὶ ἐπειδὰν ἐκδύηται τὴν ἐσθῆτα ὁ βασιλεύς, ἐπιτίθεσθαι καὶ διαφθείρειν αὐτόν. Οἱ μὲν <οὖν> ἐκ ταύτης τῆς διαβολῆς τὴν σύλληψιν γενέσθαι φασίν, οἱ δὲ καὶ παρελθεῖν τὸν Κῦρον εἰς τὸ ἱερὸν καὶ παραδοθῆναι κρυπτόμενον ὑπὸ τοῦ ἱερέως. Μέλλοντα δ' αὐτὸν ἤδη (ἀπο)θνῄσκειν ἡ μήτηρ περισχοῦσα ταῖς ἀγκάλαις καὶ τοῖς βοστρύχοις περιελίξασα καὶ συλλαβοῦσα τὸν ἐκείνου τράχηλον πρὸς τὸν αὑτῆς ὀδυρομένη πολλὰ καὶ ποτνιωμένη παρῃτήσατο, καὶ κατέπεμψεν αὖθις ἐπὶ θάλατταν, οὐκ ἀγαπῶντα τὴν ἀρχὴν ἐκείνην, οὐδὲ μεμνημένον τῆς διέσεως, ἀλλὰ τῆς συλλήψεως, καὶ δι' ὀργὴν σπαργῶντα μᾶλλον ἢ πρότερον ἐπὶ τὴν βασιλείαν.

cazzaro4ev

nuovo iscritto
nuovo iscritto
 
Risposte:

Messaggioda giada » 29 mar 2011, 12:13

giada

Site Admin
Site Admin
 

Torna a Frasi e grammatica

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-04-25 12:40:56 - flow version _RPTC_G1.3

Per visualizzare il contenuto richiesto
guarda un breve annuncio pubblicitario.