da Ospite » 18 lug 2018, 12:03
Χάριν έχω, ὦ βουλή, τῷ κατηγόρῳ, ὅτι μοι παρεσκεύασε τουτον τὸν ἀγῶνα. πρότερον γὰρ οὐκ ἔχων πρόφασιν ἐφ᾽ ἧς τοῦ βίου λόγον δοίην, νῦν διὰ τοῦτον εἴληφα. Καὶ πειράσομαι ἐπιδεῖξαι τοῦτον μέν ψευδόμενον, ἐμαυτὸν δὲ βεβιωκότα μέχρι τῆσδε τῆς ἡμέρας μᾶλλον ἄξιον ἐπαίνου ἤ φθόνου: οὗτος γὰρ μοι δοκεῖ παρασκευάσαι τόνδε μοι τὸν κίνδυνον μονον διὰ φθόνον. Καίτοι ὅστις φθονεῖ τούτοις οὓς οἱ ἄλλοι ἐλεοῦσι, τίνος πονηρίας ἂν ὑμῖν ὁ τοιοῦτος δοκεῖ ὑμῖν ἂν ἀποσχέσθαι; εἰ οὗτος τιμωρεῖται με ὡς ἐχθρὸν ἑαυτοῦ, ψεύδεται: διὰ γὰρ τὴν πονηρίαν αὐτοῦ οὔτε φίλῳ οὔτε ἐχθρῷ πώποτε ἐχρησάμην αὐτῷ. Ήδη τοίνυν, ὦ βουλή, δῆλος έστι φθονών, ὅτι πεπονθὡς τοιαύτην συμφοράν βελτίων ειμί πολίτης τούτου. Και γάρ οίμαι δεῖν, ώ βουλή, τά τού σώματος δυστυχήματα τοῖς τῆς ψυχῆς έπιτηδεύμασιν ίᾶσθαι.
Χάριν έχω ω βουλή τω κατηγορώ
gymnasmata versione pagina 307 numero 31
- Allegati
-