da pulzina » 14 ott 2010, 14:43
AIUTOOOOOOOOOOOOO VERSIONE URGENTISSIMA SONO NEL PANICO PIù TOTALE HO DUE VERSIONI DA FARE UNA LA STO GIà FACENDO MA QUESTA è IMPOSSIBILE...AIUTATEMI GRAZIEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEEE
Παρὰ τοῖς λεγομενοσι ἀνδράσι Πυγμαίοις ἐγένετο παῖς ὄνομα Οἰνόη τὸ εἶδος οὐ μεμπτή, ἄχαρις δὲ τὸ ἦθος καὶ ὑπερήφανος.
Ταύτῃ φροντὶς οὐδεμία ἐγίγνετο τῆς Ἀρτέμιδος οὐδὲ Ἥρας.Ἔγημε δὲ Νικοδάμαντα τῶν πολιτῶν ἕνα μετρίον καὶ ἐπιεικῆ καὶ ἔτεκε παῖδα Μόψον.Καὶ αὐτῇ Πυγμαῖοι πάντες κατὰ φιλοφροσύνην πλεῖστα δῶρα πρòς τὴν γένεσιν τοῦ παιδὸς ἀπήνεγκαν.Ἥρα δὲ ἐμέμψατο τὴν Οἰνόην,ὅτι αὐτὴν οὐκ ἐτίμα,γέρανον αὐτὴν ἐποίησε καὶ τὸν αὐχένα μακρὸν εἵλκυσε καὶ μετέβαλεν εἰς ὑψιπετῆ ὄρνιθα καὶ πόλεμον ἐνέβαλεν αὐτῇ τε καὶ τοῖς Πυγμαίοις.Οἰνόη δὲ διὰ τòν πόθον τοῦ παιδòς Μόψου περιεπέτετο τὰ οἰκία καὶ οὐκ ἐξελίμπανε, Πυγμαῖοι δὲ καθοπλισάμενοι πάντες ἐδίωκον αὐτήν.Καὶ ἐκ τούτο ἔτι καὶ νῦν Πυγμαίοις καὶ γεράνοις πόλεμος ἀρχὴν ἐποιήσατο.