Apelle si salva da un'ingiusta condanna - Versione Luciano Gymnasion

Apelle si salva da un'ingiusta condanna - Luciano
versione greco Gymnasion

Απελλης μεν ο Εφεσιος διεβληθη ποτε υπ' αντιτεχνου τινος προς τον Πτολεμαιον ως μετεσχηκως Θεοδοτα της συνωμοσιας εν Τυρω.

Ο μεν ουν Απελλης ουχ εωρακει ποτε την Τυρον ουδε τον Θεοδοταν εγιγνωσκεν οστις ειη· ελεγετο μεντοι την Τυρου αποστασιν εκ της αυτου συμβουλης γενεσθαι. Ο δε Πτολεμαιος, ως και ταλλα ου καρτα φρενηρης τις ων, ουτως εξεκαυθη και συνεταραχθη προς της παραδοξου ταυτης διαβολης, ωστε μηδεν των εικοτων λογισαμενος, μηδ' οτι αντιτεχνος ην ο διαβαλλων, μηδ' οτι μικροτερος η κατα τηλικαυτην προδοσιαν ζωγραφος, αλλ' ουδε το παραπαν ει εξεπλευσεν Απελλης ες Τυρον εξετασας, ευθυς εαδε μηνιειν και βοης ενεπληρωσε τα βασιλεια τον αχαριστον κεκραγως και τον επιβουλον και συνωμοτην.

Και ει γε μη των εαλωκοτων τις αγανακτησας επι τη του κατηγορου αναισχυντια και τον αθλιον Απελλην κατελεησας, εφη μηδενος αυτοις κεκοινωνηκεναι τον ανθρωπον, απεθανεν αν ουδεν αυτος αιτιος γεγονως.

Copyright © 2007-2020 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2020 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2020-02-15 17:53:25 - flow version _RPTC_H2.4