Eliano - Storia Varia libro 7

Storia Varia libro 7 di Eliano

1. [ Περὶ Σεμιράμιδος, καὶ πῶς τὴν τῶν Ἀσσυρίων ἀρχὴν κατέσχε ]

Σεμίραμιν τὴν Ἀσσυρίαν ἄλλοι μὲν ἄλλως ᾄδουσιν· ὡραιοτάτη δὲ ἐγένετο γυναικῶν, εἰ καὶ ἀφελέστερον ἐχρῆτο τῷ κάλλει. ἀφικομένη δὲ πρὸς τὸν τῶν Ἀσσυρίων βασιλέα κλητὴ κατὰ κλέος τῆς ὥρας, ὁ δὲ ἐντυχὼν τῇ ἀνθρώπῳ ἠράσθη αὐτῆς. ἡ δὲ ᾔτησεν ἐκ τοῦ βασιλέως τὴν βασίλειον στολὴν λαβεῖν δῶρον καὶ πέντε ἡμερῶν τῆς Ἀσίας ἄρξαι καὶ < πάντας> τὰ ὑπ᾿ αὐτῆς προσταττόμενα δρᾶσαι. καὶ οὐδὲ τῆς αἰτήσεως ἠτύχησεν. ἐπεὶ δὲ ἐκάθισεν αὐτὴν ὁ βασιλεὺς ἐπὶ τοῦ θρόνου καὶ ἔγνω διὰ χειρὸς καὶ γνώμης ἔχουσα πάντα, προσέταξε τοῖς δορυφόροις αὐτὸν τὸν βασιλέα κτεῖναι· καὶ οὕτω τὴν τῶν Ἀσσυρίων ἀρχὴν κατέσχε. λέγει δὲ ταῦτα Δείνων

2. [ Περὶ Στράτωνος καὶ Νικοκλέους τρυφῆς ]

Στράτων ὁ Σιδώνιος λέγεται τρυφῇ καὶ πολυτελείᾳ ὑπερβαλέσθαι σπεῦσαι ἀνθρώπους πάντας. καὶ Θεόπομπος ὁ Χῖος παραβάλλει αὐτοῦ τὸν βίον τῇ τῶν Φαιάκων διαίτῃ, ἥνπερ καὶ Ὅμηρος  κατὰ τὴν ἑαυτοῦ μεγαλόνοιαν, ὥσπερ εἴθιστο, ἐξετραγῴδησεν. τούτῳ γε μὴν οὐχ εἷς παρῆν ᾠδὸς κατᾴδων αὐτοῦ τὸ δεῖπνον καὶ καταθέλγων αὐτόν, ἀλλὰ πολλαὶ μὲν παρῆσαν γυναῖκες μουσουργοὶ καὶ αὐλητρίδες καὶ ἑταῖραι κάλλει διαπρέπουσαι καὶ ὀρχηστρίδες. διεφιλοτιμεῖτο δὲ ἰσχυρῶς καὶ πρὸς Νικοκλέα τὸν Κύπριον, ἐπεὶ καὶ ἐκεῖνος πρὸς αὐτόν. ἦν δὲ ἡ ἅμιλλα ὑπὲρ οὐδενὸς σπουδαίου, ἀλλ᾿ ὑπὲρ τῶν προειρημένων. καὶ πυνθανόμενοι παρὰ τῶν ἀφικνουμένων τὰ παρ᾿ ἀλλήλοις, εἶτα ἀντεφιλοτιμοῦντο ἑκάτερος ὑπερβαλέσθαι τὸν ἕτερον. οὐ μὴν εἰς τὸ παντελὲς ἐν τούτοις διεγένοντο· ἀμφότεροι γὰρ βιαίου θανάτου ἔργον ἐγένοντο.

3. [ Λύπης ἀνασταλτικός τις Ἀριστίππου λόγος ]

Ὅτι Ἀρίστιππος  ἑταίρων αὐτῷ τινων ὀδυρομένων βαρύτατα, πολλὰ μὲν καὶ ἄλλα πρὸς αὐτοὺς εἶπε λύπης ἀνασταλτικά, καὶ ταῦτά γε ἐν προοιμίῳ· «ἀλλ᾿ ἔγωγε ἥκω παρ᾿ ὑμᾶς οὐχ ὡς συλλυπησόμενος, ἀλλ᾿ ἵνα παύσω ὑμᾶς λυπομένους.»

4. [ Περὶ μύλης ἐπαίνου ]

Ὅτι Πιττακὸς πάνυ σφοδρῶς ἐπῄνει τὴν μύλην, τὸ ἐγκώμιον αὐτῆς ἐκεῖνο ἐπιλέγων, ὅτι ἐν μικρῷ τόπῳ διαφόρως ἔστι γυμνάσασθαι. ἦν δέ τι ᾆσμα ἐπιμύλιον οὕτω καλούμενον.

5. [ Περὶ τῆς ἐν πολλοῖς αὐτουργίας τοῦ τε Ὀδυσσέως καὶ τοῦ Ἀχιλλἐως ]

Καὶ Λαέρτης δὲ αὐτουργῶν ὑπὸ τοῦ παιδὸς πεφώραται καὶ φυτὸν ξύων, καίτοι γηράσκων βαθύτατα. ὁμολογεῖ δὲ καὶ Ὀδυσσεὺς αὐτὸς πολλὰ εἰδέναι καὶ τεχνίτης αὐτῶν εἶναι· δρηστοσύνῃ δ᾿ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος, πῦρ τ᾿ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι. καὶ τὴν σχεδίαν δὲ οὐ δεηθεὶς ναυπηγῶν, ἀλλὰ δι᾿ ἑαυτοῦ τὴν ταχίστην εἰργάσατο. καὶ Ἀχιλλεὺς δέ, τρίτος ὢν ἀπὸ τοῦ Διός, αὐτὸς διακόπτει τὰ κρέα, δεῖπνον τοῖς παρὰ τῶν Ἀχαιῶν πρέσβεσιν ἀφικομένοις εὐτρεπίσαι σπεύδων.

6. [ Σκύθου τινὸς ἀπόκρισις περὶ ῥίγους ]

Χιόνος ποτὲ πιπτούσης ἤρετο ὁ βασιλεὺς τῶν Σκυθῶν τινα εἰ ῥιγοῖ, γυμνὸν διακαρτεροῦντα. ὁ δὲ αὐτὸν ἀντήρετο εἰ τὸ μέτωπον ῥιγοῖ. τοῦ δὲ οὐ φήσαντος «οὐκοῦν» εἶπεν «οὐδὲ ἐγώ· πᾶς γὰρ μέτωπόν εἰμι.»

7. a [ Περὶ Δημοσθένους ἀγρυπνίας ]

Ὅτι Πυθέας ἐπέσκωπτεν εἰς Δημοσθένην τὸν Δημοσθένους, ἐπιλέγων αὐτῷ τὰ ἐνθυμήτατα ἐλλυχνίων ὄζειν, ὅτι ἐκεῖνος διὰ τῆς νυκτὸς πάσης ἠγρύπνει φροντίζων καὶ ἐκμανθάνων ἃ ἔμελλεν ἐρεῖν ἐλθὼν εἰς τοὺς Ἀθηναίους.

7. b [ Περὶ Δημοσθένους ἀγρυπνίας ]

Δημοσθένης ὁ Δημοσθένους, εἰ ἔμελλε τῆς ὑστεραίας ἔσεσθαι ἐκκλησία, ἀλλὰ ἐκεῖνός γε διὰ τῆς νυκτὸς ἠγρύπνει πάσης, διαφροντίζων δηλονότι καὶ ἐκμανθάνων ταῦτα ἃ ἔμελλεν ἐρεῖν. ὁ τοίνυν Πυθέας ἐκ τούτων ἐμοὶ δοκεῖν ἀπέσκωπτεν εἰς αὐτόν, ἐπιλέγων αὐτοῦ τὰ ἐνθυμήματα ἐλλυχνίων ὄζειν.

8. [ Περὶ Ἀλεξάνδρου πένθους ἐπὶ τῷ τοῦ Ἡφαιστίωνος θανάτῷ ]

Ὅτε Ἡφαιστίων ἀπέθανεν, Ἀλέξανδρος ὅπλα αὐτῷ εἰς τὴν πυρὰν ἐνέβαλε, καὶ χρυσὸν καὶ ἄργυρον τῷ νεκρῷ συνέτηξε καὶ ἐσθῆτα τὴν μέγα τιμίαν ἐν Πέρσαις. ἀπέκειρε δὲ καὶ τοὺς πλοκάμους τοὺς ἑαυτοῦ, Ὁμηρικὸν  πάθος δρῶν καὶ μιμούμενος τὸν Ἀχιλλέα τὸν ἐκείνου. βιαιότερον δὲ καὶ θερμότερον ἐκείνου ἔδρασεν οὗτος, τὴν τῶν Ἐκβατάνων ἀκρόπολιν περικείρας καὶ τὸ τεῖχος αὐτῆς ἀφελόμενος. μέχρι μὲν οὖν τῆς κόμης τῆς ἑαυτοῦ Ἑλληνικὰ ἐδόκει μοι δρᾶν· ἐπιχειρήσας δὲ τοῖς τείχεσιν, ἀλλ᾿ ἐνταῦθα ἐπένθει βαρβαρικῶς Ἀλέξανδρος ἤδη, καὶ τὰ κατὰ τὴν στολὴν ἤμειψε, θυμῷ καὶ ἔρωτι ἐπιτρέπων πάντα καὶ δακρύοις. Ὅτι Ἡφαιστίων εἰς Ἐκβάτανα ἀπέθανε. διαρρεῖ δὲ λόγος Ἡφαιστίωνι μὲν ταῦτα εὐτρεπισθῆναι νεκρῷ, Ἀλέξανδρον δὲ αὐτοῖς ἀποθανόντα χρήσασθαι· μὴ γὰρ φθάσαι τὸ ἐπὶ τῷ μειρακίῳ τελεσθὲν πένθος, ἐπιλαβεῖν δὲ τὸν τοῦ Ἀλεξάνδρου θάνατον.

9. [ Περὶ σώφρονος γυναικός ]

Εἶτα οὐκ ἔστι σωφροσύνη μεγάλη (ἐμοὶ μὲν δοκεῖ), εἴ γε καὶ ἡ Φωκίωνος γυνὴ τὸ Φωκίωνος ἱμάτιον ἐφόρει καὶ οὐδὲν ἐδεῖτο οὐ κροκωτοῦ οὐ Ταραντίνου οὐκ ἀναβολῆς οὐκ ἐγκύκλου οὐ κεκρυφάλου οὐ καλύπτρας οὐ βαπτῶν χιτωνίσκων; ἠμπείχετο δὲ πρώτῃ μὲν τῇ σωφροσύνῃ, δευτέροις γε μὴν τοῖς παροῦσιν.

10. [ Περὶ τῆς τοῦ Σωκράτους γυναικός ]

Τῇ Ξανθίππῃ δὲ ὁ Σωκράτης, ἐπεὶ οὐκ ἠβούλετο τὸ ἐκείνου ἱμάτιον ἐνδύσασθαι  καὶ οὕτως ἐπὶ τὴν θέαν τῆς πομπῆς βαδίζειν, ἔφη· «ὁρᾷς ὡς οὐ θεωρήσουσα θεωρησομένη δὲ μᾶλλον βαδίζεις;»

11. [ Γυναικῶν Ῥωμαίων ὑποδήματα ]

Ῥωμαίων δὲ αἱ πολλαὶ γυναῖκες καὶ τὰ ὑποδήματα ταὐτὰ φορεῖν τοῖς ἀνδράσιν εἰθισμέναι εἰσιν. 1

2. [ Λυσάνδρου, ἢ Φιλίππου, ἀπόφθεγμα περὶ ἐπιορκίας ]

Δεῖ τοὺς παῖδας τοῖς ἀστραγάλοις ἐξαπατᾶν, τοὺς δὲ ἄνδρας τοῖς ὅρκοις. οἱ μὲν Λυσάνδρου εἶναι λέγουσι τὸν λόγον, οἱ δὲ Φιλίππου τοῦ Μακεδόνος. ὁποτέρου δ᾿ ἂν ᾖ, οὐκ ὀρθῶς λέγεται κατά γε τὴν ἐμὴν κρίσιν. καὶ ἴσως οὐ παράδοξον εἰ μὴ τὰ αὐτὰ ἀρέσκει ἐμοὶ καὶ Λυσάνδρῳ· ὁ μὲν γὰρ ἐτυράννει, ἐγὼ δὲ ὡς φρονῶ δῆλον ἐξ ὧν μὴ τὸ λεχθὲν ἀρέσκει με.

13. [ Περὶ καρτερίας Ἀγησιλάου ]

Ἀγησίλαος ὁ Λακεδαιμόνιος γέρων ἤδη ὢν ἀνυπόδετος πολλάκις καὶ ἀχίτων προῄει, τὸν τρίβωνα περιβαλόμενος αὐτόν, καὶ ταῦτα ἑωθινὸς ἐν ὥρᾳ χειμερίῳ. ᾐτιάσατο δέ τις αὐτὸν ὡς νεανικώτερα τῆς ἠλικίας ἐπιχειροῦντα· ὁ δὲ «ἀλλ᾿ οἵ γε νέοι» φησὶ «τῶν πολιτῶν ὥσπερ οὖν πῶλοι πρὸς τὸν τέλειον ἀποβλέπουσιν ἐμέ.»

14. [ Περὶ φιλοσόφων στρατηγῶν καὶ πολιτευσαμένων ]

Τί δέ; οὐκ ἦσαν καὶ οἱ φιλόσοφοι τὰ πολέμια ἀγαθοί; ἐμοὶ μὲν δοκοῦσιν, εἴ γε Ἀρχύταν μὲν εἵλοντο ἑξάκις στρατηγὸν Ταραντῖνοι, Μέλισσος δὲ ἐναυάρχησε, Σωκράτης δὲ ἐστρατεύσατο τρίς, Πλάτων δὲ καὶ αὐτὸς εἰς Τάναγραν καὶ εἰς Κόρινθον. τὴν δὲ Ξενοφῶντος στρατείαν καὶ στρατηγίαν πολλοὶ μὲν καὶ ἄλλοι ᾄδουσι καὶ αὐτὸς δὲ ὁμολογεῖ ἐν τοῖς περὶ Κύρου λόγοις. Δίων δὲ ὁ Ἱππαρίνου τὴν Διονυσίου τυραννίδα κατέλυσε. καὶ Ἐπαμεινώνδας βοιωταρχῶν ἐν Λεύκτροις ἐνίκησε Λακεδαιμονίους καὶ τῶν Θηβαίων καὶ τῶν Ἑλλήνων πρῶτος ἐγένετο. πολλὰ δὲ καὶ Ζήνων ὑπὲρ Ἀθηναίων ἐπολιτεύσατο πρὸς Ἀντίγονον. οὐδὲν γὰρ διοίσει εἴτε τις διὰ γνώμης ὤνησέ τινας εἴτε δι᾿ ὅπλων.

15. [ Πῶς οἱ τῶν Μιτυληναίων σύμμαχοι ἀφιστάμενοι ἐτιμωρήθησαν ]

Ἡνίκα τῆς θαλάσσης ἦρξαν Μιτυληναῖοι, τοῖς ἀφισταμένοις τῶν συμμάχων τιμωρίαν ἐκείνην ἐπήρτησαν, γράμματα μὴ μανθάνειν τοὺς παῖδας αὐτῶν μηδὲ μουσικὴν διδάσκεσθαι, πασῶν κολάσεων ἡγησάμενοι βαρυτάτην εἶναι ταύτην, ἐν ἀμουσίᾳ καὶ ἀμαθίᾳ καταβιῶνται.

16. [ Περὶ Ῥώμης, Ῥώμου, Ῥωμύλου, καὶ Σερβίας ]

Ὅτι Ῥώμη ὑπὸ Ῥώμου καὶ Ῥωμύλου ἐκτίσθη τῶν Ἄρεος καὶ Σιλουίας παίδων. ἦν δὲ αὕτη μία τῶν Αἰνείου ἀπογόνων.

17. [ Περὶ Εὐδόξου εἰς Σικελίαν ἀφικομένου ]

Ὅτε εἰς Σικελίαν ἧκεν Εὔδοξος, χάριν αὐτῷ πολλὴν ὁ Διωνύσιος τῆς ἀφίξεως ᾔδει. ὁ δὲ οὐδέν τι πρὸς ταῦτα θωπεύσας οὐδὲ ὑποδραμὼν «ἀφικόμην» εἶπεν «ὡσπερανεὶ πρὸς πανδοκέα ἀγαθόν, παρ᾿ ᾧ κατήγετο Πλάτων» , ὁμολογήσας ὅτι μὴ δι᾿ ἐκεῖνον ἀλλὰ διὰ τοῦτον ἀφίκετο.

18. [ Ὅτι οἱ Αἰγύπτιοι καρτεροὶ ἐν ταῖς βασάνοις, καὶ περὶ Ἰνδῶν γυναικῶν ]

Αἰγυπτίους φασὶ δεινῶς ἐγκαρτερεῖν ταῖς βασάνοις, καὶ ὅτι θᾶττον τεθνήξεται ἀνὴρ Αἰγύπτιος στρεβλούμενος ἢ τἀληθὲς ὁμολογήσει. Παρὰ Ἰνδοῖς δὲ αἱ γυναῖκες τὸ αὐτὸ πῦρ ἀποθανοῦσι τοῖς ἀνδράσιν ὑπομένουσι. φιλοτιμοῦνται δὲ περὶ τούτου αἱ γυναῖκες τοῦ πυρός· καὶ ἡ κλήρῳ λαχοῦσα συγκαίεται.

19. [ Περὶ Σόλωνος στρατηγήματος κατὰ τῶν Μεγαρέων, καὶ πῶς ἔπειτα ἐκείνων λόγοις ἐκράτησεν ]

Σόλων εἰς τὴν ὑπὲρ Σαλαμῖνος μάχην ἐστρατήγησε καὶ δύο νεῶν Μεγαρίδων κρατήσας μετεβίβασε στρατηγοὺς Ἀττικοὺς εἰς αὐτὰς καὶ τὰ τῶν πολεμίων ὄπλα τοῖς οἰκείοις περιθεὶς καὶ μεθορμισθεὶς δι᾿ ἀπάτης πολλοὺς τῶν Μεγαρέων κατέσκοψεν ἀνόπλους. ἐκράτησε δὲ καὶ τοῖς λόγοις αὐτῶν, οὐ λόγων δεινότητι ἀλλὰ δι᾿ αὐτῶν τῶν ἐλέγχων τὸ πλέον ἐνεγκάμενος· ἀρχαίας γὰρ θήκας ἀνοίξας ἀπέδειξε πάντας Ἀθηναίους πρὸς δύσιν κειμένους κατὰ τὸ πάτριον αὐτοῖς ἔθος, τοὺς δὲ Μεγαρεῖς εἰκῇ καὶ ὡς ἔτυχε τεθραμμένους. ἔκριναν δὲ τὴν δίκην Λακεδαιμόνιοι.

20. [ Περὶ γέροντος Κείου τὴν τρίχα βαψαμένου ]

Ἀνὴρ εἰς Λακεδαίμονα ἀφίκετο Χῖος, γέρων ἤδη ὤν, τὰ μὲν ἄλλα ἀλαζών, ᾐδεῖτο δὲ ἐπὶ τῷ γήρᾳ καὶ διὰ ταῦτα τὴν τρίχα πολιὰν οὖσαν ἐπειρᾶτο βαφῇ ἀφανίζειν. παρελθὼν οὖν εἰς τοὺς Λακεδαιμονίους καὶ τοιαύτην ὑποφαίνων τὴν κεφαλὴν ἐκεῖνα εἶπεν ὑπὲρ ὧν καὶ ἀφίκετο. ἀναστὰς οὖν ὁ Ἀρχίδαμος ὁ τῶν Λακεδαιμονίων βασιλεὺς «τί δ᾿ ἂν» ἔφη «οὗτος ὑγιὲς εἴποι, ὃς οὐ μόνον ἐπὶ τῇ ψυχῇ τὸ ψεῦδος, ἀλλὰ καὶ ἐπὶ τῇ κεφαλῇ περιφέρει;» καὶ ἐξέωσε τὰ ὑπ᾿ αὐτοῦ λεχθέντα, διαβάλλων τοῦ Χίου τὸν τρόπον ἐξ ὧν ἑωρᾶτο.

21. [ Περὶ Καίσαρος καὶ Πομπηΐου ἐπιμελείας, ὑπὲρ τοῦ μανθάνειν ἃ προσῆκε πρὸς τὸ καλῶς ἄρχειν ]

Οὐκ ἀπηξίου Καῖσαρ ἐπὶ τὰς Ἀρίστωνος θύρας φοιτᾶν, Πομπήιος δὲ ἐπὶ τὰς Κρατίππου. οὐ γάρ, ἐπεὶ μέγα ἐδύναντο, ὑπερεφρόνουν τῶν τὰ μέγιστα αὐτοὺς ὀνῆσαι δυναμένων, ἀλλ᾿ ἐδέοντο αὐτῶν, καίτοι τοσοῦτοι ὄντες τὴν ἀξίωσιν. οὐ γὰρ ἄρχειν ὡς ἔοικεν, ἀλλὰ καλῶς ἄρχειν ἐβούλοντο.

Copyright © 2007-2019 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2019 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2019-09-11 08:43:46