Eutropio Peanio - Μετάφρασις τῆς Εὐτροπίου Ῥωμαϊκῆς ἱστορίας - Libro I

Μετάφρασις τῆς Εὐτροπίου Ῥωμαϊκῆς ἱστορίας
Eutropio Peanio Βιβλίον α ʹ - LIBRO I

LIBRO II - LIBRO III

1 Τῆς Ῥωμαϊκῆς βασιλείας ἐν προοιμίοις οὐδὲν ἐγένετο μεῖόν τε καὶ ταπεινότερον· τῆι δὲ κατὰ μικρὸν αὐξήσει καὶ ταῖς ἀεὶ προσθήκαις κατὰ τὴν οἰκουμένην ἅπασαν οὐδὲν οὔτε μεῖζον οὔτε δυνατώτερον ἡ μνήμη τῶν ἀνθρώπων φέρει· ταύτης τὴν πρώτην κρηπῖδα κατεβάλετο Ῥωμύλος· ὃς ἐκ Ῥέας Σιλβίας, οὕτω καλουμένης Ἑστιακῆς παρθένου, τῶι Ἄρει συνελθούσης, ὡς ὁ πολὺς κατεῖχε λόγος, ἐκ διδύμου γονῆς σὺν ἀδελφῶι Ῥέμωι προῆλθεν εἰς φῶς· οὗτος ὀκτωκαίδεκα γεγονὼς ἔτη βίον τε ἔχων τοῖς ποιμέσι συλληιστεύειν ἐλάχιστόν τι πολίχνιον ἐπὶ τοῦ ὄρους τοῦ Παλλαντίου κατεστήσατο πρώτηι τοῦ Μαΐου μηνὸς ἔτει τρίτωι τῆς ἕκτης ὀλυμπιάδος· τῆς δὲ Ἰλίου καταστροφῆς κατὰ τοὺς τὸ πλεῖστόν τε καὶ ἐλάχιστον παραδεδωκότας ἔτει τετάρτωι καὶ ἐννενηκοστῶι καὶ τριακοσιοστῶι. 2 Οἰκίσας δὲ τὴν πόλιν καὶ καλέσας αὐτὴν ἐξ ἐαυτοῦ Ῥώμην, πρῶτον μὲν πολὺ πλῆθος ἐκ τῶν περιοίκων εἰσεδέξατο, ἔπειτα δὲ τοὺς προβεβηκότας εἰς ἡλικίαν ἐκλεξάμενος τούτους ἐπέστησε τοῖς λοιποῖς ἡγεμόνας τῶν πρακτέων, σενάτωρας αὐτοὺς καλέσας κατὰ τὴν Ἰταλῶν φωνήν· ἐπειδὴ σένης ἐκεῖνοι καλοῦσι τοὺς γέροντας· σύγκλητον δὲ Ἕλληνες ἐκάλεσαν τὸ συνέδριον, ἐκ τοῦ πρότερον μὲν τοὺς βασιλεύοντας μετὰ δὲ ταῦτα τοὺς ὑπάτους συγκαλεῖν τε αὐτοὺς ἐπὶ τὰς βουλὰς καὶ τῶν ψήφων ποιεῖσθαι κυρίους. ἀλλ᾿ ἐπειδὴ τὸ πλῆθος αὐξηθὲν ἤδη συνοίκων ἐστέρητο γυναικῶν καὶ φόβος ἦν ἐπιλιπεῖν τοὺς ἄνδρας, τέχνηι δέδωκε διαδοχὴν τῶι γένει. παρακαλέσας γὰρ ὡς ἐπί τινα θέαν τὰ γειτινιῶντα τῶν ἐθνῶν ἁρπαγὴν γενέσθαι παρεσκεύασε τῶν παρθένων, ἃς οἱ προκληθέντες ἐπὶ τὴν τέρψιν ἐπηγάγοντο. καὶ τὰς μὲν ἔσχον γαμητὰς ἁρπάσαντες· πόλεμον δὲ το ἔργον ἐκίνησεν, οὗ συστάντος ἡττῶνται Καινιναῖοι καὶ Ἀντεμνάται, Κρουστουμῖνοι, Σαβῖνοι, Φιδηνάται, Βέειοι. συνοικίαι δὲ ἦσαν αὗται, καὶ κατ᾿ οἰκείαν ἀρχὴν ἑκάστη· καὶ μετὰ ταῦτα ἐπολίσθησαν· καὶ ταύταις ἔτι καὶ νῦν ἡ Ῥώμη ταῖς πόλεσι περιστεφανοῦται. τούτων οὕτω πραχθέντων, χειμῶν ἐξαίφνης ἐπελθὼν ἀφανῆ τὸν Ῥωμύλον ἐποίησεν. ἐξ ἐκείνου δὲ εἰς τόδε πεπίστευται πρὸς θεοὺς ἀνειλῆφθαι. καθιερώθη οὖν παρὰ τῶν ἀρχομένων ἔτη βασιλεύσας αὐτῶν ἑπτὰ καὶ τριάκοντα. καὶ τέως μὲν τὴν πόλιν διεῖπον καὶ τὴν βασιλείαν ἐπετρόπευον οἱ καλούμενοι σενάτωρες, ἐπὶ ἐνιαυτὸν ὅλον ἐξ ἀμοιβῆς δι᾿ ἡμερῶν πέντε τῆς ἐπιτροπείας ἀπ᾿ ἄλλων εἰς ἄλλους μεθισταμένης. 3 Μετὰ δὲ τὸν ἐνιαυτὸν Νουμᾶς Πομπίλιος ἀνεκλήθη βασιλεύς. οὗτος πολέμου μὲν ἀπέχετο παντός, τῆι Ῥώμηι δὲ οὺχ ἧττον ἢ Ῥωμύλος ἐγένετο χρήσιμος. νόμους τε γὰρ αὐτοῖς ἔθηκεν ἔθη τε παρέδωκεν, ἀφ᾿ ὧν ληισταί τινες πρότερον ὑπειλημμένοι καὶ μιξοβάρβαροι ἀμεινόνων ἀνδρῶν δόξαν ἐκτήσαντο. ἱερὰ δὲ αὐτοῖς ἐτέλεσε ναούς τε κατεσκεύασεν. οὕτω δὲ διαθεὶς τὴν πόλιν, τεσσαρακοστῶι καὶ τρίτωι τῆς βασιλείας ἔτει νοσήσας ἐτελεύτησεν. 4 Τρίτος διαδέχεται τὴν βασιλείαν Τοῦλλος Ὁστίλλιος. ὑπο τούτω πάλιν ἡ περὶ τοὺς πολέμους ἐπανῆλθε σπουδή. νικῶνται γοῦν Ἀλβανοὶ μάχηι, τῆς Ῥώμης δυοκαίδεκα διεστῶτες σημείοις (μίλια καλοῦσιν αὐτὰ Ῥωμαῖοι· τὰ χίλια γάρ βήματα οὕτως ὀνομάζουσι, τοσούτοις βήμασι συμμετρούμενοι τὸ σημεῖον), εἶτ᾿ ἐφεξῆς ἡττῶνται Βέειοι καὶ οἱ ἀπὸ Φιδήνης, οί μὲν ἓξ χωριζόμενοι σημείοις, οἱ δὲ ὀκτωχαίδεκα. μετὰ ταύτας δὲ τὰς νίκας καὶ τὴν πόλιν ηὔξησε τὸν Κέλλιον αὐτῆι προσθεὶς λόφον. ἐπὶ τούτοις τοῖς ἔργοις τριάκοντα καὶ δύο τὴν ἀρχὴν κατασχὼν ἐνιαυτοὺς κεραυνοῦ πεσόντος συγκατεφλέχθη τῆι βασιλικῆι στέγηι. 5 Τέταρτος παρῆλθεν ἐπι τὴν ἀρχὴν Ἄγκος Μάρκιος, ἔκγονος ἀπὸ θυγατρὸς τοῦ Νουμᾶ Πομπιλίου. οὗτος ἤρατο πόλεμον πρὸς Λατίνους καὶ τῆι πόλει συνῆψε τὴν Ἀβάντινον λόφον Ἰανίκουλόν τε· πολίχνην ἐδείματο ἐπὶ θαλάσσης πρὸς ταῖς τοῦ Θύμβριδος ἐκβολαῖς, αἳ τῆς Ῥώμης ἓξ καὶ δέκα διεστήκασι σημείοις. τετάρτωι τε καὶ εἰκοστῶι τῆς βασιλείας ἔτει νόσωι διεφθάρη. 6 Διεδέξατο δὲ τὴν βασιλείαν Ταρκύνιος ὁ Πρίσκος ὀνομαζόμενος· οὗτος τὸ μὲν τῆς συγκλήτου συνέδριον διπλάσιον ἐποίησε τῶι τῶν σωμάτων ἀριθμῶι καὶ τῆι πόλει δὲ τὸν ἱππόδρομον ὠικοδόμησε· θεάτρων τε ἐνεστήσατο τέρψιν Ῥωμάνην καλέσας τὴν θέαν· ἥτις ἐξ ἐκείνου καὶ εἰς τόδε τελεῖται τὴν αὐτὴν ἔχουσα προσηγορίαν. ἔτι δὲ Σαβίνους εἷλε μάχη, καὶ πολλῆς αὐτοὺς ἀφελόμενος γῆς προσεκύρωσε τῆι Ῥώμηι. πρῶτος δὲ θριαμβεύων εἰς τὴν Ῥώμην εἰσῆλθε. τείχη τε ἐδείματο καὶ τὰς ὑδρορόας ἤγουν ἀμάρας· καὶ τῆς τοῦ Καπιτωλίου κατασκευῆς ἤρξατο. ὀκτώ τε ἐπὶ τοῖς τριάκοντα βασιλεύσας ἐνιαυτοὺς ὑπὸ τῶν Ἄγκου παίδων ἀνηιρέθη, παρ᾿ οὗ τὴν βασιλείαν αὐτὸς ἀνεδέξατο. 7 Ἕκτος ὑποδέχεται τὴν ἀρχὴν Σερούιος Τούλλιος, ἐξ ἐπισήμου γεγονὼς μητρός· ἣ καὶ αἰχμαλωσίας καὶ δουλείας περιέπεσε τύχηι. οὗτος ὑπηγάγετο Σαβίνους καὶ τρισὶ λόφοις ηὔξησε τὴν πόλιν, τῶι Κυριναλίωι καὶ τῶι Βιμιναλίωι καὶ τῶι Ἐσκυλίνωι· τάφρους τε ὤρυξε πρὸ τοῦ τείχους κύκλωι· καὶ ταῖς ἀπογραφαῖς τῶν σωμάτων ἔδωκεν ἀρχὴν οὔπω παρ᾿ οὐδενὶ τῶν ἐθνῶν ἐγνωσμέναις. ἀπογραφέντες οὖν οἱ τὴν Ῥώμην οἰκοῦντες ὑπ᾿ αὐτῶι συνήχθησαν εἰς ἀριθμὸν ὀγδοήκοντα τριῶν χιλιάδων, μετά τῶν ἐν τοῖς ἀγροῖς οἰκούντων. τελευτὴν μέντοι τοῦ βίου ἐδέξατο παρὰ τοῦ γαμβροῦ Ταρκυνίου Σουπέρβου· δηλοῖ δὲ τοῦτο ἐπώνυμον ὑπερήφανον· παῖς δὲ ἦν οὗτος Ταρκυνίου τοῦ Πρίσκου, παρ᾿ οὗ τὴν βασιλείαν ὁ σφαγεὶς οὗτος ἐδέξατο. 8 Ἐπιλαμβάνεται δὴ τῆς βασιλείας οὗτος ὁ Σούπερβος Ταρκύνιος, ἕβδομος τε ὦν τῶν βασιλέων καὶ ὕστατος· καὶ νικᾶι μὲν Βολούσκους, ἔθνος ὂν ἐπὶ τὴν Καμπανίαν, οὐ πόρρω τῆς Ῥώμης· αἱρεῖ δὲ ἐπὶ τούτοις Γαβίαν καὶ Σύεσσαν τὴν Πομητίαν πόλεις· ἔθετό τε μετὰ Τούσκων σπονδάς· ναόν τε ὠικοδόμησε [ἐν] τῶι καλουμένωι Καπιτωλίωι. μετὰ ταῦτα πολιορκῶν τὴν Ἄρδεαν, πολίχνην δέκα καὶ ὀκτὼ σημείοις πόρρω τῆς Ῥώμης, [τὴν ἀρχὴν] ἀπέλαβεν. ὁ γὰρ ὁμώνυμος αὐτοῦ παῖς ἐπιφανῆ γυναῖκα Λουκρητίαν, ἧς πολὺς ἦν ἐπὶ σωφροσύνηι λόγος, Ταρκυνίωι Κολλατίνωι συνοικοῦσαν ἐβιάσατο. τοῦτο ἐξήγγειλεν ἡ Λουκρητία τῶι τε ἀνδρὶ καὶ τῶι πατρί· καὶ μηνύσασα τὸ πάθος ἐν ὀφθαλμοῖς αὐτῶν ἑαυτὴν διεχρήσατο. ἐνταῦθα δὲ Βροῦτος, γένει προσήκων τῶι Ταρκυνίωι, τὸν δῆμον ἀθροίσας ἀφαιρεῖται τῆς βασιλείας τὸν Ταρκύνιον, πλείω ποιησάμενος τοῦ κοινοῦ λόγον ἢ τοῦ γένους. τούτωι δὲ καὶ τοῦ δήμου τῶι δόγματι ἡ στρατιὰ συνηκολούθησε, μεθ᾿ ἧς ἐπολιόρκει τὴν Ἄρδεαν· τετάρτωι τε καὶ εἰκοστῶι ἔτει βασιλείας μετὰ τῆς γαμετῆς καὶ τῶν παίδων φυγὴν ἑαυτοῦ κατεψηφίσατο. οὕτως ὑπὸ βασιλεῦσιν ἑπτὰ τοῖς ὅλοις ἔτεσι διακοσίοις τεσσαράκοντα καὶ τρισὶ τὰ τῆς Ῥώμης διωικήθη πράγματα.

μικρὰ δὲ ἦν ἔτι τὰ τῆς δυνάμεως αὐτῆς, τῶν ὁρίων αὐτῆς οὐδαμόθεν ὑπὲρ πεντεκαίδεκα σημείων ἐκτεινομένων. 9 Ἐντεῦθεν τὸ μετὰ τῶν βασιλέων ἐπαύσατο, μετηνέχθη δὲ εἰς τὴν τῶν ὑπάτων ἀρχήν. δύο δὲ ἦσαν οὗτοι καὶ ἐτήσιοι· ὥστε κἂν ἕτερον φαῦλον [συμβαίη] εἶναι, καταφεύγειν ἐπὶ τὸν ἕτερον, τῶι δὲ χρόνωι περατουμένην μετριωτέραν εἶναι τὴν δυναστείαν. ἀνάγκη γὰρ ἦν ἀρίστους εἶναι δημαγωγοὺς εἰδότας ὡς κατὰ τὸν χρόνον ἔσονται τῶν ἀρχομένων. γίνονται τοίνυν ὕπατοι τῶι πρώτωι ἔτει μετὰ τοὺς βασιλεῖς Λούκιος Ἰούνιος Βροῦτος ὁ τῆς Ταρκυνίου μάλιστα καθαιρέσεως αἰτιώτατος καὶ Ταρκύνιος Κολλατῖνος ὁ τῆς Λουκρητίας ἀνήρ, ἧς ὑβρισθείσης ἐπράχθη τὰ περὶ Ταρκύνιον· ἀλλ᾿ ὁ Κολλατῖνος εὐθὺς τῆς ἐξουσίας ἀφηιρέθη· (ἔδοξε γὰρ μηδένα ἐπὶ τῆς Ῥώμης εἶναι Ταρκύνιον ὀνομαζόμενον) καὶ τῆς οὐσίας προσαφαιρεθεὶς ἀπεώσθη τῆς πόλεως. ἀντικατέστη δὲ αὐτῶι Λούκιος Οὐαλέριος Πουβλικόλας. Τούτων οὖν τὴν ὕπατον ἐχόντων ἀρχὴν ὁ τῆς βασιλείας ἀφαιρεθεὶς Ταρκύνιος ἐπηγάγετο τῆι Ῥώμηι πόλεμον. καὶ συναγείρας ἔθνη πολλὰ δι᾿ ὅπλων ἔσπευδεν ἐπανελθεῖν εἰς τὴν βασιλείαν. 10 Ὡς δὲ τὸ πρῶτον συνέμιξαν, ὁ μὲν Βροῦτος καὶ ὁ Ταρκυνίου παῖς ἀλλήλους ἀνεῖλον· οἱ δὲ λοιποὶ Ῥωμαῖοι ταύτηι τῆι μάχηι νικήσαντες ἀνεχώρησαν ἐπ᾿ οἴκου. αἱ τοίνυν γυναῖκες ὡς τῆς σεμνότητος καὶ σωφροσύνης ὑπέρμαχόν τε καὶ προστάτην ἐνιαυσιαίωι πένθει καθάπερ πατέρα κοινὸν ἐτίμησαν. Πουβλικόλας δὲ Σπούριον Λουκρήτιον Τρικιπιτῖνον κοινωνὸν ἑαυτῶι καὶ συνύπατον ἐχειροτόνησε, τὸν πατέρα τῆς Λουκρητίας. τούτου δὲ ὑπεξελθόντος νόσωι τὸν βίον αὖθις Ὁράτιον Πούλβίλλον συνῆψεν ἑαυτῶι πρὸς τὴν ὕπατον ἀρχήν. ὁ γὰρ δὴ λειπόμενος ἀεὶ κύριος ἦν τῆς τοῦ κοινωνοῦ χειροτονίας. οὕτω δὴ συνέβη τὸν πρῶτον τῶν ὑπάτων ἐνιαυτὸν πέντε σχεῖν ὑπάτους Ταρκυνίου μὲν Κολλατίνου διὰ τὴν προσηγορίαν ἀπωσθέντος, Βρούτου δὲ πεσόντος ἐν τῆι μάχηι, Λουκρητίου δὲ τὴν ἐκ τῆς ὑπομείναντος. 11 Τῶι δευτέρωι δὲ μετὰ τοὺς βασιλέας ἔτει Ταρκύνιος αὗθις ἐκίνησεν ὅπλα κατὰ τῆς Ῥώμης ὑπὲρ τῆς βασιλείας πρὸς συμμαχίαν ἐπικαλεσάμενος τὸν Πορσήναν· οὗτος δὲ ἦν Τούσκων βασιλεύς· καὶ μικροῦ μὲν τῆς Ῥώμης κατεκράτησεν· ἡιττηθεὶς δὲ ὅμως ἀπῆλθε· καὶ τρίτωι μετὰ τοὺς βασιλέας ἐνιαυτῶι ὡς εἶὸεν αὐτῶι τὰ περὶ τῆς βασιλείας οὐ χωροῦντα κατὰ νοῦν, ἤδη γὰρ καὶ Πορσήνας σπονδὰς ἐπεποίητο πρὸς Ῥωμαίους, ἐν Τουσκόλωι πολιχνίωι τῆς Ῥώμης οὐ πόρρω [καταπλαγεὶς τὸν Μούκιον ἐπιβάλλοντα τῆι φλογὶ τὴν δεξιὰν εἰκόνα τε γενόμενον ἀνδρείας τε καὶ καρτερίας τῶν Ῥωμαίων], μεταστὰς σὺν τῆι γαμετῆι καὶ τοῖς φιλτάτοις τεσσαρεσκαίδεκα διετέλεσεν ἐνιαυτοὺς ἐκεῖ τε κατεγήρασε. τετάρτωι δὲ μετὰ τοὺς βασιλέας ἔτει Σαβῖνοι Ῥωμαίοις ἐπήγαγον πόλεμον. ἡττηθέντων δὲ αὐτῶν πανστρατὶ οἱ Ῥωμαῖ τὴν νίκην ἐθριάμβευσαν. ἔτει πέμπτωι Οὐαλέριος, ὁ Βρούτου συνύπατος, τετάρτην ἤδη πεπληρωκὼς ὑπατείαν τὸ κοινὸν ὑπέμεινε τέλος ἐν τοσαύτηι πενίαι καὶ ἀπορίαι τῶν ἀναγκαίων, ὥστε ἐκ συνεισφορᾶς τοῦ δήμου τὴν ταφὴν αὐτοῦ γενέσθαι. καὶ τοῦτον δὲ αἱ γυναῖκες ὥσπερ τὸν Βροῦτον κατὰ τὸν ἴσον χρόνον ἐπένθησαν. 12 Ἐνάτωι μετὰ τοὺς βασιλέας ἔτει ὁ τοῦ βασιλεύσαντος Ταρκυνίου Σουπέρβου γαμβρὸς τιμωρῆσαι τῶι κηδεστῆι βουληθεὶς παμμεγέθη στρατιὰν συνέλεξε. τότε τοίνυν προσεπενοήθη τε καὶ ἡιρέθη κατὰ τὴν Ῥώμην ἀρχή· δικτατούραν αὐτὴν ἐκάλουν ἐπιχωρίως· σημαίνει δὲ ἀναγόρευσιν ἡ φωνὴ ἢ διὰ τὸ λέγειν μετὰ τὸν δῆμον, οὐ ψηφηφορεῖν δὲ ὡς ἐπὶ τῶν ὑπάτων, τῶι ῥήματι δὲ ἀκολουθεῖν τὴν ἐξουσίαν. αὕτη δὲ δυνατωτέρα μὲν τῆς μεγίστης ὑπατείας ἦν, ἓξ μησὶ δὲ παρετείνετο μόνον. τοσοῦτον γὰρ ἔδοξεν αὐτὴν συστεῖλαι κατὰ τὸν χρόνον, ὅσον ὑπερέβαινε τῶι μεγέθει. κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ ἄρχων ἱππέων ἀνεδείχθη· ἀκολουθεῖ δὲ καὶ αὐτὸς τῶι δικτάτωρι καθάπερ τις ἀξιόχρεως ὑπουργός. συνελόντι δὲ εἰπεῖν, οὐδεμία τῶν ἐπὶ τῆς Ῥώμης ἀρχῶν ὡς ἡ δικτατούρα τῆι νῦν βασιλεία προσεώικει. μετὰ ταύτης γοῦν, μᾶλλον δὲ ὑπὸ ταύτηι τῆι προσηγορίαι καὶ Αὔγουστος Ὀκταβιανὸς (περὶ οὗ μικρὸν ὕστερον ἐροῦμεν) καὶ πρὸ ἐκείνου Γάϊος Καῖσαρ, κατὰ μικρὸν τὴν μὲν πολιτείαν καταλύοντες ἁρπάζοντες δὲ τὴν βασιλείαν διέλαθον. πρῶτος οὖν ἐγένετο δικτάτωρ Λάρκιος· μάγιστρος δὲ τῶν ἱππέων πρῶτος Σπούριος Κάσιος. 13 Ἕκτωι δὲ καὶ δεκάτωι μετὰ τοὺς βασιλέας ἐνιαυτῶι στάσις ἐπέπεσε τῶι δήμωι τῶν Ῥωμαίων ἀγανακτοῦντι, καὶ δεινὰ πάσχειν ὑπό τε τῆς συγκλήτου καὶ τῶν ὑπάτων [αἰτιωμένωι] καὶ οὐ πρότερον ἐπέσχεν οὗτος ὁ θόρυβος, πρὶν καὶ αὐτὸς αὑτῶι κατέστησεν ἄρχοντας οἰκείους καὶ οἱονεί τινας ἐκδίκους τοῦ πλήθους, οὓς δημάρχους ἐκάλεσε, τριβούνους πλήβις κατὰ τὴν αὐτῶν φωνήν. ἐπίστευσε δὲ ὁ δῆμος διὰ τούτων ἀσφάλειαν αὐτῶι πρὸς τὴν τῆς συγκλήτου καὶ τῶν ἀρχόντων ἐξουσίαν ὑπάρξειν. 14 Τῶι δὲ ἑξῆς ἐνιαυτῶι Βουλοῦσκοι τὸν πόλεμον ἀνενεώσαντο καὶ συμμίξαντες ἡττήθησαν καὶ τὴν μεγίστην ἑαυτῶν πόλιν Κουριόλους ἀπώλεσαν τῶν νικησάντων γενομένην. 15 Ὀκτωκαιδεκάτωι δὲ μετά τοὺς βασιλέας ἔτει Κύντος Μάρκιος ὁ τοῦ πολέμου τοῦ κατὰ Βουλούσκων στρατηγός, ὁ καὶ τὴν πόλιν αὐτῶν ἑλὼν τοὺς Κουριόλους, ἀπολιπὼν τὴν Ῥώμην προσεχώρησε τοῖς Βουλούσκοις, ὑπό τινος ὀργῆς τοῦτο παθών καὶ πολὺ συνήγαγε συμμαχικὸν καὶ πολλάκις ἐνίκησε πολέμωι τοὺς οἰκείους. καὶ πλησίον αὐτῆς ἐγένετο τῆς πόλεως ἀπὸ πέντε σημείων ὡς αὐτίκα πολιορκήσων· πρεσβευσαμένων δὲ τῶν Ῥωμαίων οὐ πρότερον ἔφη τῆς ὀργῆς λήξειν ἢ τὴν αὐτοῦ μητέρα Βετουρίαν καὶ τὴν γαμετὴν Βουλουμνίαν πρὸς αὐτὸν ἐλθεῖν. γίνεται δὴ τοῦτο· καὶ τοῖς ὀδυρμοῖς τῶν γυναικῶν ἐπικλασθεὶς ἀπεκίνησε τὸν στρατόν. καὶ δεύτερος οὗτος μετὰ τὸν βασιλέα Ταρκύνιον ὅπλα κατὰ τῆς πατρίδος ἐκίνησεν. 16 Φαβίου δὲ καὶ Βεργινίου τὴν ὑπατείαν ἐχόντων τριακόσιοι τῆς Ῥώμης ἄνδρες ἐπιφανεῖς ἐκ τῆς Φαβίου καταγόμενοι συγγενείας αὐτοὶ καθ᾿ ἑαυτοὺς κατὰ τῶν Βεειέντων ἐξεστράτευσαν, ὑποσχόμενοι καὶ τώι δήμωι καὶ τῆι συγκλήτωι τὸν πάντα καθορθώσειν πόλεμον. οὗτοι δὲ πάντες, ἀξιόχρεως ἕκαστος μεγάλης ἡγεμὼν εἶναι στρατιᾶς, πανωλεθρίαι διεφθάρησαν. ἐκ τοσούτου δὲ τοῦ Φαβίου γένους εἷς ὑπελείφθη μόνος, ὃς οὐχ οἷός τε ἐγένετο διὰ τὴν νεότητα παραγενέσθαι τῆι μάχηι. μετὰ ταῦτα γίνεται τῶν σωμάτων πάλιν ἀπογραφὴ κατὰ τὴν πόλιν, καὶ συνηριθμήθη πλῆθος ἀνδρῶν ἑκατὸν δέκα καὶ ἑπτὰ χιλιάδες καὶ τριακόσιοι καὶ δέκα καὶ ἐννέα. 17 Τῶι δὲ ἑξῆς ἐνιαυτῶι κατὰ τὸ Ἄλγιδον ὄρος δωδεκάτωι τῆς πόλεως σημείωι ἐνεδρευθεὶς ὁ Ῥωμαϊκὸς στρατὸς συνεκλείσθη. χειροτονεῖται τοίνυν δικτάτωρ Λούκιος Κύντιος Κικιννάτος· ἐν γὰρ ταῖς μεγίσταις ἀνάγκαις ἐπὶ ταύτην ἐφέροντο τὴν ἀρχήν. ἀγρὸν δὲ ἔχων ὁ Κικιννάτος καὶ τοῦτον αὐτῶι σώματι γεωργῶν ἐφεστηκώς τε ἀρότρωι παρέλαβε τὴν ἐξουσίαν· καὶ τὸν ἱδρῶτα τὸν ἀπὸ τῆς γηπονίας μεταβαλὼν ἐνέδυ τό σχῆμα, τραβέαν τόγαν αὐτὴν ὀνομάζουσιν, ἐκ τῆς ὁπλίσεως τῆς Ῥωμύλου μετενεχθεῖσαν εἰς φάρος. καὶ τοὺς πολεμίους ἀπολέσας ἠλευθέρωσε τὴν στρατιάν. 18 Τριακοσιοστῶι δὲ καὶ ἑνὶ μετὰ τὸν τῆς Ῥώμης συνοικισμὸν ἐνιαυτῶι τὸ τῶν ὑπάτων μετεβάλετο εἰς ἑτέραν ἀρχήν. ἀντὶ γὰρ τῶν ὑπάτων δέκα κατέστησαν, οἷς πᾶσα τῆς πόλεως ἐπετράπη διοίκησις. ἐκαλοῦντο δὲ οὗτοι δεκανδρικοί. ὀρθῶς δὲ διαγενόμενοι κατὰ τὸ πρῶτον ἔτος εἶτα μετεβλήθησαν. Ἄππιος γὰρ Κλαύδιος, εἷς ἐκ τῶν δέκα, Βεργινίου τινὸς θυγατέρα παρθένον, ὃς ἐν τῶι πολέμωι κατὰ τὸ Ἄλγιδον ὄρος πρὸς Λατίνους ἐτύγχανεν ἀνδρειότατα μεμαχημένος, ἠβουλήθη διαφθεῖραι πρὸς βίαν ἀλλ᾿ ὁ πατὴρ αὐτὴν πρὸ τῆς ὕβρεως ἀνεῖλε. τοῦτο συνεκίνησε τὸν στρατόν, καὶ τοὺς δέκα τιμωρίαι παραδόντες καὶ αὐτὴν αὐτοῖς συνανεῖλον τὴν ἀρχήν. 19 Τῶι δὲ ἑξῆς ἐνιαυτῶι Φιδηνάται πρὸς τὴν Ῥώμην ἤραντο πόλεμον, συμμάχοις κεχρημένοι Βεείοις καὶ τῶι τούτων βασιλεῖ Τουλουμνίωι. Βέειοι δὲ καὶ Φιδηνάται, καθάπερ ἐν τοῖς πρόσθεν εἴρηται, τῆς Ῥώμης ἐκ γειτόνων οἰκοῦσι, Φιδηνάται μὲν ἓξ κεχωρισμένοι σημείοις· Βέειοι δὲ ὀκτωκαίδεκα. συνεπῆλθον δὲ καὶ Βολούσκοι. τότε τοίνυν Μάμερκος Αἰμίλιος δικτάτωρ χειροτονηθείς καὶ λαβὼν ἄρχοντα τῶν ἱππέων Λούκιον Κυΐντιον Κικιννάτον τόν τε πόλεμον ἔλυσε καὶ τὸν βασιλέα Τολούμνιον ἀνεῖλε· Φιδῆναί τε ἡ πόλις ἑάλω καὶ κατεσκάφη. 20 Εἴκοσι δὲ ὕστερον ταύτης τῆς μάχης ἐνιαυτοῖς Βέειοι πάλιν ἐκίνησαν τὸν πόλεμον καὶ χειροτονεῖται κατ᾿ αὐτῶν δικτάτωρ Φούριος Κάμιλλος, ὃς πρότερον μὲν αὐτοὺς κατεπολέμησε. μετὰ ταῦτα δὲ τὴν πόλιν περικαθίσας καὶ αὐτὴν εἷλεν, ἀρχαιοτάτην τε τῆς Ἰταλίας καὶ τοῖς πᾶσιν ἀφθονωτάτην. μετὰ ταύτην αἱρεῖ Φαλίσκους, πόλιν οὐχ ἥττω τῆς προτέρας. ἀλλ᾿ ἐπανέστη φθόνος ἐκ ταύτης αὐτῶι τῆς εὐημερίας, αἰτίαν τ᾿ ἔσχεν, ὡς οὐ προσηκόντως διέλοι τῆι στρατιᾶι τὰ τοῦ πολέμου λάφυρα, κατεκρίθη τε καὶ ἀπεώσθη τῆς Ῥώμης. Κατὰ δὲ τοῦτον τὸν χρόνον Γάλλοι Σένωνες ὥρμησαν ἐπὶ τὴν Ῥώμην καὶ γενομένης μάχης ἑνδεκάτωι τῆς πόλεως σημείωι παρὰ τὸν Ἄλλιον ποταμὸν ἐπεσῆλθον φεύγουσι τοῖς Ῥωμαίοις, οὐδενὸς ἀντάραντος, μέχρι τῆς πόλεως αὐτῆς· καταφεύγοντες δὲ εἰς τὸ Καπετώλιον ἐκεῖ συνέσωζον ἑαυτούς. λιμοῦ δὲ λοιπὸν συνέχοντος αὐτούς, ἐφίσταται κάμνουσιν ὁ Φούριος Κάμιλλος ἐκτὸς τῆς πόλεως ἐκ τῆς εἰρημένης κρίσεως διὰγων. καὶ νικᾶι μὲν αὐτοὺς τῆι πρώτηι συμπλοκῆι. ὡς δὲ οὐκ ἐξεχώρουν τοῦ ἄστεως, ὠνήσαντο Ῥωμαῖοι τὴν ἀναχώρησιν αὐτῶν χρυσίωι. τοῦτο οὐκ ἤνεγκε μετρίως ὁ Κάμιλλος· παραχρῆμα δὲ ἐπεξελθὼν τῆι τῶν Γάλλων στρατιᾶι αὐτήν τε διέφθειρε καὶ τὸ δοθὲν ἀνέλαβε χρυσίον καὶ τὰ σημεῖα τὰ στρατιωτικά, ἅπερ ἦσαν ἐν τῆι προτέραι μάχηι παρὰ τῶν Ῥωμαίων ἀφηρημένοι (σίγνα καλοῦσιν αὐτὰ Ῥωμαῖοι), πάντα ἀναλαβῶν τρίτον ἐν τῆι πατρίδι θρίαμβον ἐθριάμβευσεν ἐπεκλήθη τε δεύτερος Ῥωμύλος ὡς οἰκιστὴς καὶ αὐτὸς τῆς Ῥώμης γεγενημένος.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-31 08:23:33 - flow version _RPTC_G1.3