Eutropio Peanio - Μετάφρασις τῆς Εὐτροπίου Ῥωμαϊκῆς ἱστορίας LIBRO V

Μετάφρασις τῆς Εὐτροπίου Ῥωμαϊκῆς ἱστορίας
Eutropio Peanio ΒΙΒΛΙΟΝ E - LIBRO V

libro I - libro II

ΒΙΒΛΙΟΝ E Ὅτε δε ὁ πρὸς Ἰουγούρϑαν ἐπράττετο πόλεμος , πολλαῖς ἑτέραις μάχαις ἐϰράτουν Ῥωμαῖοι διὰ τῶν ὑπάτων . Μανίλιος γὰρ ϰαὶ ϰαὶπίων ϰίμβρους ϰαὶ Τεύτονας ϰαὶ Τουγούρους ϰαὶ ῎ Αμβρονας ( ἔϑνη δε ἐστι ταῦτα Γερμανῶν τε ϰαὶ Γάλλων) ϰατε - πολέμησαν . οὗτοι μετὰ τοσαύτης ἐπανέστησαν τῷ δήμῳ στρατιᾶς , ὅση ἤνεγϰε φόβον οὐχ ἥττω τῆς ᾿ Αννιβου τυραννίδος · περί αὐτῆς γοῦν ἔδεισαν Ῥωμαίοι τῆς πόλεως . πολλάϰις γοῦν συμμίξαντες ϰαὶ πολλάϰις ἡττηϑέντες ἔμενον ἔτι πολέμιοι , ἀλλὰ Μάριος μετὰ τὴν ϰατὰ Ἰουγούρϑα νίϰην ἐπὶ Κίμβρους ϰαὶ Τεύτονας ἐξεπέμ φϑη . ϰαὶ παρασυρομένου τοῦ πολέμου τρίτον τε αὐτῷ ϰαὶ τέταρτον ἐπισυνήφϑη τὰ τῆς ἀρχης τοῦ ὑπάτου . ϰατὰ δὲ τὴν τετάρτην ὑπατείαν ϰοινωνὸς αὐτῷ ἧν τῆς ὁπατείας Κύντος Λουτάτιος Κατοῦλος . ἄμφω τοίνυν συνέμιξαν τοῖς Κίμβροις ϰαὶ δύο νιϰῶσι μάχας οὕτω σφοδρῶς ὡς εἴϰοσι μὲν μυριάδας ἀνδρῶν πεσεῖν , αἰχμαλώ των δὲ ὀϰτὼ γενέσϑαι ϰαὶ προσέτι Τευτόβοδον τὸν στρατηγὸν τῶν πολεμίων . ὑπὲρ ταύτης οὖν τῆς νίϰης ϰαὶ πέμπτον αὐτῷ τὰ τῆς ἀρχῆς ἐψηφίσϑη ϰαὶ ταῦτα ἀπόντι . Οὐ μὴν ἡσύχασαν Κίμβροι ϰαὶ Τεύτονες , ἀλλ ᾿ ἔτι τῷ πλήϑει ϰρατοῦντες ( οὐχ ἧττον γὰρ ἧν τοῦ διεφϑαρμένου τὸ λειπόμενον) τὰ σφέτερα αὐτῶν αφέντες παρῆλ ϑον ἐπί τὴν Ἰταλίαν ὑπὸ τῶν αὐτῶν δὲ αὖϑις , Μαρίου τε ϰαὶ ϰατούλου , ϰατεπο - λεμήϑησαν . ἔνϑα δὴ ϰαὶ λαμπρότερον ἐγένετο τὸ ἔργον Κατούλου · ϰαὶ πίπτουσιν ἐν τῇ τελευταίᾳ μάχῃ δέϰα ϰαὶ τέσσαρες ἀνδρῶν μυριάδες , ἓξ δὲ αἰχμαλώτων ἄγον ται τριαϰοσίων μόνον ἐϰ τοῦ ῾ Ρωμαϊϰοῦ πεσόντων στρατοῦ . στρατιωτιϰὰ δὲ ση μεῖα ὑπὸ Ῥωμαίοις ἐγένοντο τρία ϰαὶ τριάϰοντα . ὧν ἓν μὲν ϰαὶ τριάϰοντα εἷλον οἱ ὑπὸ Κατούλῳ μαχόμενοι , δύο δέ , ὧν ἡγεῖτο Μάριος . ἑϰάτεροι δὲ ὅμως ἐϑριάμ βευσαν .Τῷ δὲ ἑξαϰοσιοστῷ ϰαὶ πεντηϰοστῷ ϰαὶ ἐννάτῳ τῆς πόλεως ἔτει τὴν μὲν ὕπα τον εἶχον ἀρχὴν Σέξτος ᾿ Ιούλιος Καίσαρ ϰαὶ Λούϰιος Μάρϰιος Φίλιππος , σχεδὸν δὲ ἅπας ἡσύχαζε πόλεμος . ἀλλ ᾿ ἐξαίφνης Πιϰένται [ Μάρσοι τε] ϰαὶ Πελίγνοι ἀστα σιάστως τὸν παρελϑόντα ἅπαντα χρόνον ὑπαϰούσαντες Ῥωμαίοις ἀπεϑρασύναντο ϰαὶ το ἴσον αὐτοῖς ὑπάρχειν ἠβούλοντο πρὸς τὸν δημον . ἐγένετο τοίνυν βαρὺς οὗτος πόλεμος , ὡς ϰαὶ τὸν ὕπατον ἐν αὐτῷ πεσεῖν ἄριστον ἄνδρα Πούβλιον Ῥουτίλιον , Καιπίωνα τῶν ἐπιφανῶν νεανίσϰον , ϰαὶ Πόρϰιον Κάτωνα ϰαὶ αὐτὸν ὕπατον . ἡγοῦντο δὲ τοῦ στρατοῦ τῶν πολεμίων , Πιϰέντων ϰαὶ Μάρσων , Τίτος Βήττιος , ᾿ Ιέριος Ἀσί νιος , Τίτος Ἑρρέννιος , Αὗλος Κλουέντιος . οὗτος ὁ ϑόρυβος ἐποίησε Μάριον ἕϰτην δέξασϑαι τὴν ὕπατον ἀρχήν · τὸ δὲ ἔργον ἐπράχϑη παρὰ Πομπηΐου τε ϰαὶ Σύλλου , τῇ μάχη ϰαὶ αὐτῶν ἐπιστατούντων . Σύλλας γοῦν Κλουέντιον τὸν μαχιμώτατον τῶν ἐναντίων στρατηγὸν μετὰ πάσης τῆς δυνάμεως εἷλε . τέσσαρσίν [ τε] ἐνιαυτοῖς ἀεὶ ϰαὶ συμπλεϰόμενος ϰαὶ νιϰῶν ἐν τῷ παντί χρόνῳ φαίνεται μόνον ἕνα τῶν οιϰείων ἀποβαλὼν στρατιώτην . πέμπτῳ μὲν οὖν ἔτει τέλος ἔσχεν οὗτος ὁ πόλεμος τοῦ Σύλλου ϰατορϑώσαντος αὐτὸν ἐν ὑπατιϰῇ λοιπὸν ἐξουσίᾳ · τὰ γὰρ πρότερα πραίτωρ ἐτύγχανεν εἰργασμένος . Τῷ δὲ ἑξαϰοσιοστῷ ϰαὶ ἑβδομηϰοστῷ ϰαὶ δευτέρῳ τῆς πόλεως ἔτει πρῶτος ἐμφύλιος ἀνεφύη πόλεμος , ϰαὶ ϰατὰ τὸν αὐτὸν τοῦτον ἐνιαυτὸν ὁ πρὸς Μιϑριδά την μέγιστος , εἴπερ τις ἕτερος . ὁ μέν οὖν ἐμφύλιος αἰτίαν ἔσχε τήνδε · Μάριος ἐπὶ τὴν ἕϰτην ὑπατείαν ϰληϑείς συνύπατον ἔσχε τὸν Σύλλαν , ᾧ τὰ πρὸς Μιϑριδάτην ἀπεϰληρώϑη . ϰαὶ Σύλλου δὲ περί τὴν Καμπανίαν διατρίβοντος ( ἐβούλετο γὰρ ὁδοῦ πάρεργον ποιήσασϑαι τὴν τῶν ᾿ Ιταλιϰῶν ἐπανόρϑωσιν πραγμάτων ϰαὶ τὰ λείψανα τῆς παλαιᾶς ἀνελεῖν στάσεως) ὁ Μάριος πείϑει τὸν δημον ἐπ ᾿ αὐτὸν μεταϑεῖναι τὴν Μι ϑριδατιϰὴν μάχην . ϰαὶ συνήργησεν αὐτῷ πολὺς ὢν ἤδη λοιπὸν ὁ περίΜιϑριδάτου. λόγος ὡς ἤδη τήν τε Ἀσίαν ϰαὶ τὴν ᾿ Αχαΐαν ϰατειληφότος . τοῦτο πρὸς ὀργὴν ἐϰίνησε τὸν Σύλλαν . ϰαὶ μετὰ τοῦ στρατεύματος εἰς τὴν Ῥώμην ἐπανῆϰε · ϰαὶ εἰς χείραςἀ φιϰνεῖται Μαρίῳ τε ϰαὶ Σουλπιϰίῳ . πρῶτός τε μεϑ ᾿ ὅπλων οὗτος ἐπὶ τῆς πόλεως ὤφϑη . Μάριος μὲν οὖν τοῦ Σουλπιϰίου πεσόντος διεσώϑη φυγών . Σύλλας δὲ χειροτονήσας τοὺς τοῦ μέλλοντος ἔτους ὑπάτους , Γναῖον τε Ὀϰτάβιον ϰαὶ Λούϰιον Κορνήλιον Κίνναν , ὥρμησε πρὸς τὴν Ἀσίαν . Μεταξὺ γὰρ ὁ Μιϑριδάτης τοῦ τε Πόντου ϰρατῶν ϰαὶ τῆς μιϰρᾶς ϰαλουμενης Ἀρμενίας ϰαὶ πάσης τῆς Ποντιϰῆς ϑαλάσσης τῆς ϰύϰλῳ τοῦ Βοσπόρου Νιϰομήδην ἐπειρᾶτο φίλον ὄντα ϰαὶ σύμμαχον ῾ Ρωμαίων τῆς Βιϑυνίας ἐϰβάλλειν τῷ τε δήμῳ προηγόρευσε τῷ Ῥωμαίων ὑβρισμένος ἀμύνεσϑαι τὸν Νιϰομήδην , οὐϰ αὐτοῖς ἀντι ταττόμενος . ὁ μὲν οὖν δῆμος ἀπεϰρίνατο πόλεμον αὐτὸν ἐφ ᾿ ἑαυτω ϰινήσειν Ῥω μαϊϰόν , εἰ μη Νιϰομήδους ἀποσταίη . βαρέως δὲ ἐνεγϰῶν ὁ Μιϑριδάτης ἔπεισε Καππαδόϰας ϰαὶ τὸν Ἀριοβαρζάνην ὑπόσπονδον ὄντα Ῥωμαίοις ἐξέβαλε τῶν βασι λείων . εἶτα μετέστησε τὴν στρατιὰν εἰς Βιϑυνίαν τε ϰαὶ Παφλαγονίαν · ϰαὶ τοὺς ἐϰεῖ βασιλεύοντας ἐξήλασε Ῥωμαίων ὄvτας ὑπηϰόους τε ϰαὶ φίλους , Πυλαιμένην τε ϰαὶ Νιϰομήδην . ἐϰεῖϑεν ἐπὶ τὴν Ἔφεσον ἔσχε τὸν δρόμον · ϰαὶ προγράμματι τοὺς ϰαταλαμβανομένους ἐπὶ τῆς ᾿ Ασίας Ῥωμαίους ἀναιρεϑῆναι προσέταξε . Προσετέϑη δὲ αὐτῷ ϰαὶ ἡ τῶν ᾿ Αϑηνῶν πόλις ᾿ Αρίστωνος αὐτὴν τοῦ ᾿ Αϑη ναίου προπιόντος . ἐπραγματεύετο γὰρ ἤδη τῆς ᾿ Αχαΐας τὴν ϰτῆσιν Ἀρχέλαον ἐϰ πέμψας σὺν ἑϰατὸν ϰαὶ εἴϰοσι χιλιάσι πεζῶν τε ϰαὶ ἱππέων ϰαὶ ὃς ἅπασαν αὐτῷ προσηγάγετο τὴν ῾ Ελλάδα . Σύλλας τοίνυν τῷ Πειραιεῖ προσϰαϑεσϑείς τὰς μὲν ᾿ Αϑή νας εἷλεν , ἐπεξελϑὼν δὲ Ἀρχελάῳ ϰαὶ συμμίξας μετὰ τοσαύτης ἐϰράτησε περι ουσίας , ὥστε δέϰα μὲν ᾿ Αρχελάῳ διασωϑῆναι χιλιάδας ἐϰ τῶν ἑϰατὸν εἴϰοσι , τοῦ δὲ Ῥωμαϊϰοῦ στρατεύματος τρεῖς ϰαὶ δέϰα μόνους ἄνδρας πεσεῖν . ἀλλ ᾿ ὁ Μιϑρι δάτης τὴν ᾿ Αρχελάου δυσπραγίαν γνοὺς ἀπέστειλεν ἑβδομήϰοντα χιλιάδας αὐτῷ τοὺς ἀρίστους ἐϰ τῆς Ἀσίας ἐϰλεξάμενος . γίγνεται δὴ δευτέρα συμπλοϰή · ϰαὶ οὐ μετὰ τῆς ἴσης ἑϰάτεροι διεϰράϑησαν τύχης ἡττᾶται γὰρ ᾿ Αρχέλαος · ϰαὶ πίπτουσιν αὐτοῦ δεϰαπέντε χιλιάδες , ϰαὶ πρὸς Διογένης ὁ ᾿ Αρχελάου παῖς · αὐτὸς δὲ ἐν τοῖς πλησίον ἕλεσιν τρεῖς διαλαϑὼν ἡμέρας ἐσώϑη . ταῦτα τὸν Μιϑριδάτην ἠνάγϰασε περί σπονδῶν ποιήσασϑαι πρὸς τὸν Σύλλαν λόγους ἑτέρους ἤδη ϰατορϑοῦντα πολέ μους . Σϰορδίσϰους γὰρ ϰαὶ Δαλμάτας ϰαὶ Δαρδάνους τοὺς μὲν χερσί τοὺς δὲ φόβῳ συνῆψε ῾ Ρωμαίοις · ἔνϑα δὴ ϰαὶ οἱ τοῦ Μιϑριδάτου παραγενόμενοι πρέσβεις τὰ παρὰ τοῦ βασιλέως ἀπήγγειλαν . ὁ δὲ οὐ πρότερον ἔφη περί σπονδῶν ἀϰούσεσϑαι , πρὶν ἂν ἀπολιπὼν ἅπασαν ἣν ἐφόδῳ ϰατέσχε γῆν ἐπὶ τὴν προτέραν αὐτοῦ βασιλείαν ἐπανέλϑοι · ἐπεί δὲ ϰαὶ εἰς λόγους ἦλϑεν ὁ Μιϑριδάτης αὐτῷ , τῶν ἐμφυλίων αὐτὸν ϰαλοῦντων ϑορύβων ἔδωϰε τὰς σπονδάς . ἠβούλετο γὰρ τὰ πολιτιϰὰ ϰαϑιστὰς μη δένα ϰατόπιν αὐτοῦ πολέμιον ἔχειν . εὐϑὺς οὖν ἐπὶ τὴν πόλιν εδραμεν , ἤδη τοῦ Μαρίου ϰαὶ Κίννου , δν ὕπατον ὁ Σύλλας ἐχειροτόνησε , συμπνευσάντων ἀλλήλοις ϰαὶ πολλὰ ϰατὰ τὴν ῾ Ρώμην ἐργασαμένων · πολλοὺς γὰρ τῶν συγϰλητιϰῶν διεχρήσαντο ϰαὶ πολλῶν τὰς οὐσίας ἐδήμευσαν · τὴν οἰϰίαν τε τοῦ Σύλλου ϰαϑελόντες ϰαὶ ἀνα τρέψαντες τὴν γαμετὴν ϰαὶ τοὺς παῖδας εἰς φυγὴν ἔτρεψαν · ἀμελεί τῆς συγϰλήτου τὸ λειπόμενον ἐπὶ τὸν Σύλλαν ὥρμησεν , ὥστε βοηϑῆσαι τοσούτῳ ϰαϰῷ . παραγε νόμενος οὖν εἰς τὴν Ἰταλίαν ὁ Σύλλας Νορβανὸν ϰαὶ Σϰηπίωνα τοὺς ὑπάτους , οἳ ϰατὰ τὴν Μαρίου ταραχὴν ἐϰεχειροτόνηντο , μάχῃ ἐνίϰησε · πρῶτον μὲν Νορβανὸν περί τὴν Καπύην , οὖ χιλιάδας μὲν ἔφϑειρεν ἓξ εἷλε δὲ τοσαύτας ἑτέρας , δεύτε ρον δὲ τὸν Σϰηπίωνα , ὃς ϰαὶ παρέδωϰεν ἑαυτὸν σὺν τῷ στρατεύματι . Γενομένων δὲ ἑτέρων ϰατὰ τὴν ῾ Ρώμην ὑπάτων , Μαρίου τε τοῦ Μαριου παι ὃος ϰαὶ Παπιρίου Κάρβωνος , τὸν Μάριον ϰαταπολεμήσας ϰαὶ πεντεϰαίδεϰα χιλιάδας αὐτοῦ διαχρησάμενος ϰατέλαβε τὴν πόλιν ἐπαϰολουϑῆσαί τινας φεύγοντι τῷ Μα ρίῳ ϰελεύσας ἐϰ τοῦ στρατεύματος , οὓς δείσας ἐϰεῖνος ἐπήγαγεν ἑαυτῷ τελευτήν . ἐν δὲ ταύταις πάσαις ταῖς μάχαις , τῇ μὲν πρὸς τοὺς προτέρους ὑπάτους τέσσαρας ϰαὶ εἴϰοσι μόνους ἐϰ τῆς αὐτοῦ στρατιᾶς ἀπώλεσεν ὁ Σύλλας , τῇ δὲ πρὸς τοὺς ἑτέ ρους τεσσαράχοντα . μετὰ ταῦτα γίγνεται ϰαὶ ἑτέρα μάχη τῷ Σύλλᾳ πρὸς Λαμ πῶνιον ϰαὶ Καρινάτην στρατηγοὺς τοῦ Μαρίου ϰατ ᾿ αὐτῆς τῆς Ῥώμης τὰ προ πύλαια , ὅϑιπερ ἡ Κολλίνη ϰαλουμένη πύλη · ἀντετάττοντο δὲ αὐτω χιλιάδες ἑβδο μήϰοντα , τούτων δώδεϰα μὲν εὐϑὺς προσεχώρησαν τῷ Σύλλᾳ · οἱ λοιποὶ δὲ οἱ μὲν ϰατ ᾿ αὐτὴν παράταξιν , οἱ δὲ φεύγοντες , οί δὲ πρὸς τὰς παρεμβολὰς ϰαταφεύγον τες ἀνῃρέϑησαν · ϰαὶ ϰόρος οὐϰ εἶχε τοὺς φονεύοντας . ἐνταῦϑα δὴ ϰαὶ ὁ Κάρβων ὁ τῶν ὑπάτων ἕτερος φεύγει πρὸς τὴν Σιϰελίαν ϰἀϰεῖ δέχεται τὴν τελευτὴν ὑπὸ τοῦ Πομπηΐου · τοῦτον γὰρ ὁ Σύλλας νέον ἔτι ϰαὶ πρῶτον ἔτοςἀγοντα πρὸς τοῖς είϰοσι πολλάϰις ἀριστεύσαντα τεϑεαμένος ἐπέστησε τῷ ϰατὰ Σιϰελίαν στρατῷ . Καὶ πάσης ἐϰράτησε τῆς νήσου μετὰ τὴν Κάρβωνος σφαγήν . δεύτερος οὖν ἐπεϰαλεῖτο Σύλλας . ἀπὸ δὲ τῆς Σιϰελίας ἐπὶ τὴν Ἀφριϰὴν διαπλεύσας συμπλέϰε ται Δομητίῳ ( Μαρίου ϰαὶ οὗτος ἦν στρατηγός) ϰαὶ αὐτόν τε ἀναιρεῖ ϰαὶ τὸν ᾿ Ιέρδαν Μαυρῶν βασιλεύοντα , συμμαχοῦντα τῷ Δομητίῳ . ὡς οὖν ϰαὶ τῶν ἐμφυλίων ϰεχρατηχὼς ὁ Σύλλας τὸν ϰατὰ Μιϑριδάτου ϑρίαμβον ἀπεπλήρωσε . ϰαὶ Πομπήϊος δὲ πρῶτος τοῦτο λαχὼν ἐν νεότητι τὸ γέρας εἰϰοστῷ ϰαὶ τετάρτω τῆς ἡλιϰίας ἔτει ϰατὰ τῶν ῎ Αφρων ἐϑριάμβευσεν . οὕτως ἐτελεύτησαν ὅ τε Ἰταλιϰὸς πόλεμος ϰαὶ ὁ ἐμφύλιος πόλεμος ἐπὶ δεϰάτῳ ἐϰταϑέντες ἐνιαυτῷ , ὀλεϑριώτατοι γενόμενοι τῇ ῾ Ρώμῃ . ϰατ ᾿ αὐτοὺς γὰρ ἀπέβαλον ἑϰατὸν ϰαὶ πεντήϰοντα χιλιάδας ἀνδρῶν ὁπλιτῶν , εἴϰοσι δὲ ϰαὶ τέσσάρας ὑπατιϰοὺς ἄνδρας ἑπτά τε πραιτωρίους , αίδιλιϰίους ἑξήϰοντα , συγ ϰλητιϰοὺς δὲ ἀμφὶ τοὺς διαϰοσίους . ἡ δὲ τῶν αἰδιλιϰίων ἀρχή τις ἧν , ἧς πρώτης οἱ παριόντες ἐπί τά πράγματα τῆς πόλεως ἐτύγχανον .

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-31 08:23:33 - flow version _RPTC_G1.3