Eutropio Peanio - Μετάφρασις τῆς Εὐτροπίου Ῥωμαϊκῆς ἱστορίας LIBRO VI

Μετάφρασις τῆς Εὐτροπίου Ῥωμαϊκῆς ἱστορίας
Eutropio Peanio ΒΙΒΛΙΟΝ ς - LIBRO VI

libro I - libro II

ΒΙΒΛΙΟΝ ς Μάρϰου Αἰμιλίου Λεπίδου ϰαὶ Κύντου Κατούλου γενομένων ὑπάτων ϰαὶ τῆς πολιτείας ὑπὸ τοῦ Σύλλου πεφυλαγμένης ϰαὶνοί πόλεμοι πανταχόϑεν ἐξανέστησαν ἐν μὲν ταῖς ῾ Ισπανίαις Σερτωρίου νεωτερίσαντος ( δς τῆς Μαρίου συμμορίας ἦν) ϰαὶ τοὺς ῾ Ισπανοὺς εἰς ὅπλα ϰινήσαντος , δείσαντος μὴ ταὐτὰ πάϑῃ τοῖς λοιποῖς τοῖς Μαρίῳ ϰεϰοινωνηϰόσιν , ἐν Παμφυλίᾳ δὲ ϰαὶ Μαϰεδονίᾳ ϰαὶ Δαλματίᾳ τῶν ἐνοίϰων τῆς γῆς ϰατά τοῦ δήμου στασιασάντων . πέμπονται τοίνυν ἐπὶ μὲν τὸν Σερτώριον Κύντος Καὶϰίλιος Μέτελλος ὁ Μετέλλου παῖς τοῦ Ἰουγούρϑαν νιϰήσαντος ϰαὶ Λού ϰιος Δομήτιος . ἀλλ ᾿ ὁ μὲν Δομήτιος συμμίξας ἀνῃρέϑη , Μέτελλος δὲ ἀμφήριστον ἔσχε τὴν μάχην · ἐπεὶ δὲ οὐϰ ἐδόϰει μόνος ἀρϰεῖν , πέμπεται Πομπήϊος · ϰαὶ διαφό ρους ἔσχεν ἡ μάχη τύχας νῦν μὲν ϰρατοῦντος νῦν δὲ ἡττωμένου Σερτωρίου . διελ ϑόντων δὲ ἐνιαυτῶν ὀϰτωϰαίδεϰα Σερτώριος ὑπὸ τῶν οἰϰείων ἀνῃρέϑη ϰαὶ ῾ Ισπανοὶ ἐντεῦϑεν ἠρεμοῦντες διέμειναν . Τὸν ἐν Μαϰεδονίᾳ δὲ πόλεμον Ἄππιος Κλαύδιος ϰατώρϑωσε πολλοῖς ἔϑνεσι μαχεσάμενος τοῖς τὴν Ῥοδόπην οίϰοῦσιν . νιϰήσαντα δὲ αὐτὸν ἀπήγαγε τοῦ βίου νόσος . ὑποϰαταστὰς δὲ αὐτῷ Γάϊος Σϰριβώνιος Κουρίων Δαρδάνους τε ἐνίϰησε ϰαὶ πρὸς τὰς ὄχϑας ἐχώρησε τοῦ ποταμοῦ τοῦ Ἴστρου . οὕτω τε ἐπανελϑὼν ἐϑριάμ βευσεν .Εἰς δὲ τὴν Παμφυλίαν Πούβλιος Σερβίλλιος ἀφιϰόμενος Κιλιϰίαν τε ὑπηγά γετο ϰαὶ Λυϰίας τὸ πλεῖστον . Φασήλιδα γὰρ ϰαὶ Ὄλυμπον ϰαὶ Κώρυϰον προσέ νειμε Ῥωμαίοις · Ἰσαύροις τε ἐπελϑὼν ἠνάγϰασε τὴν Ῥωμαίων δέξασϑαι δεσπο - τείαν · πρῶτός τε ῾ Ρωμαίων τὸν Ταῦρον διῆλϑε · ϰαὶ ὁδεύσας τὴν ὑπώρειαν ἐπεϰλήϑη διὰ τὴν νίϰην Ἰσαυριϰὸς ὡς δυσμαχώτατον ἔϑνος νενινηϰώς . Τὰ δὲ ἐν Ἰλλυριοῖς Γάϊος Κοσϰῶνιος ἀνϑυπατιϰὴν ἐξουσίαν ἔχων ϰατεστήσατο Σάλωνας μὲν μητρόπολιν τῆς Δαλματίας ϰτησάμενος , τῷ πολέμῳ δὲ ἐπιϑεις ἔτει δευτέρῳ τέλος . Ἐν αὐτῷ δὲ τούτῳ τῷ χρόνῳ Μάρϰος Αἰμίλιος Λέπιδος ὁ τοῦ Κατούλου συνύπατος τὴν ἐμφύλιον ἐπεχείρησεν ἀναϰινῆσαι στάσιν · ἀλλὰ τοῦ προσιόντος ϑέ ρους ϰαϑῃρέϑη . ϰαὶ τὰ γενόμενα παρὰ τοῖς Ἰλλυριοῖς ϰαὶ ϰατὰ τὴν πόλιν τάχους τε ἕνεϰα ϰαὶ τῶν ἔργων αὐτῶν ἠξιώϑη ϑριάμβων . Καὶ Ῥώμη δὲ ἕϰτον ϰαὶ ἑβδομηϰοστὸν ἐπὶ τοῖς ἑξαϰοσίοις ἔτος ἦν . ϰατὰ δὴ τοῦτον τὸν ϰαὶρὸν ἐϰτὸς μὲν Λούϰιος Λούϰουλλος ϰαὶ Μάρϰος Αὐρήλιος Κόττας ἦσαν ὕπατοι . Νιϰομήδης δὴ ὁ Βιϑυνῶν τελευτῶν παρέπεμψε τὴν βασιλείαν Ῥωμαίοις . Μιϑριδάτης δὲ μιϰρὰ τῶν σπονδῶν φροντίσας ϰατὰ τῆς Βιϑυνίας ϰαὶ Ἀσίας ἔφοδον ἐμελέτησεν . ἀμφοτέρων δὲ τῶν ὑπάτων ἐπ ᾿ αὐτὸν ὁρμηϑέντων νῦν μὲν ἐϰράτει , νῦν δὲ ἧττον εἶχε Ῥωμαίων · ϰαὶ Κόττας μὲν πρὸ Καλχηδόνος τῆς ἐπὶ τῷ Βοσπόρῳ συμμίξας ἡττᾶται ϰαὶ ϰαταφεύγει πρὸς τὸ ἄστυ . Μιϑριδάτης δὲ τὴν πολιορϰίαν τρίβειν αὐτῷ τοὺς χρόνους οἰηϑεὶς ἔδραμεν ἐπὶ τὴν Κύζιϰον ὡς ὁρμητηρίῳ χρη σάμενος αὐτῇ ϰατὰ πάσης τῆς ᾿ Ασίας · οὐ μὴν οἷον ἤλπισεν ἔσχε τέλος . Λού ϰουλλος γὰρ αὐτῷ προσϰαϑεσϑεὶς ϰαὶ πολιορϰοῦντα πολιορϰήσας λιμῷ τε πιέσας αὐ τόν τε ϰαὶ τὸ στρατόπεδον συνελαύνει τὸν Μιϑριδάτην εἰς τὸ Βυζάντιον , ἐφ ᾿ οὖ νῦν ἐστιν ἡ Κωνσταντινούπολις . ϰαὶ μετὰ ταῦτα τοῖς στρατηγοῖς αὐτοῦ μαχεσάμενος τὸ πολὺ διέφϑειρε τοῦ στρατοῦ , ὡς ἑϰατὸν ἀνδρῶν χιλιάδας πεσειν ὑφ ᾿ ἑνὶ χειμῶνι ϰαὶ ϑέρει . Τῷ δὲ ἑξαϰοσιοστῷ ϰαὶ ἑβδομηϰοστῷ ϰαὶ ὀγδόῳ τῆς πόλεως ἔτει τὰ Μαϰεδο νιϰὰ μὲν ἐπετράπη Λιϰιννίῳ Λουϰούλλῳ ( ἀνεψιὸς δὲ ἦν Λουϰούλλου τοῦ πρὸς Μι ϑριδάτην πολεμοῦντος) . ἐϰινήϑη δὲ ϰατὰ τὴν Ἰταλίαν πόλεμος ϰαὶνός · τέσσαρες γὰρ ϰαὶ ἑβδομήϰοντα τῶν ἐπὶ μονομαχίᾳ συνειλεγμένων ἡγεμόνας τοῦ τολμήματοςποιη σάμενοι Σπάρταχον ϰαὶ Κρίζον ϰαὶ Οἰνόμαον , ὀρύξαντες τὸ μονομαχιϰὸν ϑέατρον ἀπέφυγον · ϰαὶ πλανώμενοι ϰατὰ μιϰρόν τε ηὐξήϑησαν ὥστε εἰς ἑξήϰοντα μυριάδας προελϑεῖν · πολλούς τε Ῥωμαίων στρατηγοὺς ϰαὶ δύο τῶν ὑπάτων ἀνελόντες οὐχ ἥττω ϰαὶ φόβον ϰαὶ ϰίνδυνον ἐπήγαγον Ῥωμαίοις ἤπερ ᾿ Αννίβας · ϰαὶ μόλις ὑπὸ Λι ϰιννίου Κράσσου χειροτονηϑέντος ὑπάτου πολλαῖς περιβαλόντες τὴν ῾ Ρώμην συμφο ραῖς ἔτει τρίτῳ τῆς ἀρχῆς τοῦ πολέμου παντελῶς ἀπεσβέσϑησαν . Ἐξαϰοσιοστῷ δὲ ϰαὶ ὀγδοηϰοστῷ ϰαὶ πρώτῳ τῆς πόλεως ἔτει Κορνηλίου Λεν τούλου ϰαὶ Γναίου Αὐφιδίου ᾿ Ορέστου τὴν ἀρχὴν δεξαμένων οἱ δύο πόλεμοι τὴν Ῥώμην ἐνώχλουν μόνοι , ὅ τε πρὸς Μιϑριδάτην ϰαὶ ὁ πρὸς Μαϰεδόνας , οἷς ἐπεστά τουν Λούϰιός τε Λούϰουλλος ϰαὶ Μάρϰος Λούϰουλλος · ἀλλ ᾿ ὁ μὲν Λούϰιος μετὰ τὴν ἐν Κυζίϰῳ μάχην , ἣν ἄρτι διηγησάμην , νίϰᾷ τε τοὺς ἡγεμόνας τοῦ Μιϑριδάτου ναυ μαχίᾳ · ϰαὶ ϰαταϰολουϑῶν ὄπισϑεν Παφλαγονίαν τε ϰαὶ Βιϑυνίαν ἀνεϰτήσατο ϰαὶ πρὸς τὸν Πόντον , ὃς ἦν τῆς Μιϑριδάτου βασιλείας , τὸν δρόμον ἴϑυνε · ϰαὶ τὰς ἐπισήμους τοῦ Πόντου πόλεις Σινώπην τε ϰαὶ ᾿ Αμισσὸν εἷλεν . εἶτ ᾿ ἐπισυνάψας τὴν μάχην περί ϰάβειρα τὴν πόλιν μετὰ πολλοῦ πλήϑους ἐϰ πάσης αὐτοῦ τῆς βασιλείας ἀντιπα ραταξαμένου τοῦ Μιϑριδάτου · οὗτος πενταϰισχιλίοις μόνοις ὁπλίταις χρώμενος τριά ϰοντα διεχρήσατο χιλιάδας · ϰαὶ τρέψας τὸν Μιϑριδάτην εἰς φυγὴν τῶν τε παρεμ βολῶν ἐγένετο ϰύριος ἀφείλετό τε ϰαὶ τῆς μιϰρᾶς Ἀρμενίας αὐτόν . τὸν μὲν οὖν φυγόντα Τιγράνης ὁ τῆς ᾿ Αρμενίας ὑπεδέξατο βασιλεὺς ἐπισημότατος τῶν πώποτε τὴν χώραν ϰατασχόντων ϰαὶ Πέρσας ἀεὶ νενιϰηϰὼς ϰαὶ τὴν Μεσοποταμίαν ϰαὶ τὴν Συρίαν ϰαὶ τὰ πλεῖστα τῆς Φοινίϰης ὑφ ᾿ ἑαυτὸν ἔχων . Λούϰουλλος δ ᾿ ἐπεξελϑὼν ϰαὶ τῆς Τιγράνου βασιλείας ϰατεφρόνησε ϰαὶ τὴν με γίστην αίρεῖ πόλιν ὅϑεν δὴ ϰαὶ Κρητιϰὸς ὁ Μέτελλος προσηγορεύϑη ϰαὶ τὴν νίϰην ἐϑριάμβευσε . τότε ϰαὶ Λιβύων ὁ βασιλεὺς Ἀπίων Ῥωμαίοις παρέπεμψε τὴν ἀρχὴν ἀποϑνήσϰων ἐϰ διαϑήϰης . ϰύριοι δὲ Λιβύης ἐγένοντο Ῥωμαῖοι ϰαὶ μεγίστας προσελάβοντο πόλεις Βερενίϰην Πτολεμαΐδα ϰαὶ Κυρήνην . Οὕτω τῶν πραγμάτων ϰατὰ γῆν ἐχόντων ἐϰ ϑαλάττης ἐϰινήϑη πόλεμος λῃ στῶν αὐτὴν πανταχόϑεν ἐπιπλεόντων ὡς μήτε τοῖς ἐμπόροις μήτ ᾿ ἄλλοις αὐτὴν εἶναι πλεῖν . τοῦτον ὁ Πομπήϊος ψηφίσματι τῆς πόλεως ἐπιτραπέντα ἐν μιϰρῷ χρόνῳ ϰαὶ μετὰ λαμπρᾶς ἔπαυσε τῆς τύχης . ϰαὶ μετέστη πρὸς Μιϑριδάτην τε ϰαὶ Τιγρά νην · ϰαὶ τὸν Μιϑριδάτην μὲν ἐν ᾿ Αρμενίᾳ τῇ δευτέρᾳ νυϰτομαχίᾳ νιϰήσας τάς τε παρεμβολὰς εἷλεν ϰαὶ τεσσαράϰοντα χιλιάδας διέφϑειρε τοῦ τῶν πολεμίων στρατοῦ εἴϰοσι τῶν ἑαυτοῦ μαχητῶν ἀποβαλὼν ϰαὶ ἑϰατοντάρχους δύο . αὐτόν τεΜιϑριδά την μετὰ τῆς γαμετῆς συνελάσας εἰς φυγὴν ἐπὶ τὸν Τιγράνην ἐχώρησεν . ἀλλ ᾿ ὁ μὲν Μιϑριδάτης ὑπὸ τῆς συμφορᾶς χαλεπῶς τοῖς οἰϰείοις ϰεχρημένος ἐπαναστάντος αὐ τῷ τοῦ παιδὸς Φαρνάχου ϰαί τινων ἐϰ τοῦ στρατοῦ φαρμάχῳ τὴν τελευτὴν ηὕρατο · ϰαὶ τοῦτο ἔσχε πέρας τοῦ βίου περὶ τὸν Βόσπορον ἀνὴρ ἔργῳ τε ϰαὶ βουλαῖς ἄρι στος ϰαὶ τήν τε βασιλείαν ἑξήϰοντα ϰατασχὼν ἔτεσι , τῆς δὲ ἡλιϰίας προβὰς εἰς ἑβδο μήχοντα ϰαὶ δύο . ὁ δε ῾ Ρωμαίων πρὸς αὐτὸν πόλεμος τεσσαράϰοντα ἔτη ἐγένετο . Τιγράνης δὲ παρέδωϰεν ἑαυτὸν Πομπηΐω δεϰάτῳ ϰαὶ ἕϰτῳ σημείῳ τοῦ στρατοπέ δου ἀπέχοντος τοῦ Πομπηΐου τοῦ Ἀρταξάτου φρουρίου · ϰαὶ τὸ διάδημα τὸ βασιλιϰον αὐτῷ προσεϰόμισε ϰαὶ προσέπεσε πρὸς τὰ γόνατα . ἀλλ ᾿ ἐϰ μεγαλοφροσύνης ὁ Πομ πήϊος τόν τε στέφανον αὖϑις ἐπέϑηϰεν αὐτοῦ τῇ ϰεφαλῇ ϰαὶ πάσης μετέδωϰε τιμῆς μέρος τῆς βασιλείας ἀφελόμενος ϰαὶ χρήμασι σωφρονίσας · Συρίαν μὲν γὰρ ϰαὶ Φοινίϰην ϰαὶ Σωφανήνην περιέϰοψεν αὐτοῦ τῆς ἀρχῆς . ἑξαϰισχίλια δὲ τάλαντα ἀργυρίου ϰαταβαλεῖν ἠνάγϰασε τιμωρίαν τοῦ ϰατὰ ῾ Ρωμαίων ἐγχειρήματος . ᾿ Εϰεῖϑεν ὁ Πομπήϊος ἔδραμεν ἐπὶ τοὺς ᾿ Αλβανούς · ϰαὶ τὸν βασιλεύοντα τοῦ ἔϑνους Ὀρόδην μάχῃ νιϰήσας , ἔπειτα γράμμασιν ἱϰετηρίοις ἐπιϰλασϑεὶς ϰαὶ τάξας φόρους ἐσπείσατο πρὸς αὐτόν . ϰαὶ μεταστὰς ἐπὶ τὸν ᾿ Ιβήρων βασιλέα τὸν Ἀρτά ϰην ἐχράτησε τοῖς ὅπλοις ϰαὶ αὐτοῦ ϰατέστη ϰύριος ἐϰδόντος ἑαυτὸν τῷ νενιϰηϰότι . τότε τὴν δευτέραν Ἀρμενίαν Δηϊοτέρῳ τῷ βασιλεῖ τῆς Γαλατίας ἔδωϰε δῶρον ὁ Πομπήϊος συμμάχῳ ϰατὰ τοῦ Μιϑριδάτου γεγενημένῳ ϰαὶ Πυλαιμένη δὲ ϰαὶ Ἀττάλῳ τὴν Παφλαγονίαν ἀπέδωϰε τῆς αὐτῆς αἰτίας χάριν · Ἀρίσταρχον δὲ ἔταξε βασιλεύειν Κόλχων . ϰαὶ μετὰ ταῦτα προσπεσὼν Πετραίοις τε ϰαὶ Ἀραβίοις ϰαὶ νιϰήσας μάχη πρὸς τὴν Συρίαν ἐπανῆϰε ϰαὶ παρέσχε τοῖς Σελεύϰειαν τὴν ᾿ Αντιοχείας γείτονα ϰατ οιϰοῦσιν αὐτονομίαν , ὅτι δὴ τῷ ϰαὶρῷ τοῦ πολέμου τὸν Τιγράνην οὐχ υπεδέξαντο . ἀπέδωϰε δὲ ϰαὶ Ἀντιοχεῦσι τοὺς ὁμήρους · ϰαί τίνα ϰαὶ γῆν τοῖς ἐνοίϰοις τῆς Δάφ νης προσεχύρωσεν , ὡς ἂν ἀφϑονωτέρῳ χρῷντο τῷ χωρίῳ , τῶν τε πηγῶν ϰαὶ τοῦ ἄλσους αὐτὸ ϑαυμάσας . ἐντεῦϑεν δὲ ἐπὶ τὴν ᾿ Ιουδαίαν ὁρμηϑείς τρίτῳ τῆς ἐφό δου μηνὶ τὴν βασιλιϰὴν αὐτῶν πόλιν εἷλε τὰ ῾ Ιεροσόλυμα τῶν ᾿ Ιουδαίων αὐτῶν δώ δεϰα χιλιάδας ἐν τῇ μάχῃ διαφϑείρας . τοῦτο δὲ ϰαὶ τοὺς λοιποὺς αὐτῷ προσχω ρῆσαι παρεσϰεύασε .Κατὰ τοῦτον τὸν χρόνον Μάρϰος Τούλλιος Κιϰέρων ὁ ῥήτωρ ϰαὶ Γάϊος Ἀν τώνιος ὕπατοι χειροτονηϑέντες ἑξαϰοσιοστῷ ϰαὶ ὀγδοηϰοστῷ ϰαὶ ἐννάτῳ τῆς πόλεως ἔτει τὸν ἐμφύλιον ἔσχον πόλεμον , δν Σέργιος Κατιλίνας ἐξ ἐπιφανεστάτου ϰατιὼν γένους ἐπήγειρε φαυλότητι τρόπων χρώμενος ϰαὶ δυσσεβῆ λαβὼν ἐπιϑυμίαν τὸν τῆς πατρίδος ἀφανισμόν . τούτῳ πρὸς ταύτην τὴν ἀϑέμιτον πρᾶξιν συνωμόσαντό τινες ὁμοίως μὲν ἐϰείνψ τὸ ἦϑος διεφϑαρμένοι , λαμπροὶ δὲ ἄλλως . τὸν μὲν οὖν Κατι λίναν ὁ Κιϰέρων ἐξέβαλε τῆς πόλεως , τοὺς δὲ ϰοινωνοὺς τοῦ τολμήματος δεσμω τηρίῳ ϰαταϰλείσας διέφϑειρεν . Ἀντώνιος δὲ ὁ συνύπατος ἐπεξελϑὼν ἤδη στρατο πεδευομένῳ τῷ Κατιλίνᾳ , μάχῃ ἐϰράτησεν αὐτοῦ ϰαὶ ἀνεῖλεν . Ἑξαϰοσιοστῷ δὲ ϰαὶ ἐννενηϰοστῷ τῆς πόλεως ἔτει τὴν μὲν ἀρχὴν εἶχον Ἰού λιος Σιλβανὸς ϰαὶ Λούϰιος Μουρήνας . ϑρίαμβοι δὲ ἐψηφίσϑησαν Μετέλλῳ μὲν ὑπὲρ τοῦ Κρητιϰοῦ πολέμου · Πομπηΐῳ δὲ τῶν πειρατῶν τε ἕνεϰα ϰαὶ Μιϑριδάτου . ἐγένετο δὲ οὗτος ἐπιφανέστατος τῶν πώποτε ϑρίαμβος πρὸ τοῦ ἅρματος ἀγομένων τῶν τοῦ Μιϑριδάτου παίδων ϰαὶ τοῦ Τιγράνου παιδὸς ϰαὶ Ἀριστοβούλου τοῦ βασι λέως τῆς Ἰουδαίας , χρυσοῦ τε ϰαὶ ἀργύρου ὅσον μέγιστον εἰπεῖν προπομπεύοντος · ἅπας τότε ἡσύχαζε πόλεμος . Τρίτω δὲ πρὸς τοῖς εἰρημένοις Ἰούλιος Καίσαρ ὁ μετὰ ταῦτα τὴν πολιτείαν μεταστήσας μετὰ Λουϰίου Βιβούλου παρελϑὼν εἰς τὴν ὑπατείαν Γάλλοις τε ϰαὶ Ἰλλυ ριοῖς [ ἐϰ ψηφίσματος ἐπεπέμφϑη] μετὰ δέϰα ταγμάτων , ἅπερ αὐτοὶ ϰαλοῦσι λεγεῶ νας · ϰαὶ νιϰᾷ τοὺς Ἑλβητίους τότε πρῶτον ἡττηϑέντας · Σησϰουανοὶ δὲ οὗτοι νῦν προσαγορεύονται . συνάπτων δὲ μάχαις μάχας ϰαὶ νίϰαις νίϰας ἄχρις αὐτοῦ προ ῆλϑε τοῦ Ὠϰεανοῦ ϰαὶ τῶν νήσων τῶν Βρεττανῶν . ἔτεσι δὲ ἐννέα Γάλλους ἅπαν τας ὑπηϰόους ἐποίησε Ῥωμαίοις , οἵ τινες ὑπὸ τῶν Ἀλπέων ϰαὶ τῶν ποταμῶν τοῦ τε Ῥοδανοῦ ϰαὶ τοῦ Ῥήνου τῆς Ὠϰεανίτιδος ϑαλάττης περιϰλείονται . συμμίξας δὲ ϰαὶ τοῖς Βρεττανοῖς τότε πρώτην Ῥωμαϊϰὴν ὁρῶσί τε ϰαὶ ἀϰούουσι στρατιὰν εἷλέ τε ϰαὶ μεϑ ’ ὁμηρίας ὑποσπόνδους ἐποίησεν . ἐπέϑηϰε δὲ ϰαὶ Γάλλοις φόρον · ϰαὶ μεταβὰς ἐπὶ τοὺς ὑπὲρ Ῥῆνον Γερμανοὺς ἐϰράτησε ϰαὶ αὐτῶν . ἐν τοσαύταις τε ἐϑνῶν ϰαὶ πολέμων νίϰαις τρεῖς μόνον ἐσφάλη συμπλοϰάς , μίαν μὲν παρὼν ἐν Ἀρ βέρνοις , δύο δὲ ἀπών , ὅτε ϰαὶ τοὺς ληγάτους αὐτιῷ συνέβη δι ’ ἐνέδρας ἀποϑανεῖν . Τέσσαρσι δὲ ὕστερον ἐνιαυτοῖς ( τῆς πόλεως δὲ ἦν τοῦτο ἕβδομον ϰαὶ ἑπτα ϰοσιοστὸν) Μάρϰος Λιϰίννιος Κράσσος ὁ τῷ Πομπηΐω συνύπατος γεγενημένος δεύ τερον ἐπὶ τὴν ἀρχὴν ϰληϑεὶς ἐμαχέσατο πρὸς Πάρϑους · ϰαὶ περὶ Κάρραν τὴν πόλιν ϰαὶ μετὰ φαυλοτέρων συμμίξας τῶν συμβόλων παρὰ Σουρήνου ( στρατηγὸς δὲ ἦν οὗτος Ὀρόδου τοῦ βασιλέως) ἡττᾶται · ϰαὶ μιϰρὸν ὕστερον ἐπὶ τῆς παρατάξεως πί πτει μετὰ τοῦ παιδὸς πάντα ἀρίστου ϰαὶ μαχιμωτάτου . τῆς δὲ στρατιᾶς τὸ λει πόμενον Γάϊος Κάσιος , ταμίας ὢν αὐτοῦ τῶν χρημάτων , διέσωσε . τοσαύτη δὲ ἦν ἀρετὴ τοῦ Γαΐου , ὥστε ἐν τεταραγμένοις ἤδη τοῖς πράγμασιν ἐπανιὼν πολλαῖς τε ἐνίϰησε τοὺς Πάρϑους μάχαις ὑπὲρ τὸν Εὐφράτην ποταμὸν ϰαὶ νενιϰηϰότος ἔσχε δόξαν . Ἐντεῦϑεν ὁ ἐπάρατος ϰαὶ πολλῶν ἄξιος ὀδυρμῶν ὁ ἐμφύλιος συνέστη πόλεμος , ὃς πρὸς τῷ μεγέϑει τῶν συμφορῶν , αἷς περιέβαλε Ῥωμαίους , ϰαὶ τὴν πολιτείαν αὐτοῖς ἐνήλλαξεν . ἔχει δὲ ᾧδε . Καίσαρ ἐπανιὼν ἀπὸ λαμπρῶν οὕτως ἔργων τῶν πρόσϑεν εἰρημένων ἐπήγγειλεν δεύτερον αὐτῷ ψηφισϑῆναι τὴν ἀρχὴν σφόδρα πεπεισμένος , ὡς οὐδεὶς ἐναντιώσεται . Μαρϰέλλου δὲ τοῦ ὑπάτου ϰαὶ Βιβούλου ϰαὶ Πομπηΐου ϰαὶ Κάτωνος ἀντειπόντων προσετάχϑη τὸ στράτευμα ϰαταλιπὼν ἐπανήϰειν . ὡς οὖν ὑβρισμένος συνεπηγάγετο τὸν στρατὸν ὡς ἐποίσων τῇ πατρίδι πόλεμον . οὗτος ὁ φόβος τούς τε ὑπάτους ϰαὶ τὸν Πομπήϊον ϰαὶ τὴν σύγϰλητον ἅπασαν ἐξήγαγε τῆς Ῥώμης ϰαὶ παρεσϰεύασε ϰαταφυγεῖν ἐπὶ τὴν Ἑλλάδα ϰαὶ τὰς Ἠπείρους ϰαὶ τὴν Μαχεδονίαν , ἀφηγουμένου δὲ τοῦ Πομπηΐου τῆς γνώμης ὁ ϰατὰ τοῦ Καίσαρος ἐψη φίσϑη πόλεμος .Ἀλλ ’ ὁ Καίσαρ ἔρημον τὴν πόλιν εὑρὼν διϰτάτωρά τε ἑαυτὸν ἐχειςοτὸνησε ϰαὶ πρὸς τὰς Ἱσπανίας ἐχώρησε ϰαὶ νιϰᾷ μάχῃ τὸ στράτευμα τοῦ Πομπηΐου . στρατη γοὶ δὲ ἦσαν αὐτῷ ἄνδρες ἄριστοι Λούϰιος ’ Αφράνιος ϰαὶ Μάρϰος Πετρήϊος ϰαὶ Μάρ ϰος Βάρρων . εἶτ ’ ἐϰεῖϑεν ἐπὶ τὴν Ἑλλάδα διαβὰς συνέμιξε Πομπηΐῳ · ϰαὶ νιϰηϑεὶς φυγῇ τε ἑαυτὸν ἐπιτρέψας , ἐπειδὴ τὴν νύϰτα τὴν ἐπιοῦσαν οὐϰ ἐπεξῆλϑεν ὁ Πομ πήϊος , ἔφη μήτε Πομπήϊον εἰδέναι νιϰᾶν αὐτὸν τε τότε ἂν ἁλῶναι μόνον . συλλέξας τοίνυν ἑαυτὸν ϰαὶ τὰς δυνάμεις συμπλέϰεται τῷ Πομπηΐῳ πάλιν ἐν Παλαιοφαρσάλῳ τῆς Θεσσαλίας · ϰαὶ γίγνεται μάχη πλήϑει τε μεγίστη ϰαὶ ταῖς προϑυμίαις τῶν πα ραταττομένων . ὁ μὲν γὰρ Πομπήϊος τεσσαράϰοντα πεζών χιλιάδας ἐπεξῆγεν ἱπ πέας τε ἑϰατὸν πρὸς τοῖς χιλίοις . ϰαὶ συμμαχιϰὸν ἦν ἐϰ τῶν ἑῴων παραγεγενη μένον ὡς πλεῖστον · τῶν πολεμούντων τε αὐτῶν τὸ πλέον ἦν ἐϰ τῆς ἐπιφανοῦς συμ μορίας συγϰλητιϰῶν τε ϰαὶ πραιτωρίων ϰαὶ ὑπατιϰῶν ϰαὶ τῶν ἐν ἐπαρχίαις πολέμους τε νενιϰηϰότων ϰαὶ τούτοις τὰ πολλὰ τῇ Ῥώμῃ ϰτησαμένων . Καίσαρ δὲ τρισ μυρίοις μὲν πεζοῖς ἐμάχετο , χιλίοις δὲ ἱππεῦσι . ϰαὶ εἴ τις συναριϑμήσειε τὰς Ῥωμαϊϰὰς στρατιάς , οὐδεπώποτε εὑρήσειε τοσοῦ τον πλῆϑος ἐϰ τῆς Ῥώμης ἐν ὅπλοις γεγενημένον οὐδέ γε ὑπὸ στρατηγοῖς τοιούτοις . ὡς ὤφειλέν γε ἡ χεὶρ αὕτη μετὰ τούτων τῶν ἡγεμόνων ϰαϑ ' ἑτέρων χωρεῖν · ῥᾷστα γὰρ ἂν τῆς γῆς ἁπάσης ἐβασίλευσαν . γίνεται δὴ ϰαρτερὰ μάχη ϰαὶ μετὰ πολὺν τὸν ϰόπον ἡττᾶται Πομπήϊος ϰαὶ τῶν μὲν παρεμβολῶν ὁ Καίσαρ ϰαϑίσταται ϰύριος . ϰαταφεύγει δὲ αὐτὸς ἐπὶ τὸν Αἰγύπτου βασιλέαΠτολεμαῖον , ᾧ μιϰρὸν πρόσϑενὑπὸ τῆς συγϰλήτου ἐδέδοτο ϰηδεμὼν νεωτέρῳ ὄντι ϰαὶ ὑποσπόνδῳ Ῥωμαίοις , ᾔτει τε παρ ’ αὐτοῦ συμμαχίαν . ἀλλ ’ ἐϰεῖνος περὶ πλείονος ποιησάμενος τὴν τοῦ Καίσαρος εὐη μερίαν τῆς πρὸς Πομπήϊον σχέσεως ἀναιρεῖ τε αὐτὸν ϰαὶ τὴν ϰεφαλὴν αὐτοῦ μετὰ τοῦ δαϰτυλίου πέμπει τῷ Καίσαρι . τούτων ἡ ϑέα δάϰρυσιν ἐτιμήϑη παρὰ τοῦ Καί σαρος ἀναμιμνησϰομένου μὲν τὴν τοῦ ἀνδρὸς ἀρετήν , ἀλγοῦντος δὲ ϰαὶ διὰ τὴν ἀπὸ τοῦ γάμου συγγένειαν · γαμβρὸς γὰρ ἦν αὐτῷ γεγενημένος . Καταλαμβάνει τοίνυν τὴν Ἀλεξάνδρειαν ὁ Καίσαρ . ῥάπτὸντος δὲ ϰαὶ ἐπ ’ αὐτῷ τοῦ Πτολεμαίου τινὰς ἐπιβουλάς τε ϰαὶ ἐνέδρας ἐϰινήϑη πρὸς πόλεμον ϰαί σαρ · ϰαὶ ἡττηϑεὶς ὁ Πτολεμαῖος ϰαὶ φυγὼν ἐν ταῖς ὄχϑαις τοῦ Νείλου τὸν βίον ἐτε λεύτησεν , ὥστε αὐτοῦ τὸν νεϰρὸν τῷ ϑώραϰι ϰεϰαλυμμένον ἔτι προσϰομισϑῆναι τῷ Καίσαρι . τότε τοίνυν εἰς τὴν Ἀλεξάνδρειαν εἰσελϑὼν ϰαὶ τῶν πραγμάτων ϰύριος γενόμενος τῇ τοῦ τετελευτηϰότος ἀδελφῇ Κλεοπάτρᾳ τὴν βασιλείαν δέδωϰεν ἐξ αἰ τίας αἰσχρᾶς αὐτῇ συνήϑης γεγενημένος . ἐπανιὼν δὲ ἐϰεῖϑεν Φαρνάϰην τὸν Μι ϑριδάτου παῖδα σύμμαχον ἐν τῇ ϰατὰ Θετταλίαν μάχη γεγενημένον τῷ Πομπηΐῳ μάχῃ τε ἐνίϰησεν , ἤδη ταῖς Ῥωμαϊϰαῖς ἐπιόντα πόλεσι ταῖς ὑπὸ τῷ Πομπηΐῳ γε γενημέναις , ϰαὶ τέλος εἰςαὐτοφονίαν συνήλασεν .Ἐπὶ τούτοις ἐπανῆϰεν εἰς τὴν Ῥώμην ϰαὶ τρίτην ἐπήγγειλεν ὑπατείαν , μᾶλ λον δὲ αὐτὸς ἑαυτὸν ἐχειροτóνησε ϰαὶ σὺν αὐτῷ Μάρχον Αἰμίλιον Λέπιδον , ὃς ἦν αὐτῷ ἄρχων τῶν ἱππέων γεγενημένος , ὅτε αὐτὸς ἑαυτὸν διϰτάτωρα ϰατέστησε μετὰ τὴν εἰς Ἑλλάδα τῆς συγϰλήτου φυγήν . ταῦτα πράξας ἐπὶ τῆς πόλεως τὴν Ἀφρι ϰὴν ϰαταλαμβάνει . ἔνϑα δὴ πολλοὶ τῶν ἐπιφανῶν ἀνδρῶν τῆς συγϰλήτου τῆς Ῥω μαϊϰῆς Ἰόβαν τὸν Μαύρων βασιλέα σύμμαχον λαβόντες ϰατ ’ αὐτοῦ παρετάττοντο . ἐπὶ τούτοις ἦσαν Πούβλιος Κορνήλιος Σϰηπίων , ἀπόγονος τοῦ ϰληϑέντος Ἀφριϰανοῦ , ϰηδεστὴς δὲ Πομπηΐου , ϰαὶ Μάρϰος Πετρήϊος ϰαὶ Κύντος Βάρρων ϰαὶ Μάρϰος Πόρ ϰιος Κάτων ϰαὶ Λούϰιος Κορνήλιος Φαύστος , Σύλλου παῖς . γενομένης οὖν μάχης ἀμφηρίστου πολλάϰις ὕστερον ὁ Καίσαρ ἐϰράτησεν · ϰαὶ ὁ Σϰηπίων μὲν ϰαὶ ὁ Πε τρήϊος ϰαὶ Ἰόβας ἑαυτοὺς ἀνεῖλον , Φαῦστος δὲ ϰηδεστὴς ὢν ἐπὶ ϑυγατρὶ τοῦ Πομ πηΐου ταῖς τοῦ Καίσαρος ἀνῃρέϑη χερσίν . Ἐνιαυτῷ δὲ ὕστερον πάλιν εἰς τὴν Ῥώμην ὁ Καίσαρ [ ἐπανελϑὼν] τέταρτον ἐαυτῷ πραγματεύεται τὴν ἀρχήν · ϰαὶ πρὸς τὰς Ἱσπανίας ὁρμηϑεὶς μεγίστην εὗρε παρασϰευὴν πολέμου · Πομπήϊοι γάρ , οἱ Πομπηΐου παῖδες ὅ τε Γναίος ϰαὶ Σέξτος , πολλῇ στρατιᾷ συμμίξαντες παρὰ μιϰρὸν μὲν ἦλϑον νίϰης , ὥστε φευγόντων τῶν τοῦ Καίσαρος ὁπλιτῶν αὐτὸν βουλεύσασϑαι περὶ τῆς ἑαυτοῦ σφαγῆς · οὐ γὰρ ἔφερε μετὰ τοσαύτας νίϰας ὑπὸ νέοις γενέσϑαι ϰαὶ τῆς ἐϰείνων χειρὸς ἕϰτον ϰαὶ πεντηϰοστὸν ἔτος γεγενημένος . μεταγνοὺς δὲ ϰαὶ ἐαυτὸν ἀναλαβὼν ϰρατεῖ τῶν Πομπηϊαδῶν μάχῃ ϰαὶ τὸν μὲνπρεσβύτερον ἀνεῖλε , τὸν δὲ ἄλλον εἰς φυγὴν ἔτρεψεν .Οὐδενὸς οὖν τῆς ἐμφυλίου ταραχῆς λειψάνου [ περιόντος] πρὸς τὴν Ῥώμην ἧϰε μεγαλοφρονῶν ὡς εἰϰὸς ϰαὶ πολλὰ παρὰ τὴν ἐϰ τοῦ παντὸς χρόνου τῆς πόλεως ἐλευ ϑερίαν διεπράττετο · τὰς μὲν τιμὰς παρὰ τὸ τῷ ϰοινῷ δοϰοῦν διδούς , ὧν ὁ δῆ μος ἦν ποτε ϰύριος , τῇ συγϰλήτῳ τε οὐχ ὑπανιστάμενος τυράννου τε σαφῶς ἔργα ποιῶν ἐϰίνησεν οὖν ἐφ ’ ἑαυτὸν συνωμοσίαν · ϰαὶ συστάντες ἄνδρες ἐϰ τῆς συγϰλή του τε ϰαὶ τῶν ἱππέων ἐξήϰοντα ἐβουλεύσαντο αὐτῷ φόνον . ἦσαν δὲ ἡγεμόνες τῆς τῶν ἀνδρῶν ἐϰείνων συμμορίας οἵ τε δύο Βροῦτοι , τὴν διαδοχὴν ἕλϰοντες ἀπὸ τοῦ πρώτου τὴν ὑπατείαν ἔχοντος Βρούτου μετὰ τοὺς ἑπτὰ βασιλέας , ϰαὶ Κάσιος ϰαὶ Σερβίλιος Κάσϰας · σύγϰλητος μὲν οὖν τηνιϰαῦτα ἦν · ἧϰε δὲ ἐπὶ τὸ βουλευτήριον ὁ Καίσαρ · ἐπελϑόντων δὲ ἐϰείνων σφάττεται · τρισὶ δὲ ϰαὶ εἴϰοσι πληγαῖς τελευτᾷ τὸν βίον .

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-03-31 08:23:33 - flow version _RPTC_G1.3