Arriano - Anabasi di Alessandro - Libro VII

Arriano - Anabasi di Alessandro Libro settimo
Ἀῤῥιανοῦ Ἀλεξάνδρου Ἀνάβασις Βιβλίο Έβδομο

Libro I - Libro II - Libro III - Libro IV - Libro V -
Libro VI - libro VII -

7.1.1 Ὡς δὲ ἐς Πασαργάδας τε καὶ ἐς Περσέπολινἀφίκετο Ἀλέξανδρος͵ πόθος λαμβάνει αὐτὸν καταπλεῦσαι κατὰ τὸν Εὐφράτην τε καὶ κατὰ τὸν Τίγρηταἐπὶ τὴν θάλασσαν τὴν Περσικὴν καὶ τῶν τε ποταμῶνἰδεῖν τὰς ἐκβολὰς τὰς ἐς τὸν πόντον͵ καθάπερ τοῦ 7.1.2 Ἰνδοῦ͵ καὶ τὴν ταύτῃ θάλασσαν. οἱ δὲ καὶ τάδεἀνέγραψαν͵ ὅτι ἐπενόει Ἀλέξανδρος περιπλεῦσαι τήντε Ἀραβίαν τὴν πολλὴν καὶ τὴν Αἰθιόπων γῆν καὶτὴν Λιβύην τε καὶ τοὺς Νομάδας ὑπὲρ τὸν Ἄτλαντατὸ ὄρος ὡς ἐπὶ Γάδειρα ἔσω ἐς τὴν ἡμετέραν θάλασσαν καὶ τὴν Λιβύην τε καταστρεψάμενος καὶ Καρχηδόνα οὕτω δὴ τῆς Ἀσίας πάσης δικαίως ἂν βασιλεὺς 7.1.3 καλεῖσθαι· τοὺς γάρ τοι Περσῶν καὶ Μήδων βασιλέαςοὐδὲ τοῦ πολλοστοῦ μέρους τῆς Ἀσίας ἐπάρχοντας οὐσὺν δίκῃ καλεῖν σφᾶς μεγάλους βασιλέας. ἔνθεν δὲοἱ μέν͵ ὅτι ἐς τὸν πόντον τὸν Εὔξεινον ἐσπλεῖνἐπενόει ἐς Σκύθας τε καὶ τὴν λίμνην τὴν Μαιῶτιν͵οἱ δέ͵ ὅτι ἐς Σικελίαν τε καὶ ἄκραν Ἰαπυγίαν· ἤδηγὰρ καὶ ὑποκινεῖν αὐτὸν τὸ Ρωμαίων ὄνομα προχωροῦν ἐπὶ μέγα. 7.1.4 Ἐγὼ δὲ ὁποῖα μὲν ἦν Ἀλεξάνδρου τὰ ἐνθυμήματαοὔτε ἔχω ἀτρεκῶς ξυμβαλεῖν οὔτε μέλει ἔμοιγε εἰκάζειν͵ἐκεῖνο δὲ καὶ αὐτὸς ἄν μοι δοκῶ ἰσχυρίσασθαι͵ οὔτεμικρόν τι καὶ φαῦλον ἐπινοεῖν Ἀλέξανδρον οὔτε μεῖναιἂν ἀτρεμοῦντα ἐπ΄ οὐδενὶ τῶν ἤδη κεκτημένων͵ οὐδὲεἰ τὴν Εὐρώπην τῇ Ἀσίᾳ προσέθηκεν͵ οὐδ΄ εἰ τὰςΒρεττανῶν νήσους τῇ Εὐρώπῃ͵ ἀλλὰ ἔτι ἂν ἐπέκειναζητεῖν τι τῶν ἠγνοημένων͵ εἰ καὶ μὴ ἄλλῳ τῳ͵ ἀλλὰ 7.1.5 αὐτόν γε αὑτῷ ἐρίζοντα. καὶ ἐπὶ τῷδε ἐπαινῶ τοὺςσοφιστὰς τῶν Ἰνδῶν͵ ὧν λέγουσιν ἔστιν οὓς καταληφθέντας ὑπ΄ Ἀλεξάνδρου ὑπαιθρίους ἐν λειμῶνι͵ἵναπερ αὐτοῖς διατριβαὶ ἦσαν͵ ἄλλο μὲν οὐδὲν ποιῆσαιπρὸς τὴν ὄψιν αὐτοῦ τε καὶ τῆς στρατιᾶς͵ κρούειν δὲτοῖς ποσὶ τὴν γῆν ἐφ΄ ἧς βεβηκότες ἦσαν. ὡς δὲἤρετο Ἀλέξανδρος δι΄ ἑρμηνέων ὅ τι νοοῖ αὐτοῖς τὸ 7.1.6 ἔργον͵ τοὺς δὲ ὑποκρίνασθαι ὧδε· βασιλεῦ Ἀλέξανδρε͵ἄνθρωπος μὲν ἕκαστος τοσόνδε τῆς γῆς κατέχει ὅσονπερτοῦτό ἐστιν ἐφ΄ ὅτῳ βεβήκαμεν· σὺ δὲ ἄνθρωπος ὢνπαραπλήσιος τοῖς ἄλλοις͵ πλήν γε δὴ ὅτι πολυπράγμωνκαὶ ἀτάσθαλος͵ ἀπὸ τῆς οἰκείας τοσαύτην γῆν ἐπεξέρχῃπράγματα ἔχων τε καὶ παρέχων ἄλλοις. καὶ οὖν καὶὀλίγον ὕστερον ἀποθανὼν τοσοῦτον καθέξεις τῆς γῆςὅσον ἐξαρκεῖ ἐντεθάφθαι τῷ σώματι. 7.2.1 Κἀνταῦθα ἐπῄνεσε μὲν Ἀλέξανδρος τούς τε λόγουςαὐτοὺς καὶ τοὺς εἰπόντας͵ ἔπρασσε δὲ ὅμως ἄλλα καὶτἀναντία οἷς ἐπῄνεσεν. ἐπεὶ καὶ Διογένην τὸν ἐκ Σινώπηςθαυμάσαι λέγεται͵ ἐν Ἰσθμῷ ἐντυχὼν τῷ Διογένει κατακειμένῳ ἐν ἡλίῳ͵ ἐπιστὰς σὺν τοῖς ὑπασπισταῖς καὶ τοῖςπεζεταίροις καὶ ἐρόμενος εἴ του δέοιτο· ὁ δὲ Διογένηςἄλλου μὲν ἔφη δεῖσθαι οὐδενός͵ ἀπὸ τοῦ ἡλίου δὲἀπελθεῖν ἐκέλευσεν αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ. 7.2.2 οὕτω τοι οὐ πάντῃ ἔξω τοῦ ἐπινοεῖν τὰ κρείττω ἦνἈλέξανδρος͵ ἀλλ΄ ἐκ δόξης γὰρ δεινῶς ἐκρατεῖτο. ἐπεὶκαὶ ἐς Τάξιλα αὐτῷ ἀφικομένῳ καὶ ἰδόντι τῶν σοφιστῶν τῶν Ἰνδῶν τοὺς γυμνοὺς πόθος ἐγένετο ξυνεῖναί τινα οἱ τῶν ἀνδρῶν τούτων͵ ὅτι τὴν καρτερίαναὐτῶν ἐθαύμασε· καὶ ὁ μὲν πρεσβύτατος τῶν σοφιστῶν͵ὅτου ὁμιληταὶ οἱ ἄλλοι ἦσαν͵ Δάνδαμις ὄνομα͵ οὔτεαὐτὸς ἔφη παρ΄ Ἀλέξανδρον ἥξειν οὔτε τοὺς ἄλλους 7.2.3 εἴα͵ ἀλλὰ ὑποκρίνασθαι γὰρ λέγεται ὡς Διὸς υἱὸς καὶαὐτὸς εἴη͵ εἴπερ οὖν καὶ Ἀλέξανδρος͵ καὶ ὅτι οὔτεδέοιτό του τῶν παρ΄ Ἀλεξάνδρου͵ ἔχειν γάρ οἱ εὖτὰ παρόντα͵ καὶ ἅμα ὁρᾶν τοὺς ξὺν αὐτῷ πλανωμένουςτοσαύτην γῆν καὶ θάλασσαν ἐπ΄ ἀγαθῷ οὐδενί͵ μηδὲπέρας τι αὐτοῖς γινόμενον τῶν πολλῶν πλανῶν. οὔτ΄οὖν ποθεῖν τι αὐτὸς ὅτου κύριος ἦν Ἀλέξανδροςδοῦναι͵ οὔτε αὖ δεδιέναι͵ ὅτου κρατοίη ἐκεῖνος͵ ἔστιν 7.2.4 οὗ εἴργεσθαι· ζῶντι μὲν γάρ οἱ τὴν Ἰνδῶν γῆν ἐξαρκεῖν φέρουσαν τὰ ὡραῖα͵ ἀποθανόντα δὲ ἀπαλλαγήσεσθαι οὐκ ἐπιεικοῦς ξυνοίκου τοῦ σώματος.οὔκουν οὐδὲ Ἀλέξανδρον ἐπιχειρῆσαι βιάσασθαι γνόνταἐλεύθερον ὄντα τὸν ἄνδρα͵ ἀλλὰ Κάλανον γὰρ ἀναπεισθῆναι τῶν ταύτῃ σοφιστῶν͵ ὅντινα μάλιστα δὴαὑτοῦ ἀκράτορα Μεγασθένης ἀνέγραψεν αὐτοὺς τοὺςσοφιστὰς λέγειν κακίζοντας τὸν Κάλανον͵ ὅτι ἀπολιπὼντὴν παρὰ σφίσιν εὐδαιμονίαν ὁ δὲ δεσπότην ἄλλον ἢτὸν θεὸν ἐθεράπευε. 7.3.1 Ταῦτα ἐγὼ ἀνέγραψα͵ ὅτι καὶ ὑπὲρ Καλάνου ἐχρῆνεἰπεῖν ἐν τῇ περὶ Ἀλεξάνδρου συγγραφῇ· μαλακισθῆναιγάρ τι τῷ σώματι τὸν Κάλανον ἐν τῇ Περσίδι γῇ͵οὔπω πρόσθεν νοσήσαντα· οὔκουν οὐδὲ δίαιταν διαιτᾶσθαι θέλειν ἀρρώστου ἀνδρός͵ ἀλλὰ εἰπεῖν γὰρ πρὸςἈλέξανδρον͵ καλῶς αὐτῷ ἔχειν ἐν τῷ τοιῷδε καταστρέψαι͵ πρίν τινος ἐς πεῖραν ἐλθεῖν παθήματος ὅ τιπερ ἐξαναγκάσει αὐτὸν μεταβάλλειν τὴν πρόσθεν 7.3.2 δίαιταν. καὶ Ἀλέξανδρον ἀντειπεῖν μὲν αὐτῷ ἐπὶπολύ· ὡς δ΄ οὐχ ἡττησόμενον ἑώρα͵ ἀλλὰ ἄλλως ἂνἀπαλλαγέντα͵ εἰ μή τις ταύτῃ ὑπεικάθοι͵ οὕτω δὴὅπῃ ἐπήγγελλεν αὐτός͵ κελεῦσαι νησθῆναι αὐτῷ πυράν͵καὶ ταύτης ἐπιμεληθῆναι Πτολεμαῖον τὸν Λάγου τὸνσωματοφύλακα. οἱ δὲ καὶ πομπήν τινα προπομπεῦσαιαὐτοῦ λέγουσιν ἵππους τε καὶ ἄνδρας͵ τοὺς μὲνὡπλισμένους͵ τοὺς δὲ θυμιάματα παντοῖα τῇ πυρᾷἐπιφέροντας· οἱ δὲ καὶ ἐκπώματα χρυσᾶ καὶ ἀργυρᾶ 7.3.3 καὶ ἐσθῆτα βασιλικὴν λέγουσιν ὅτι ἔφερον. αὐτῷ δὲπαρασκευασθῆναι μὲν ἵππον͵ ὅτι βαδίσαι ἀδυνάτωςεἶχεν ὑπὸ τῆς νόσου· οὐ μὴν δυνηθῆναί γε οὐδὲ τοῦἵππου ἐπιβῆναι͵ ἀλλὰ ἐπὶ κλίνης γὰρ κομισθῆναιφερόμενον͵ ἐστεφανωμένον τε τῷ Ἰνδῶν νόμῳ καὶᾄδοντα τῇ Ἰνδῶν γλώσσῃ. οἱ δὲ Ἰνδοὶ λέγουσιν ὅτι 7.3.4 ὕμνοι θεῶν ἦσαν καὶ αὐτῶν ἔπαινοι. καὶ τὸν μὲνἵππον τοῦτον ὅτου ἐπιβήσεσθαι ἔμελλε͵ βασιλικὸν ὄντατῶν Νησαίων͵ πρὶν ἀναβῆναι ἐπὶ τὴν πυρὰν Λυσιμάχῳ χαρίσασθαι͵ τῶν τινι θεραπευόντων αὐτὸν ἐπὶσοφίᾳ· τῶν δὲ δὴ ἐκπωμάτων ἢ στρωμάτων ὅσαἐμβληθῆναι εἰς τὴν πυρὰν κόσμον αὐτῷ τετάχει Ἀλέξ 7.3.5 ανδρος͵ ἄλλα ἄλλοις δοῦναι τῶν ἀμφ΄ αὑτόν. οὕτωδὴ ἐπιβάντα τῇ πυρᾷ κατακλιθῆναι μὲν ἐν κόσμῳ͵ὁρᾶσθαι δὲ πρὸς τῆς στρατιᾶς ξυμπάσης. Ἀλεξάνδρῳδὲ οὐκ ἐπιεικὲς φανῆναι τὸ θέαμα ἐπὶ φίλῳ ἀνδρὶγιγνόμενον· ἀλλὰ τοῖς γὰρ ἄλλοις θαῦμα παρασχέσθαι 7.3.6 οὐδέν τι παρακινήσαντα ἐν τῷ πυρὶ τοῦ σώματος. ὡςδὲ τὸ πῦρ ἐς τὴν πυρὰν ἐνέβαλον οἷς προστεταγμένονἦν͵ τάς τε σάλπιγγας φθέγξασθαι λέγει Νέαρχος͵οὕτως ἐξ Ἀλεξάνδρου προστεταγμένον͵ καὶ τὴν στρατιὰνἐπαλαλάξαι πᾶσαν ὁποῖόν τι καὶ ἐς τὰς μάχας ἰοῦσαἐπηλάλαζε͵ καὶ τοὺς ἐλέφαντας συνεπηχῆσαι τὸ ὀξὺκαὶ πολεμικόν͵ τιμῶντας Κάλανον. ταῦτα καὶ τοιαῦταὑπὲρ Καλάνου τοῦ Ἰνδοῦ ἱκανοὶ ἀναγεγράφασιν͵ οὐκἀχρεῖα πάντα ἐς ἀνθρώπους͵ ὅτῳ γνῶναι ἐπιμελές͵[ὅτι] ὡς καρτερόν τέ ἐστι καὶ ἀνίκητον γνώμη ἀνθρωπίνη ὅ τι περ ἐθέλοι ἐξεργάσασθαι. 7.4.1 Ἐν τούτῳ δὲ Ἀλέξανδρος Ἀτροπάτην μὲν ἐπὶ τὴναὐτοῦ σατραπείαν ἐκπέμπει παρελθὼν ἐς Σοῦσα͵Ἀβουλίτην δὲ καὶ τὸν τούτου παῖδα Ὀξάθρην͵ ὅτικακῶς ἐπεμελεῖτο τῶν Σουσίων͵ συλλαβὼν ἀπέκτεινε. 7.4.2 πολλὰ μὲν δὴ ἐπεπλημμέλητο ἐκ τῶν κατεχόντων τὰςχώρας ὅσαι δορίκτητοι πρὸς Ἀλεξάνδρου ἐγένοντο ἔςτε τὰ ἱερὰ καὶ τάφους καὶ αὐτοὺς τοὺς ὑπηκόους͵ὅτι χρόνιος ὁ εἰς Ἰνδοὺς στόλος ἐγεγένητο τῷ βασιλεῖκαὶ οὐ πιστὸν ἐφαίνετο ἀπονοστήσειν αὐτὸν ἐκτοσῶνδε ἐθνῶν καὶ τοσῶνδε ἐλεφάντων͵ ὑπὲρ τὸνἸνδόν τε καὶ Ὑδάσπην καὶ τὸν Ἀκεσίνην καὶ Ὕφασιν 7.4.3 φθειρόμενον. καὶ αἱ ἐν Γαδρωσίοις δὲ αὐτῷ ξυμφοραὶ ξυνενεχθεῖσαι ἔτι μᾶλλον ἐπῆραν τοὺς [ἐν]ταύτῃ σατραπεύοντας καταφρονῆσαι αὐτοῦ τῆς οἴκοιἀπονοστήσεως. οὐ μὴν ἀλλὰ καὶ αὐτὸς Ἀλέξανδροςὀξύτερος λέγεται γενέσθαι ἐν τῷ τότε ἐς τὸ πιστεῦσαίτε τοῖς ἐπικαλουμένοις ὡς πιθανοῖς δὴ ἐν παντὶ οὖσι͵καὶ ἐπὶ τὸ τιμωρήσασθαι μεγάλως τοὺς καὶ ἐπὶ μικροῖςἐξελεγχθέντας͵ ὅτι καὶ τὰ μεγάλα ἂν ἐδόκουν αὐτῷτῇ αὐτῇ γνώμῃ ἐξεργάσασθαι. 7.4.4 Ὁ δὲ καὶ γάμους ἐποίησεν ἐν Σούσοις αὑτοῦ τεκαὶ τῶν ἑταίρων· αὐτὸς μὲν τῶν Δαρείου θυγατέρωντὴν πρεσβυτάτην Βαρσίνην ἠγάγετο͵ ὡς δὲ λέγειἈριστόβουλος͵ καὶ ἄλλην πρὸς ταύτῃ͵ τῶν Ὤχουθυγατέρων τὴν νεωτάτην Παρύσατιν. ἤδη δὲ ἦναὐτῷ ἠγμένη καὶ ἡ Ὀξυάρτου τοῦ Βακτρίου παῖς 7.4.5 Ρωξάνη. Δρύπετιν δὲ Ἡφαιστίωνι δίδωσι͵ Δαρείουπαῖδα καὶ ταύτην͵ ἀδελφὴν τῆς αὑτοῦ γυναικός· ἐθέλειν γάρ οἱ ἀνεψιοὺς τῶν παίδων γενέσθαι τοὺςἩφαιστίωνος παῖδας· Κρατερῷ δὲ Ἀμαστρίνην τὴνὈξυάτρου τοῦ Δαρείου ἀδελφοῦ παῖδα· Περδίκκᾳ δὲτὴν Ἀτροπάτου τοῦ Μηδίας σατράπου παῖδα ἔδωκεν· 7.4.6 Πτολεμαίῳ δὲ τῷ σωματοφύλακι καὶ Εὐμενεῖ τῷ γραμματεῖ τῷ βασιλικῷ τὰς Ἀρταβάζου παῖδας τῷ μὲνἈρτακάμαν͵ τῷ δὲ Ἄρτωνιν· Νεάρχῳ δὲ τὴν Βαρσίνηςτε καὶ Μέντορος παῖδα· Σελεύκῳ δὲ τὴν Σπιταμένουςτοῦ Βακτρίου παῖδα· ὡσαύτως δὲ καὶ τοῖς ἄλλοιςἑταίροις τὰς δοκιμωτάτας Περσῶν τε καὶ Μήδωνπαῖδας ἐς ὀγδοήκοντα. οἱ γάμοι δὲ ἐποιήθησαν νόμῳ 7.4.7 τῷ Περσικῷ· θρόνοι ἐτέθησαν τοῖς νυμφίοις ἐφεξῆςκαὶ μετὰ τὸν πότον ἧκον αἱ γαμούμεναι καὶ παρεκαθέζοντο ἑκάστη τῷ ἑαυτῆς· οἱ δὲ ἐδεξιώσαντό τεαὐτὰς καὶ ἐφίλησαν· πρῶτος δὲ ὁ βασιλεὺς ἦρξεν·ἐν τῷ αὐτῷ γὰρ πάντων ἐγίγνοντο οἱ γάμοι. καὶτοῦτο͵ εἴπερ τι ἄλλο͵ ἔδοξε δημοτικόν τε καὶ φιλέ 7.4.8 ταιρον πρᾶξαι Ἀλέξανδρον. οἱ δὲ παραλαβόντες ἀπῆγοντὴν αὑτοῦ ἕκαστος· προῖκας δὲ ξυμπάσαις ἐπέδωκενἈλέξανδρος. καὶ ὅσοι δὲ ἄλλοι ἠγμένοι ἦσαν Μακεδόνες τῶν Ἀσιανῶν τινας γυναικῶν͵ ἀπογραφῆναιἐκέλευσε καὶ τούτων τὰ ὀνόματα͵ καὶ ἐγένοντο ὑπὲρτοὺς μυρίους͵ καὶ τούτοις δωρεαὶ Ἀλεξάνδρου ἐδόθησανἐπὶ τοῖς γάμοις. 7.5.1 Καὶ τὰ χρέα ἐπιλύσασθαι τῆς στρατιᾶς ὅσοις χρέαἦν ἐν καιρῷ οἱ ἔδοξε͵ καὶ κελεύει ἀπογράφεσθαι ὁπόσον ὀφείλει ἕκαστος͵ ὡς ληψομένους. καὶ τὰ μὲνπρῶτα ὀλίγοι ἀπέγραψαν σφῶν τὰ ὀνόματα δεδιότεςἐξ Ἀλεξάνδρου μὴ πεῖρα αὕτη εἴη καθειμένη͵ ὅτῳ οὐκἀποχρῶσα ἡ μισθοφορὰ τῶν στρατιωτῶν ἐστι καὶ ὅτῳ 7.5.2 πολυτελὴς ἡ δίαιτα. ὡς δὲ ἐξήγγελτο ὅτι οὐκ ἀπογράφουσι σφᾶς οἱ πολλοί͵ ἀλλ΄ ἐπικρύπτουσιν ὅτῳ τιεἴη συμβόλαιον͵ τὴν μὲν ἀπιστίαν τῶν στρατιωτῶνἐκάκισεν· οὐ γὰρ χρῆναι οὔτ΄ οὖν τὸν βασιλέα ἄλλοτι ἢ ἀληθεύειν πρὸς τοὺς ὑπηκόους͵ οὔτε τῶν ἀρχομένων τινὰ ἄλλο τι ἢ ἀληθεύειν δοκεῖν τὸν βασιλέα 7.5.3 καταθεὶς δὲ τραπέζας ἐν τῷ στρατοπέδῳ καὶ ἐπὶτούτων χρυσίον καὶ τοὺς ἐπιμελησομένους τῆς δόσεωςἑκάστοις͵ ὅστις συμβόλαιον ἐπεδείκνυτο͵ ἐπιλύεσθαι τὰχρέα ἐκέλευεν οὐκ ἀπογραφομένους ἔτι τὰ ὀνόματα.καὶ οὕτω δὴ ἐπίστευσάν τε ἀληθεύειν Ἀλέξανδρον καὶσὺν χάριτι μείζονι ἐγίγνετο αὐτοῖς τὸ μὴ γνωσθῆναιμᾶλλόν τι ἢ τὸ παύσασθαι ὀφείλοντας. λέγεται δὲγενέσθαι ἡ δόσις αὕτη τῇ στρατιᾷ ἐς τάλαντα δισμύρια. 7.5.4 Ἔδωκεν δὲ καὶ δῶρα ἄλλοις ἄλλα͵ ὅπως τις κατ΄ἀξίωσιν ἐτιμᾶτο ἢ κατ΄ ἀρετὴν εἴ τις ἐπιφανὴς ἐγεγόνει ἐν τοῖς κινδύνοις. καὶ ἐστεφάνωσε χρυσοῖςστεφάνοις τοὺς ἀνδραγαθίᾳ διαπρέποντας͵ πρῶτον μὲν 7.5.5 Πευκέσταν τὸν ὑπερασπίσαντα͵ ἔπειτα Λεοννάτον͵ καὶτοῦτον ὑπερασπίσαντα͵ καὶ διὰ τοὺς ἐν Ἰνδοῖς κινδύνους καὶ τὴν ἐν Ὤροις νίκην γενομένην͵ ὅτι παραταξάμενος σὺν τῇ ὑπολειφθείσῃ δυνάμει πρὸς τοὺς νεωτερίζοντας τῶν τε Ὠρειτῶν καὶ τῶν πλησίον τούτωνᾠκισμένων τῇ τε μάχῃ ἐκράτησε καὶ τὰ ἄλλα καλῶς 7.5.6 ἔδοξε τὰ ἐν Ὤροις κοσμῆσαι.

ἐπὶ τούτοις δὲ Νέαρχονἐπὶ τῷ περίπλῳ τῷ ἐκ τῆς Ἰνδῶν γῆς κατὰ τὴν μεγάλην θάλασσαν ἐστεφάνωσε· καὶ γὰρ καὶ οὗτος ἤδηἀφιγμένος ἐς Σοῦσα ἦν· ἐπὶ τούτοις δὲ Ὀνησίκριτοντὸν κυβερνήτην τῆς νεὼς τῆς βασιλικῆς· ἔτι δὲἩφαιστίωνα καὶ τοὺς ἄλλους τοὺς σωματοφύλακας. 7.6.1 ῟Ηκον δὲ αὐτῷ καὶ οἱ σατράπαι οἱ ἐκ τῶν πόλεώντε τῶν νεοκτίστων καὶ τῆς ἄλλης γῆς τῆς δοριαλώτουπαῖδας ἡβάσκοντας ἤδη ἐς τρισμυρίους ἄγοντες τὴναὐτὴν ἡλικίαν γεγονότας͵ οὓς Ἐπιγόνους ἐκάλει Ἀλέξανδρος͵ κεκοσμημένους Μακεδονικοῖς ὅπλοις καὶ τὰπολέμια ἐς τὸν τρόπον τὸν Μακεδονικὸν ἠσκημένους. 7.6.2 καὶ οὗτοι ἀφικόμενοι λέγονται ἀνιᾶσαι Μακεδόνας͵ὡς πάντα δὴ μηχανωμένου Ἀλεξάνδρου ὑπὲρ τοῦμηκέτι ὡσαύτως δεῖσθαι Μακεδόνων· εἶναι γὰρ οὖνκαὶ Μηδικὴν τὴν Ἀλεξάνδρου στολὴν ἄλγος οὐ σμικρὸνΜακεδόσιν ὁρωμένην καὶ τοὺς γάμους ἐν τῷ νόμῳτῷ Περσικῷ ποιηθέντας οὐ πρὸς θυμοῦ γενέσθαι τοῖςπολλοῖς αὐτῶν͵ οὐδὲ τῶν γημάντων ἔστιν οἷς͵ καίτοιτῇ ἰσότητι τῇ ἐς τὸν βασιλέα μεγάλως τετιμημένοις. 7.6.3 Πευκέστας τε ὁ Περσῶν σατράπης τῇ τε σκευῇ καὶτῇ φωνῇ περσίζων ἐλύπει αὐτούς͵ ὅτι τῷ βαρβαρισμῷαὐτοῦ ἔχαιρεν Ἀλέξανδρος͵ καὶ οἱ Βακτρίων δὲ καὶ οἱΣογδιανῶν καὶ Ἀραχωτῶν ἱππεῖς καὶ Ζαραγγῶν δὲκαὶ Ἀρείων καὶ Παρθυαίων καὶ ἐκ Περσῶν οἱ Εὐάκαικαλούμενοι ἱππεῖς καταλοχισθέντες εἰς τὴν ἵππον τὴνἑταιρικὴν ὅσοι αὐτῶν κατ΄ ἀξίωσιν καὶ κάλλει τοῦσώματος ἢ τῇ ἄλλῃ ἀρετῇ ὑπερφέροντες ἐφαίνοντο͵ 7.6.4 καὶ πέμπτη ἐπὶ τούτοις ἱππαρχία προσγενομένη͵ οὐβαρβαρικὴ ἡ πᾶσα͵ ἀλλὰ ἐπαυξηθέντος γὰρ τοῦ παντὸςἱππικοῦ κατελέγησαν ἐς αὐτὸ τῶν βαρβάρων͵ τῷ τεἀγήματι προσκαταλεγέντες Κωφής τε ὁ Ἀρταβάζου καὶὙδάρνης καὶ Ἀρτιβόλης οἱ Μαζαίου͵ καὶ Σισίνης καὶΦραδασμένης [καὶ] οἱ Φραταφέρνου τοῦ Παρθυαίων 7.6.5 καὶ Ὑρκανίας σατράπου παῖδες͵ καὶ Ἰτάνης Ὀξυάρτουμὲν παῖς͵ Ρωξάνης δὲ τῆς γυναικὸς Ἀλεξάνδρου ἀδελφός͵ καὶ Αἰγοβάρης καὶ ὁ τούτου ἀδελφὸς Μιθροβαῖος͵ καὶ ἡγεμὼν ἐπὶ τούτοις ἐπισταθεὶς Ὑστάσπηςὁ Βάκτριος͵ καὶ τούτοις δόρατα Μακεδονικὰ ἀντὶ τῶνβαρβαρικῶν μεσαγκύλων δοθέντα͵ ταῦτα πάνταἐλύπει τοὺς Μακεδόνας͵ ὡς πάντῃ δὴ βαρβαρίζοντοςτῇ γνώμῃ Ἀλεξάνδρου͵ τὰ δὲ Μακεδονικὰ νόμιμά τεκαὶ αὐτοὺς Μακεδόνας ἐν ἀτίμῳ χώρᾳ ἄγοντος. 7.7.1 Ἀλέξανδρος δὲ τῆς μὲν πεζῆς στρατιᾶς τὴν πολλὴνἩφαιστίωνα ἄγειν κελεύει ἔστε ἐπὶ τὴν θάλασσαντὴν Περσικήν͵ αὐτὸς δὲ ἀναπλεύσαντος αὐτῷ τοῦναυτικοῦ ἐς τὴν Σουσίαν γῆν ἐπιβὰς τῶν νεῶν ξὺντοῖς ὑπασπισταῖς τε καὶ τῷ ἀγήματι καὶ τῶν ἱππέωντῶν ἑταίρων ἀναβιβασάμενος οὐ πολλοὺς κατέπλει 7.7.2 κατὰ τὸν Εὐλαῖον ποταμὸν ὡς ἐπὶ θάλασσαν. ἤδηδὲ πλησίον ὢν τῆς ἐκβολῆς τῆς ἐς τὸν πόντον τὰςμὲν πλείονάς τε καὶ πεπονηκυίας τῶν νεῶν καταλείπειαὐτοῦ͵ αὐτὸς δὲ ταῖς μάλιστα ταχυναυτούσαις παρέπλει ἀπὸ τοῦ Εὐλαίου ποταμοῦ κατὰ τὴν θάλασσανὡς ἐπὶ τὰς ἐκβολὰς τοῦ Τίγρητος· αἱ δὲ ἄλλαι αὐτῷνῆες ἀνακομισθεῖσαι κατὰ τὸν Εὐλαῖον ἔστε ἐπὶ τὴνδιώρυχα͵ ἣ τέτμηται ἐκ τοῦ Τίγρητος ἐς τὸν Εὐλαῖον͵ταύτῃ διεκομίσθησαν ἐς τὸν Τίγρητα. 7.7.3 Τῶν γὰρ δὴ ποταμῶν τοῦ τε Εὐφράτου καὶ τοῦΤίγρητος͵ οἳ τὴν μέσην σφῶν Ἀσσυρίαν ἀπείργουσιν͵ὅθεν καὶ τὸ ὄνομα Μεσοποταμία πρὸς τῶν ἐπιχωρίωνκληΐζεται͵ ὁ μὲν Τίγρης πολύ τι ταπεινότερος ῥέωντοῦ Εὐφράτου διώρυχάς τε πολλὰς ἐκ τοῦ Εὐφράτουἐς αὑτὸν δέχεται καὶ πολλοὺς ἄλλους ποταμοὺς παραλαβὼν καὶ ἐξ αὐτῶν αὐξηθεὶς ἐσβάλλει ἐς τὸν πόντοντὸν Περσικόν͵ μέγας τε καὶ οὐδαμοῦ διαβατὸς ἔστεἐπὶ τὴν ἐκβολήν͵ καθότι οὐ καταναλίσκεται αὐτοῦ 7.7.4 οὐδὲν ἐς τὴν χώραν. ἔστι γὰρ μετεωροτέρα ἡ ταύτῃγῆ τοῦ ὕδατος οὐδὲ ἐκδίδωσιν οὗτος κατὰ τὰς διώρυχαςοὐδὲ ἐς ἄλλον ποταμόν͵ ἀλλὰ δέχεται γὰρ ἐκείνουςμᾶλλον͵ ἄρδεσθαί τε ἀπὸ οὗ τὴν χώραν οὐδαμῇ παρέχει. 7.7.5 ὁ δὲ Εὐφράτης μετέωρός τε ῥεῖ καὶ ἰσοχείλης πανταχῇτῇ γῇ͵ καὶ διώρυχες δὲ πολλαὶ ἀπ΄ αὐτοῦ πεποίηνται͵αἱ μὲν ἀέναοι͵ ἀφ΄ ὧν ὑδρεύονται οἱ παρ΄ ἑκάτεραᾠκισμένοι͵ τὰς δὲ καὶ πρὸς καιρὸν ποιοῦνται͵ ὁπότεσφίσιν ὕδατος ἐνδεῶς ἔχοι͵ ἐς τὸ ἐπάρδειν τὴν χώραν·οὐ γὰρ ὕεται τὸ πολὺ ἡ γῆ αὕτη ἐξ οὐρανοῦ· καὶοὕτως ἐς οὐ πολὺ ὕδωρ ὁ Εὐφράτης τελευτῶν καὶτεναγῶδες [ἐς] τοῦτο οὕτως ἀποπαύεται. 7.7.6 Ἀλέξανδρος δὲ περιπλεύσας κατὰ τὴν θάλασσανὅσον μεταξὺ τοῦ τε Εὐλαίου ποταμοῦ καὶ τοῦ Τίγρητοςἐπεῖχεν ὁ αἰγιαλὸς τοῦ κόλπου τοῦ Περσικοῦ ἀνέπλεικατὰ τὸν Τίγρητα ἔστε ἐπὶ τὸ στρατόπεδον͵ ἵνα Ἡφαιστίων αὐτῷ τὴν δύναμιν πᾶσαν ἔχων ἐστρατοπεδεύκει.ἐκεῖθεν δὲ αὖθις ἔπλει ἐς Ὦπιν͵ πόλιν ἐπὶ τοῦ 7.7.7 Τίγρητος ᾠκισμένην. ἐν δὲ τῷ ἀνάπλῳ τοὺς καταρράκτας τοὺς κατὰ τὸν ποταμὸν ἀφανίζων ὁμαλὸνπάντῃ ἐποίει τὸν ῥοῦν͵ οἳ δὴ ἐκ Περσῶν πεποιημένοιἦσαν τοῦ μή τινα ἀπὸ θαλάσσης ἀναπλεῦσαι εἰς τὴνχώραν αὐτῶν νηΐτῃ στόλῳ κρατήσαντα. ταῦτα δὲμεμηχάνητο ἅτε δὴ οὐ ναυτικοῖς τοῖς Πέρσαις· οὕτωδὴ συνεχεῖς οἱ καταρράκται πεποιημένοι ἄπορον τὸνἀνάπλουν ἐποίουν τὸν κατὰ τὸν Τίγρητα. Ἀλέξανδροςδὲ οὐκ ἔφη τῶν κρατούντων τοῖς ὅπλοις εἶναι τὰτοιαῦτα σοφίσματα· οὔκουν πρὸς αὑτοῦ ἐποιεῖτο ταύτηντὴν ἀσφάλειαν͵ ἥντινα ἔργῳ οὐδὲ λόγου ἀξίαν ἀπέφηνε οὐ χαλεπῶς διακόψας τῶν Περσῶν τὰ σπουδάσματα. 7.8.1 Ὡς δὲ ἐς τὴν Ὦπιν ἀφίκετο͵ συναγαγὼν τοὺςΜακεδόνας προεῖπεν ὅτι τοὺς ὑπὸ γήρως ἢ πηρώσεωςτοῦ σώματος ἀχρείους ἐς τὰ πολέμια ὄντας παραλύειμὲν τῆς στρατιᾶς͵ ἀποπέμπει δὲ ἐς τὰ σφέτερα ἤθη͵ἐπιδώσει δὲ [μένουσιν] ὅσα αὐτούς τε ζηλωτοτέρουςποιήσει τοῖς οἴκοι καὶ τοὺς ἄλλους Μακεδόνας ἐξορμήσει ἐς τὸ ἐθέλειν τῶν αὐτῶν κινδύνων τε καὶ 7.8.2 πόνων μετέχειν. Ἀλέξανδρος μὲν ὡς χαριούμενοςδῆθεν τοῖς Μακεδόσιν ταῦτα ἔλεγεν· οἱ δὲ ὡς ὑπερορώμενοί τε ἤδη πρὸς Ἀλεξάνδρου καὶ ἀχρεῖοι πάντῃ ἐςτὰ πολέμια νομιζόμενοι οὐκ ἀλόγως αὖ τῷ λόγῳἠχθέσθησαν τῷ πρὸς Ἀλεξάνδρου λεχθέντι͵ κατὰ τὴνστρατιὰν ταύτην πᾶσαν πολλοῖς καὶ ἄλλοις ἀχθεσθέντες͵ὅτι πολλάκις ἤδη ἐλύπει αὐτοὺς ἥ τε ἐσθὴς ἡ Περσικὴἐς τοῦτο φέρουσα καὶ τῶν Ἐπιγόνων τῶν βαρβάρωνἡ ἐς τὰ Μακεδονικὰ ἤθη κόσμησις καὶ ἀνάμιξις τῶν 7.8.3 ἀλλοφύλων ἱππέων ἐς τὰς τῶν ἑταίρων τάξεις. οὔκουνσιγῇ ἔχοντες ἐκαρτέρησαν͵ ἀλλὰ πάντας γὰρ ἀπαλλάττειν στρατιᾶς ἐκέλευον͵ αὐτὸν δὲ μετὰ τοῦ πατρὸςστρατεύεσθαι͵ τὸν Ἄμμωνα δὴ τῷ λόγῳ ἐπικερτομοῦντες. ταῦτα ἀκούσας Ἀλέξανδρος (ἦν γὰρ δὴὀξύτερός τε ἐν τῷ τότε καὶ ἀπὸ τῆς βαρβαρικῆς θεραπείας οὐκέτι ὡς πάλαι ἐπιεικὴς ἐς τοὺς Μακεδόνας)καταπηδήσας σὺν τοῖς ἀμφ΄ αὑτὸν ἡγεμόσιν ἀπὸ τοῦβήματος ξυλλαβεῖν τοὺς ἐπιφανεστάτους τῶν ταραξάντων τὸ πλῆθος κελεύει͵ αὐτὸς τῇ χειρὶ ἐπιδεικνύωντοῖς ὑπασπισταῖς οὕστινας χρὴ συλλαμβάνειν· καὶἐγένοντο οὗτοι ἐς τρισκαίδεκα. τούτους μὲν δὴἀπάγειν κελεύει τὴν ἐπὶ θανάτῳ.

ὡς δὲ κατεσιώπησαν οἱ ἄλλοι ἐκπλαγέντες͵ ἀναβὰς αὖθις ἐπὶ τὸ βῆμαἔλεξεν ὧδε. 7.9.1 Οὐχ ὑπὲρ τοῦ καταπαῦσαι ὑμῶν͵ ὦ Μακεδόνες͵τὴν οἴκαδε ὁρμὴν λεχθήσεταί μοι ὅδε ὁ λόγος͵ ἔξεστιγὰρ ὑμῖν ἀπιέναι ὅποι βούλεσθε ἐμοῦ γε ἕνεκα͵ ἀλλὰὡς γνῶναι ὑμᾶς πρὸς ὁποίους τινὰς ἡμᾶς ὄντας ὁποῖοί 7.9.2 τινες αὐτοὶ γενόμενοι ἀπαλλάσσεσθε. καὶ πρῶτά γεἀπὸ Φιλίππου τοῦ πατρός͵ ᾗπερ καὶ εἰκός͵ τοῦ λόγουἄρξομαι. Φίλιππος γὰρ παραλαβὼν ὑμᾶς πλανήταςκαὶ ἀπόρους͵ ἐν διφθέραις τοὺς πολλοὺς νέμοντας ἀνὰτὰ ὄρη πρόβατα ὀλίγα καὶ ὑπὲρ τούτων κακῶς μαχομένους Ἰλλυριοῖς καὶ Τριβαλλοῖς καὶ τοῖς ὁμόροιςΘρᾳξίν͵ χλαμύδας μὲν ὑμῖν ἀντὶ τῶν διφθερῶν φορεῖνἔδωκεν͵ κατήγαγε δὲ ἐκ τῶν ὀρῶν ἐς τὰ πεδία͵ ἀξιομάχους καταστήσας τοῖς προσχώροις τῶν βαρβάρων͵ὡς μὴ χωρίων ἔτι ὀχυρότητι πιστεύοντας μᾶλλον ἢ τῇοἰκείᾳ ἀρετῇ σώζεσθαι͵ πόλεών τε οἰκήτορας ἀπέφηνε 7.9.3 καὶ νόμοις καὶ ἔθεσι χρηστοῖς ἐκόσμησεν. αὐτῶν δὲἐκείνων τῶν βαρβάρων͵ ὑφ΄ ὧν πρόσθεν ἤγεσθε καὶἐφέρεσθε αὐτοί τε καὶ τὰ ὑμέτερα͵ ἡγεμόνας κατέστησενἐκ δούλων καὶ ὑπηκόων͵ καὶ τῆς Θρᾴκης τὰ πολλὰ τῇΜακεδονίᾳ προσέθηκεν͵ καὶ τῶν ἐπὶ θαλάττῃ χωρίωντὰ ἐπικαιρότατα καταλαβόμενος τὴν ἐμπορίαν τῇ χώρᾳἀνεπέτασε͵ καὶ τῶν μετάλλων τὴν ἐργασίαν ἀδεῆ παρ 7.9.4 έσχε͵ Θεσσαλῶν δὲ ἄρχοντας͵ οὓς πάλαι ἐτεθνήκειτετῷ δέει͵ ἀπέφηνε͵ καὶ τὸ Φωκέων ἔθνος ταπεινώσαςτὴν ἐς τὴν Ἑλλάδα πάροδον πλατεῖαν καὶ εὔπορονἀντὶ στενῆς τε καὶ ἀπόρου ὑμῖν ἐποίησεν͵ Ἀθηναίουςτε καὶ Θηβαίους ἐφεδρεύοντας ἀεὶ τῇ Μακεδονίᾳ ἐςτοσόνδε ἐταπείνωσεν͵ ἤδη ταῦτά γε καὶ ἡμῶν αὐτῷξυμπονούντων͵ ὡς ἀντὶ τοῦ φόρους τελεῖν Ἀθηναίοιςκαὶ ὑπακούειν Θηβαίων͵ παρ΄ ἡμῶν ἐν τῷ μέρει ἐκεί 7.9.5 νους τὴν ἀσφάλειάν σφισι πορίζεσθαι. ἐς Πελοπόννησον δὲ παρελθὼν τὰ ἐκεῖ αὖ ἐκόσμησε καὶ ἡγεμὼναὐτοκράτωρ συμπάσης τῆς ἄλλης Ἑλλάδος ἀποδειχθεὶςτῆς ἐπὶ τὸν Πέρσην στρατιᾶς οὐχ ἑαυτῷ μᾶλλόν τιτὴν δόξαν τήνδε ἢ τῷ κοινῷ τῶν Μακεδόνων προσέθηκεν. 7.9.6 Ταῦτα μὲν τὰ ἐκ τοῦ πατρὸς τοῦ ἐμοῦ ἐς ὑμᾶςὑπηργμένα͵ ὡς μὲν αὐτὰ ἐφ΄ ἑαυτῶν σκέψασθαι μεγάλα͵μικρὰ δὲ ὥς γε δὴ πρὸς τὰ ἡμέτερα ξυμβαλεῖν. ὃςπαραλαβὼν παρὰ τοῦ πατρὸς χρυσᾶ μὲν καὶ ἀργυρᾶἐκπώματα ὀλίγα͵ τάλαντα δὲ οὐδὲ ἑξήκοντα ἐν τοῖςθησαυροῖς͵ χρεῶν δὲ ὀφειλόμενα ὑπὸ Φιλίππου ἐςπεντακόσια τάλαντα͵ δανεισάμενος ἐπὶ τούτοις αὐτὸςἄλλα ὀκτακόσια ὁρμηθεὶς ἐκ τῆς χώρας τῆς γε οὐδὲὑμᾶς αὐτοὺς βοσκούσης καλῶς εὐθὺς μὲν τοῦ Ἑλλησπόντου ὑμῖν τὸν πόρον θαλασσοκρατούντων ἐν τῷ 7.9.7 τότε Περσῶν ἀνεπέτασα· κρατήσας δὲ τῇ ἵππῳ τοὺςσατράπας τοὺς Δαρείου τήν τε Ἰωνίαν πᾶσαν τῇὑμετέρᾳ ἀρχῇ προσέθηκα καὶ τὴν Αἰολίδα πᾶσαν καὶΦρύγας ἀμφοτέρους καὶ Λυδούς͵ καὶ Μίλητον εἷλονπολιορκίᾳ· τὰ δὲ ἄλλα πάντα ἑκόντα προσχωρήσαντα 7.9.8 λαβὼν ὑμῖν καρποῦσθαι ἔδωκα· καὶ τὰ ἐξ Αἰγύπτουκαὶ Κυρήνης ἀγαθά͵ ὅσα ἀμαχεὶ ἐκτησάμην͵ ὑμῖνἔρχεται͵ ἥ τε κοίλη Συρία καὶ ἡ Παλαιστίνη καὶ ἡμέση τῶν ποταμῶν ὑμέτερον κτῆμά εἰσι͵ καὶ Βαβυλὼνκαὶ Βάκτρα καὶ Σοῦσα ὑμέτερα͵ καὶ ὁ Λυδῶν πλοῦτοςκαὶ οἱ Περσῶν θησαυροὶ καὶ τὰ Ἰνδῶν ἀγαθὰ καὶ ἡἔξω θάλασσα ὑμέτερα· ὑμεῖς σατράπαι͵ ὑμεῖς στρατηγοί͵ 7.9.9 ὑμεῖς ταξιάρχαι. ὡς ἔμοιγε αὐτῷ τί περίεστιν ἀπὸτούτων τῶν πόνων ὅτι μὴ αὕτη ἡ πορφύρα καὶ τὸδιάδημα τοῦτο; κέκτημαι δὲ ἰδίᾳ οὐδέν͵ οὐδὲ ἔχει τιςἀποδεῖξαι θησαυροὺς ἐμοὺς ὅτι μὴ ταῦτα͵ ὑμέτερακτήματα ἢ ὅσα ἕνεκα ὑμῶν φυλάττεται. ἐπεὶ οὐδὲἔστιν ἰδίᾳ μοι ἐς ὅ τι φυλάξω αὐτούς͵ σιτουμένῳ τετὰ αὐτὰ ὑμῖν σιτία καὶ ὕπνον τὸν αὐτὸν αἱρουμένῳ·καίτοι οὐδὲ σιτία ἐμοὶ δοκῶ τὰ αὐτὰ τοῖς τρυφῶσινὑμῶν σιτεῖσθαι· προαγρυπνῶν δὲ ὑμῶν οἶδα͵ ὡςκαθεύδειν ἔχοιτε ὑμεῖς. 7.10.1 Ἀλλὰ ταῦτα γὰρ ὑμῶν πονούντων καὶ ταλαιπωρουμένων ἐκτησάμην αὐτὸς ἀπόνως καὶ ἀταλαιπώρως ἐξηγούμενος. καὶ τίς ὑμῶν ἢ πονήσας οἶδεν ἐμοῦμᾶλλον ..... ἢ ἐγὼ ὑπὲρ ἐκείνου; ἄγε δὴ καὶ ὅτῳτραύματα ὑμῶν ἐστι γυμνώσας αὐτὰ ἐπιδειξάτω καὶ 7.10.2 ἐγὼ τὰ ἐμὰ ἐπιδείξω ἐν μέρει· ὡς ἔμοιγε οὐκ ἔστινὅ τι τοῦ σώματος τῶν γε δὴ ἔμπροσθεν μερῶν ἄτρωτονὑπολέλειπται͵ οὐδὲ ὅπλον τι ἔστιν ἢ ἐκ χειρὸς ἢ τῶνἀφιεμένων οὗ γε οὐκ ἴχνη ἐν ἐμαυτῷ φέρω· ἀλλὰ καὶξίφει ἐκ χειρὸς τέτρωμαι καὶ τετόξευμαι ἤδη καὶ ἀπὸμηχανῆς βέβλημαι͵ καὶ λίθοις πολλαχῇ καὶ ξύλοιςπαιόμενος ὑπὲρ ὑμῶν καὶ τῆς ὑμετέρας δόξης καὶ τοῦὑμετέρου πλούτου νικῶντας ὑμᾶς ἄγω διὰ πάσης γῆςκαὶ θαλάσσης καὶ πάντων ποταμῶν καὶ ὀρῶν καὶ 7.10.3 πεδίων πάντων͵ γάμους τε ὑμῖν τοὺς αὐτοὺς γεγάμηκακαὶ πολλῶν ὑμῶν οἱ παῖδες συγγενεῖς ἔσονται τοῖςπαισὶ τοῖς ἐμοῖς. ἔτι δὲ ᾧ χρέα ἦν͵ οὐ πολυπραγμονήσας ἐφ΄ ὅτῳ ἐγένετο͵ τοσαῦτα μὲν μισθοφορούντων͵τοσαῦτα δὲ ἁρπαζόντων͵ ὁπότε ἐκ πολιορκίας ἁρπαγὴγίγνοιτο͵ διαλέλυμαι ταῦτα. στέφανοί τε χρυσοῖ τοῖςπλείστοις ὑμῶν εἰσι μνημεῖα τῆς τε ἀρετῆς τῆς ὑμετέρας 7.10.4 καὶ τῆς ἐξ ἐμοῦ τιμῆς ἀθάνατα. ὅστις δὲ δὴ καὶ ἀπέθανεν͵ εὐκλεὴς μὲν αὐτῷ ἡ τελευτὴ ἐγένετο͵ περιφανὴςδὲ ὁ τάφος͵ χαλκαῖ δὲ αἱ εἰκόνες τῶν πλείστων οἴκοιἑστᾶσιν͵ οἱ γονεῖς δ΄ ἔντιμοί εἰσι λειτουργίας τε ξυμπάσης καὶ εἰσφορᾶς ἀπηλλαγμένοι· οὐ γάρ τίς γεφεύγων ὑμῶν ἐτελεύτα ἐμοῦ ἄγοντος. 7.10.5 Καὶ νῦν τοὺς ἀπολέμους ὑμῶν ζηλωτοὺς τοῖς οἴκοιἀποπέμψειν ἤμελλον· ἀλλ΄ ἐπειδὴ πάντες ἀπιέναιβούλεσθε͵ ἄπιτε πάντες͵ καὶ ἀπελθόντες οἴκοι ἀπαγγείλατε ὅτι τὸν βασιλέα ὑμῶν Ἀλέξανδρον͵ νικῶνταμὲν Πέρσας καὶ Μήδους καὶ Βακτρίους καὶ Σάκας͵ 7.10.6 καταστρεψάμενον δὲ Οὐξίους τε καὶ Ἀραχωτοὺς καὶΔράγγας͵ κεκτημένον δὲ καὶ Παρθυαίους καὶ Χορασμίους καὶ Ὑρκανίους ἔστε ἐπὶ τὴν θάλασσαν τὴνΚασπίαν͵ ὑπερβάντα δὲ τὸν Καύκασον ὑπὲρ τὰςΚασπίας πύλας͵ καὶ περάσαντα Ὄξον τε ποταμὸν καὶΤάναϊν͵ ἔτι δὲ τὸν Ἰνδὸν ποταμόν͵ οὐδενὶ ἄλλῳ ὅτιμὴ Διονύσῳ περαθέντα͵ καὶ τὸν Ὑδάσπην καὶ τὸν 7.10.7 Ἀκεσίνην καὶ τὸν Ὑδραώτην͵ καὶ τὸν Ὕφασιν διαπεράσαντα ἄν͵ εἰ μὴ ὑμεῖς ἀπωκνήσατε͵ καὶ ἐς τὴνμεγάλην θάλασσαν κατ΄ ἀμφότερα τοῦ Ἰνδοῦ τὰστόματα ἐμβαλόντα͵ καὶ διὰ τῆς Γαδρωσίας τῆς ἐρήμουἐλθόντα͵ ᾗ οὐδείς πω πρόσθεν σὺν στρατιᾷ ἦλθε͵ καὶΚαρμανίαν ἐν παρόδῳ προσκτησάμενον καὶ τὴν Ὠρειτῶν γῆν͵ περιπεπλευκότος δὲ ἤδη αὐτῷ τοῦ ναυτικοῦτὴν ἀπ΄ Ἰνδῶν γῆς εἰς Πέρσας θάλασσαν͵ ὡς εἰςΣοῦσα ἐπανηγάγετε͵ ἀπολιπόντες οἴχεσθε͵ παραδόντεςφυλάσσειν τοῖς νενικημένοις βαρβάροις. ταῦτα ὑμῖνκαὶ πρὸς ἀνθρώπων ἴσως εὐκλεᾶ καὶ πρὸς θεῶν ὅσιαδήπου ἔσται ἀπαγγελθέντα. ἄπιτε. 7.11.1 Ταῦτα εἰπὼν κατεπήδησέ τε ἀπὸ τοῦ βήματοςὀξέως καὶ ἐς τὰ βασίλεια παρελθὼν οὔτε ἐθεράπευσετὸ σῶμα οὔτε τῳ ὤφθη τῶν ἑταίρων· ἀλλ΄ οὐδὲ ἐςτὴν ὑστεραίαν ὤφθη. τῇ τρίτῃ δὲ καλέσας εἴσω τῶνΠερσῶν τοὺς ἐπιλέκτους τάς τε ἡγεμονίας αὐτοῖς τῶντάξεων διένειμε καὶ ὅσους συγγενεῖς ἀπέφηνε͵ τούτοις 7.11.2 δὲ νόμιμον ἐποίησε φιλεῖν αὐτὸν μόνοις. οἱ δὲ Μακεδόνες ἔν τε τῷ παραυτίκα ἀκούσαντες τῶν λόγωνἐκπεπληγμένοι σιγῇ ἔμενον αὐτοῦ πρὸς τῷ βήματιοὐδέ τις ἠκολούθησε τῷ βασιλεῖ ἀπαλλαττομένῳ ὅτιμὴ οἱ ἀμφ΄ αὐτὸν ἑταῖροί τε καὶ οἱ σωματοφύλακες͵οἱ δὲ πολλοὶ οὔτε μένοντες ὅ τι πράττωσιν ἢ λέγωσιν 7.11.3 εἶχον͵ οὔτε ἀπαλλάσσεσθαι ἤθελον. ὡς δὲ τὰ Περσῶντε καὶ Μήδων αὐτοῖς ἐξηγγέλλετο͵ αἵ τε ἡγεμονίαιΠέρσαις διδόμεναι καὶ ἡ στρατιὰ ἡ βαρβαρικὴ ἐςλόχους τε καταλεγομένη καὶ τὰ Μακεδονικὰ ὀνόματαἄγημά τι Περσικὸν καλούμενον καὶ πεζέταιροι Πέρσαι[καὶ ἀσθέτεροι ἄλλοι] καὶ ἀργυρασπίδων τάξις Περσικὴκαὶ ἡ τῶν ἑταίρων ἵππος καὶ ταύτης ἄλλο ἄγημα 7.11.4 βασιλικόν͵ οὐκέτι καρτεροὶ σφῶν ἦσαν͵ ἀλλὰ ξυνδραμόντες ὡς πρὸς τὰ βασίλεια τὰ μὲν ὅπλα αὐτοῦ πρὸτῶν θυρῶν ἐρρίπτουν͵ ἱκετηρίας ταύτας τῷ βασιλεῖ͵αὐτοὶ δ΄ ἐβόων πρὸ τῶν θυρῶν ἑστηκότες δεόμενοιπαρελθεῖν εἴσω· τούς τε αἰτίους τῆς ἐν τῷ τότεταραχῆς καὶ τοὺς ἄρξαντας τῆς βοῆς ἐκδιδόναι ἐθέλειν· οὔκουν ἀπαλλαγήσεσθαι τῶν θυρῶν οὔτε ἡμέραςοὔτε νυκτός͵ εἰ μή τινα οἶκτον σφῶν ἕξει Ἀλέξανδρος. 7.11.5 Ταῦτα ὡς ἀπηγγέλλετο αὐτῷ͵ ὁ δὲ σπουδῇ ἐξέρχεται καὶ ἰδών τε ταπεινῶς διακειμένους καὶ ἀκούσαςσὺν οἰμωγῇ τῶν πολλῶν βοώντων καὶ αὐτῷ προχεῖταιδάκρυα. καὶ ὁ μὲν ἀνήγετο ὥς τι ἐρῶν͵ οἱ δὲ ἔμενον 7.11.6 λιπαροῦντες. καί τις αὐτῶν καθ΄ ἡλικίαν τε καὶἱππαρχίαν τῆς ἵππου τῆς ἑταιρικῆς οὐκ ἀφανής͵ Καλλίνης ὄνομα͵ τοιαῦτα εἶπεν· ὦ βασιλεῦ͵ τὰ λυποῦντάἐστι Μακεδόνας ὅτι σὺ Περσῶν μέν τινας ἤδη πεποίησαι σαυτῷ συγγενεῖς καὶ καλοῦνται Πέρσαι συγγενεῖςἈλεξάνδρου καὶ φιλοῦσί σε͵ Μακεδόνων δὲ οὔπω τις 7.11.7 γέγευται ταύτης τῆς τιμῆς. ἔνθα δὴ ὑπολαβὼν Ἀλέξανδρος͵ ἀλλ΄ ὑμᾶς τε͵ ἔφη͵ ξύμπαντας ἐμαυτῷ τίθεμαισυγγενεῖς καὶ τό γε ἀπὸ τούτου οὕτως καλέσω. ταῦταεἰπόντα προσελθὼν ὁ Καλλίνης τε ἐφίλησε καὶ ὅστιςἄλλος φιλῆσαι ἠθέλησε. καὶ οὕτω δὴ ἀναλαβόντες τὰὅπλα βοῶντές τε καὶ παιωνίζοντες ἐς τὸ στρατόπεδον 7.11.8 ἀπῄεσαν. Ἀλέξανδρος δὲ ἐπὶ τούτοις θυσίαν τε θύειτοῖς θεοῖς οἷς αὐτῷ νόμος καὶ θοίνην δημοτελῆἐποίησε͵ καθήμενός τε αὐτὸς καὶ πάντων καθημένων͵ἀμφ΄ αὐτὸν μὲν Μακεδόνων͵ ἐν δὲ τῷ ἐφεξῆς τούτωνΠερσῶν͵ ἐπὶ δὲ τούτοις τῶν ἄλλων ἐθνῶν ὅσοι κατ΄ἀξίωσιν ἤ τινα ἄλλην ἀρετὴν πρεσβευόμενοι͵ καὶ ἀπὸτοῦ αὐτοῦ κρατῆρος αὐτός τε καὶ οἱ ἀμφ΄ αὐτὸν ἀρυόμενοι ἔσπενδον τὰς αὐτὰς σπονδὰς καταρχομένων τῶν 7.11.9 τε Ἑλλήνων μάντεων καὶ τῶν Μάγων. εὔχετο δὲ τάτε ἄλλα [καὶ τὰ] ἀγαθὰ καὶ ὁμόνοιάν τε καὶ κοινωνίαν τῆς ἀρχῆς Μακεδόσι καὶ Πέρσαις. εἶναι δὲκατέχει λόγος τοὺς μετασχόντας τῆς θοίνης ἐννακισχιλίους͵ καὶ τούτους πάντας μίαν τε σπονδὴν σπεῖσαικαὶ ἐπ΄ αὐτῇ παιωνίσαι.

Anabasi di Alessandro 7.12.1 Arriano - Qui la traduzione

7.12.1 Ἔνθα δὴ ἐθελονταὶ ἤδη αὐτῷ ἀπῄεσαν τῶν Μακεδόνων ὅσοι διὰ γῆρας ἤ τινα ἄλλην ξυμφορὰν ἀπόλεμοι ἦσαν· καὶ οὗτοι αὐτῷ ἐγένοντο ἐς τοὺς μυρίους.τούτοις δὲ τήν τε μισθοφορὰν οὐ τοῦ ἐξήκοντος ἤδηχρόνου ἔδωκεν Ἀλέξανδρος μόνον͵ ἀλλὰ καὶ τοῦ ἐς

Anabasi di Alessandro 7.12.2 Arriano - Qui la traduzione

7.12.2 τὴν ἀπονόστησιν τὴν οἴκαδε ξυμβαίνοντος. ἐπέδωκενδὲ καὶ τάλαντον ἑκάστῳ ὑπὲρ τὴν μισθοφοράν· παῖδεςδὲ εἴ τῳ ἦσαν ἐκ τῶν Ἀσιανῶν γυναικῶν͵ παρὰ οἷκαταλιπεῖν ἐκέλευσε μηδὲ στάσιν κατάγειν ἐς Μακεδονίαν ἀλλοφύλους τε καὶ ἐκ τῶν βαρβάρων γυναικῶνπαῖδας τοῖς οἴκοι ὑπολελειμμένοις παισί τε καὶ μητράσιναὐτῶν· αὐτὸς δὲ ἐπιμελήσεσθαι ὡς ἐκτρέφοιντο Μακεδονικῶς τά τε ἄλλα καὶ ἐς τὰ πολέμια κοσμούμενοι͵γενομένους δὲ ἄνδρας ἄξειν αὐτὸς ἐς Μακεδονίαν καὶ

Anabasi di Alessandro 7.12.3 Arriano - Qui la traduzione

7.12.3 παραδώσειν τοῖς πατράσιν. ταῦτά τε ἀπαλλαττομένοιςἀστάθμητα καὶ ἀτέκμαρτα ἐπηγγέλλετο͵ καὶ ὅπως ἔχειφιλίας τε καὶ πόθου ἐς αὐτοὺς τὸ ἀτρεκέστατον τεκμήριον ἐκεῖνο ποιεῖσθαι ἠξίου͵ ὅτι τὸν πιστότατόν τεαὐτῷ καὶ ὅντινα ἴσον τῇ ἑαυτοῦ κεφαλῇ ἄγει͵ Κρατερόν͵ξυμπέμπει αὐτοῖς φύλακά τε καὶ ἡγεμόνα τοῦ στόλου.

οὕτω δὴ ἀσπασάμενος ξύμπαντας αὐτός τε δακρύων 7.12.4 καὶ δακρύοντας ἐκείνους ἀπὸ οὗ ἀπήλλαξε. Κρατερῷδὲ τούτους τε ἄγειν ἐκέλευσε καὶ ἀπαγαγόντι Μακεδονίαςτε καὶ Θρᾴκης καὶ Θετταλῶν ἐξηγεῖσθαι καὶ τῶν Ἑλλήνων τῆς ἐλευθερίας· Ἀντίπατρον δὲ διαδόχους τοῖςἀποπεμπομένοις ἄγειν Μακεδόνας τῶν ἀκμαζόντωνἐκέλευσεν. ἔστειλε δὲ καὶ Πολυπέρχοντα ὁμοῦ τῷΚρατερῷ͵ δεύτερον δὲ ἀπὸ Κρατεροῦ ἡγεμόνα͵ ὡς εἴτι κατὰ πορείαν Κρατερῷ συμπίπτοι͵ ὅτι καὶ μαλακῶςτὸ σῶμα ἔχοντα ἀπέπεμπεν αὐτόν͵ μὴ ποθῆσαι στρατηγὸν τοὺς ἰόντας. 7.12.5 Λόγος δέ τις οὗτος ἐφοίτα ἀφανὴς παρὰ τοῖς τὰβασιλικὰ πράγματα͵ ὅσῳ ἐπικρύπτεται͵ τοσῷδε φιλοτιμότερον ἐξηγουμένοις͵ καὶ τὸ πιστὸν ἐς τὸ χεῖρονμᾶλλον͵ ᾗ τὸ εἰκός τε καὶ ἡ αὐτῶν μοχθηρία ἄγει͵ ἢπρὸς τὸ ἀληθὲς ἐκτρέπουσιν͵ ἐξηττώμενον Ἀλέξανδρονἤδη τῆς μητρὸς τῶν διαβολῶν τῶν ἐς Ἀντίπατρον 7.12.6 ἀπαλλάξαι ἐθέλειν ἐκ Μακεδονίας Ἀντίπατρον. καὶτυχὸν οὐκ ἐς ἀτιμίαν τὴν Ἀντιπάτρου ἡ μετάπεμψιςαὐτοῦ ἔφερεν͵ ἀλλ΄ ὡς μή τι ἐκ τῆς διαφορᾶς αὐτοῖςγένοιτο ἄχαρι ἐς ἀλλήλους καὶ οὐδὲ αὐτῷ ἰάσιμον.ἐπεὶ οὐδὲ ἐπαύοντο Ἀλεξάνδρῳ γράφοντες ὁ μὲν τὴναὐθάδειάν τε τῆς Ὀλυμπιάδος καὶ ὀξύτητα καὶ πολυπραγμοσύνην͵ ἥκιστα δὴ τῇ Ἀλεξάνδρου μητρὶ εὐσχήμονα͵ ὥστε καὶ λόγος τις τοιόσδε ἐφέρετο Ἀλεξάνδρουἐφ΄ οἷς ὑπὲρ τῆς μητρὸς αὐτῷ ἐξηγγέλλετο͵ βαρὺ δὴτὸ ἐνοίκιον τῶν δέκα μηνῶν εἰσπράττεσθαι αὑτοῦ τὴν 7.12.7 μητέρα· ἡ δέ͵ ὑπέρογκον εἶναι τῇ τε ἀξιώσει καὶ τῇἄλλῃ θεραπείᾳ Ἀντίπατρον οὐδὲ μεμνῆσθαι τοῦ καταστήσαντος ἔτι͵ ἀλλ΄ αὐτὸν γὰρ ἀξιοῦν τὰ πρῶταφέρεσθαι ἐν τοῖς ἄλλοις Μακεδόσι τε καὶ Ἕλλησι. καὶταῦτα μᾶλλόν τι ἰσχύειν παρ΄ Ἀλεξάνδρῳ ἐφαίνετοὅσα ἐς τοῦ Ἀντιπάτρου τὴν διαβολὴν φέροντα ἦν͵οἷα δὴ καὶ φοβερώτερα ἐν βασιλείᾳ ὄντα. οὐ μέντοικαταφανές γέ τι ἢ ἔργον ἢ λόγος ἐξηγγέλλετο Ἀλεξάνδρου ἐφ΄ ὅτῳ ἄν τις συνέθηκεν οὐχ ὡσαύτωςεἶναι αὐτῷ πρὸς θυμοῦ Ἀντίπατρον Ἡφαιστίων. 7.13.1 Τούτῳ τῷ λόγῳ ὑποπτήξαντα Ἡφαιστίωνα συναλλαγῆναι Εὐμενεῖ͵ οὐχ ἑκόντα ἑκόντι. ἐν ταύτῃ τῇὁδῷ καὶ τὸ πεδίον λέγεται ἰδεῖν Ἀλέξανδρον τὸ ἀνειμένον ταῖς ἵπποις ταῖς βασιλικαῖς͵ αὐτό τε πεδίονΝησαῖον καλούμενον καὶ αἱ ἵπποι ὅτι Νησαῖαι κληΐζονται λέγει Ἡρόδοτος· εἶναι δὲ πάλαι μὲν ἐς πεντεκαίδεκα μυριάδας τῶν ἵππων͵ τότε δὲ Ἀλέξανδρον οὐπολὺ πλείονας τῶν πέντε καταλαβεῖν· πρὸς λῃστῶνγὰρ διαρπαγῆναι τὰς πολλὰς αὐτῶν. 7.13.2 Ἐνταῦθα λέγουσιν ὅτι Ἀτροπάτης ὁ τῆς Μηδίαςσατράπης γυναῖκας ἑκατὸν αὐτῷ ἔδωκεν͵ ταύτας φάσκωνεἶναι τῶν Ἀμαζόνων͵ καὶ ταύτας σκευῇ ἀνδρῶν ἱππέωνἐσταλμένας͵ πλήν γε δὴ ὅτι πελέκεις ἀντὶ δοράτωνἐφόρουν καὶ ἀντὶ ἀσπίδων πέλτας· οἱ δὲ καὶ τὸνμαστὸν λέγουσιν ὅτι μείονα εἶχον τὸν δεξιόν͵ ὃν δὴ 7.13.3 καὶ ἔξω εἶχον ἐν ταῖς μάχαις. ταύτας μὲν δὴ ἀπαλλάξαι τῆς στρατιᾶς Ἀλέξανδρον͵ μή τι νεωτερισθείηκατ΄ αὐτὰς ἐς ὕβριν πρὸς τῶν Μακεδόνων ἢ βαρβάρων· κελεῦσαι δὲ ἀπαγγεῖλαι πρὸς τὴν βασίλισσανσφῶν ὅτι αὐτὸς ἥξει πρὸς αὐτὴν παιδοποιησόμενος.ταῦτα δὲ οὔτε Ἀριστόβουλος οὔτε Πτολεμαῖος οὔτε τιςἄλλος ἀνέγραψεν ὅστις ἱκανὸς ὑπὲρ τῶν τηλικούτων 7.13.4 τεκμηριῶσαι. οὐδὲ δοκεῖ μοι ἐν τῷ τότε σώζεσθαι τὸγένος τῶν Ἀμαζόνων͵ οὐδ΄ ἔτι πρὸ Ἀλεξάνδρου͵ ἢΞενοφῶν ἂν ἐμνήσθη αὐτῶν͵ Φασιανῶν τε μνησθεὶςκαὶ Κόλχων καὶ ὅσα ἄλλα ἀπὸ Τραπεζοῦντος ὁρμώμενοι ἢ πρὶν ἐς Τραπεζοῦντα κατελθεῖν οἱ Ἕλληνεςἐπῆλθον ἔθνη βαρβαρικά͵ ἵναπερ καὶ ταῖς Ἀμαζόσινἐντετυχήκεσαν ἂν͵ εἴπερ οὖν ἔτι ἦσαν Ἀμαζόνες. 7.13.5 μὴ γενέσθαι μὲν γὰρ παντελῶς τὸ γένος τούτων τῶνγυναικῶν οὐ πιστὸν δοκεῖ ἔμοιγε͵ πρὸς τοσούτων καὶτοιούτων ὑμνηθέν. ὡς Ἡρακλέα τε ἐπ΄ αὐτὰς λόγοςκατέχει ὅτι ἐστάλη καὶ ζωστῆρά τινα Ἱππολύτης τῆςβασιλίσσης αὐτῶν ὅτι ἐς τὴν Ἑλλάδα ἐκόμισε͵ καὶ οἱξὺν Θησεῖ Ἀθηναῖοι ὅτι ἐπιούσας τὰς γυναῖκας ταύταςτὴν Εὐρώπην πρῶτοι μάχῃ νικήσαντες ἀνέστειλαν·καὶ γέγραπται ἡ Ἀθηναίων καὶ Ἀμαζόνων μάχη πρὸςΜίκωνος οὐ μεῖον ἤπερ ἡ Ἀθηναίων καὶ Περσῶν. 7.13.6 καὶ Ἡροδότῳ πολλάκις περὶ τῶν γυναικῶν τούτωνπεποίηται͵ καὶ ὅσοι Ἀθηναίων τοὺς ἐν πολέμῳ τελευτήσαντας λόγῳ ἐκόσμησαν͵ καὶ τοῦ πρὸς Ἀμαζόναςἔργου Ἀθηναίων ἐν τοῖς μάλιστα μνήμην ἐποιήσαντο.εἰ δὲ ἱππικὰς δή τινας γυναῖκας Ἀτροπάτης ἔδειξενἈλεξάνδρῳ͵ βαρβάρους τινὰς ἄλλας γυναῖκας ἱππεύεινἠσκημένας δοκῶ ὅτι ἔδειξεν ἐς τὸν λεγόμενον δὴ τῶνἈμαζόνων κόσμον ἐσταλμένας. 7.14.1 Ἐν Ἐκβατάνοις δὲ θυσίαν τε ἔθυσεν Ἀλέξανδρος͵ὥσπερ αὐτῷ ἐπὶ ξυμφοραῖς ἀγαθαῖς νόμος͵ καὶ ἀγῶναἐπετέλει γυμνικόν τε καὶ μουσικόν͵ καὶ πότοι αὐτῷἐγίνοντο παρὰ τοῖς ἑταίροις. καὶ ἐν τούτῳ Ἡφαιστίωνἔκαμε τὸ σῶμα· ἑβδόμη τε ἡμέρα ἤδη ἦν αὐτῷ τῆςνόσου καὶ λέγουσι τὸ μὲν στάδιον πλῆρες εἶναι·παίδων γὰρ ἀγὼν ἦν ἐκείνῃ τῇ ἡμέρᾳ γυμνικός· ἐπεὶδὲ ἐξηγγέλλετο Ἀλεξάνδρῳ ὅτι κακῶς ἔχοι Ἡφαιστίων͵ὁ δὲ παρ΄ αὐτὸν ἐλθὼν σπουδῇ οὐκέτι ζῶντα κατέλαβεν. 7.14.2 Ἔνθα δὴ καὶ ἄλλοι ἄλλα ἀνέγραψαν ὑπὲρ τοῦ πένθουςτοῦ Ἀλεξάνδρου· μέγα μὲν γενέσθαι αὐτῷ τὸ πένθος͵πάντες τοῦτο ἀνέγραψαν͵ τὰ δὲ πραχθέντα ἐπ΄ αὐτῷἄλλοι ἄλλα͵ ὡς ἕκαστος ἢ εὐνοίας πρὸς Ἡφαιστίωνα 7.14.3 ἢ φθόνου εἶχεν ἢ καὶ πρὸς αὐτὸν Ἀλέξανδρον. ὧνοἱ τὰ ἀτάσθαλα ἀναγράψαντες οἱ μὲν ἐς κόσμονφέρειν μοι δοκοῦσιν οἰηθῆναι Ἀλεξάνδρῳ ὅσα ὑπεραλγήσας ἔδρασεν ἢ εἶπεν ἐπὶ τῷ πάντων δὴ ἀνθρώπωνφιλτάτῳ͵ οἱ δὲ ἐς αἰσχύνην μᾶλλόν τι ὡς οὐ πρέποντα οὔτ΄ οὖν βασιλεῖ οὔτε Ἀλεξάνδρῳ͵ οἱ μέν͵ τὸπολὺ μέρος τῆς ἡμέρας ἐκείνης ἐρριμμένον ἐπὶ τοῦσώματος τοῦ ἑταίρου ὀδύρεσθαι οὐδ΄ ἐθέλειν ἀπαλλαγῆναι͵ πρίν γε δὴ πρὸς βίαν ἀπηνέχθη πρὸς τῶν 7.14.4 ἑταίρων· οἱ δέ͵ τήν τε ἡμέραν ὅλην καὶ τὴν νύκταὅλην ἐρρῖφθαι ἐπὶ τῷ σώματι· οἱ δὲ καί͵ τὸν ἰατρὸνΓλαυκίαν ὅτι ἐκρέμασε͵ καὶ τοῦτο[ν] ὡς ἐπὶ φαρμάκῳκακῶς δοθέντι͵ οἱ δέ͵ ὅτι οἴνου περιεῖδεν ἐμπλησθένταθεωρῶν αὐτός· καὶ κείρασθαι Ἀλέξανδρον ἐπὶ τῷνεκρῷ τὴν κόμην τά τε ἄλλα οὐκ ἀπεικότα τίθεμαικαὶ κατὰ ζῆλον τὸν Ἀχιλλέως͵ πρὸς ὅντινα ἐκ παιδὸς 7.14.5 φιλοτιμία αὐτῷ ἦν· οἱ δὲ καί͵ τὸ ἅρμα ἐφ΄ ὅτῳ τὸσῶμα ἐφέρετο αὐτὸς ἔστιν ὅτε ὅτι ἡνιόχει͵ τοῦτοοὐδαμῇ πιστὸν ἔμοιγε λέγοντες· ἄλλοι δέ͵ ὅτι καὶ τοῦἈσκληπιοῦ τὸ ἕδος ἐν Ἐκβατάνοις κατασκάψαι ἐκέλευσε͵βαρβαρικὸν τοῦτό γε καὶ οὐδαμῇ Ἀλεξάνδρῳ πρόσφορον͵ ἀλλὰ τῇ Ξέρξου μᾶλλόν τι ἀτασθαλίᾳ τῇ ἐς τὸθεῖον καὶ ταῖς πέδαις ἃς λέγουσιν ἐς τὸν Ἑλλήσποντονκαθεῖναι Ξέρξην͵ τιμωρούμενον δῆθεν τὸν Ἑλλήσ 7.14.6 ποντον. ἀλλὰ καὶ ἐκεῖνο οὐ πάντῃ ἔξω τοῦ εἰκότοςἀναγεγράφθαι μοι δοκεῖ͵ ὡς ἐπὶ Βαβυλῶνος ἤλαυνενἈλέξανδρος͵ ἐντυχεῖν αὐτῷ κατὰ τὴν ὁδὸν πολλὰςπρεσβείας ἀπὸ τῆς Ἑλλάδος͵ εἶναι δὲ δὴ ἐν τούτοιςἘπιδαυρίων πρέσβεις· καὶ τούτους ὧν τε ἐδέοντο ἐξἈλεξάνδρου τυχεῖν καὶ ἀνάθημα δοῦναι αὐτοῖς Ἀλέξανδρον κομίζειν τῷ Ἀσκληπιῷ͵ ἐπειπόντα ὅτι· καίπεροὐκ ἐπιεικῶς κέχρηταί μοι ὁ Ἀσκληπιός͵ οὐ σώσας μοιτὸν ἑταῖρον ὅντινα ἴσον τῇ ἐμαυτοῦ κεφαλῇ ἦγον. 7.14.7 ἐναγίζειν τε ὅτι ἀεὶ ὡς ἥρωϊ ἐκέλευεν Ἡφαιστίωνι͵τοῦτο μὲν πρὸς τῶν πλείστων ἀναγέγραπται· οἱ δὲλέγουσιν ὅτι καὶ εἰς Ἄμμωνος ἔπεμψεν ἐρησομένουςτὸν θεὸν εἰ καὶ ὡς θεῷ θύειν συγχωρεῖ Ἡφαιστίωνι͵τὸν δὲ οὐ ξυγχωρῆσαι. 7.14.8 Ἐκεῖνα δὲ πρὸς πάντων ξυμφωνούμενα͵ ἐς τρίτηνἀπὸ τοῦ θανάτου τοῦ Ἡφαιστίωνος ἡμέραν μήτε σίτουγεύσασθαι Ἀλέξανδρον μήτε τινὰ θεραπείαν ἄλληνθεραπεῦσαι τὸ σῶμα͵ ἀλλὰ κεῖσθαι γὰρ ἢ ὀδυρόμενονἢ πενθικῶς σιγῶντα· καὶ πυρὰν κελεῦσαι αὐτῷ ἑτοιμάζεσθαι ἐν Βαβυλῶνι ἀπὸ ταλάντων μυρίων͵ οἱ δὲ 7.14.9 καὶ πλειόνων ἀνέγραψαν· καὶ ὅτι πένθος ποιεῖσθαιπεριηγγέλη κατὰ πᾶσαν τὴν χώραν τὴν βάρβαρον· καὶὅτι πολλοὶ τῶν ἑταίρων τῶν Ἀλεξάνδρου ἐς θεραπείαντὴν ἐκείνου σφᾶς τε αὐτοὺς καὶ τὰ ὅπλα Ἡφαιστίωνιἀνέθεσαν ἀποθανόντι· πρῶτον δὲ Εὐμενῆ ἄρξαι τοῦσοφίσματος͵ ὅντινα ὀλίγῳ πρόσθεν ἔφαμεν ὅτι διηνέχθη πρὸς Ἡφαιστίωνα· καὶ τοῦτο δὲ δρᾶσαι͵ τῷἈλεξάνδρῳ ὡς μὴ ἐφήδεσθαι δοκοίη τελευτήσαντι 7.14.10 Ἡφαιστίωνι. οὔκουν οὐδὲ ἄλλον τινὰ ἔταξεν ἀντὶἩφαιστίωνος χιλίαρχον ἐπὶ τῇ ἵππῳ τῇ ἑταιρικῇἈλέξανδρος͵ ὡς μὴ ἀπόλοιτο τὸ ὄνομα τοῦ Ἡφαιστίωνος ἐκ τῆς τάξεως͵ ἀλλὰ Ἡφαιστίωνός τε ἡ χιλιαρχίαἐκαλεῖτο καὶ τὸ σημεῖον αὐτῆς ἡγεῖτο τὸ ἐξ Ἡφαιστίωνος πεποιημένον. ἀγῶνά τε ἐπενόει ποιῆσαι γυμνικόν τε καὶ μουσικὸν πλήθει τε τῶν ἀγωνιζομένωνκαὶ τῇ εἰς αὐτὸν χορηγίᾳ πολύ τι τῶν ἄλλων τῶνπρόσθεν ἀριδηλότερον· τρισχιλίους γὰρ ἀγωνιστὰςτοὺς σύμπαντας παρεσκεύασε. καὶ οὗτοι ὀλίγον ὕστερον ἐπ΄ Ἀλεξάνδρου τῷ τάφῳ λέγουσιν ὅτι ἠγωνίσαντο. 7.15.1 Χρόνος τε ἦν συχνὸς τῷ πένθει καὶ αὐτός τεαὑτὸν ἤδη μετεκάλει ἀπ΄ αὐτοῦ καὶ οἱ ἑταῖροι μᾶλλόντι ἐν τῷ τοιῷδε ἤνυτον. ἔνθα δὴ ἐξέλασιν ποιεῖταιἐπὶ Κοσσαίους͵ ἔθνος πολεμικὸν ὅμορον τῷ Οὐξίων. 7.15.2 εἰσὶ δὲ ὄρειοι οἱ Κοσσαῖοι καὶ χωρία ὀχυρὰ κατὰκώμας νέμονται͵ ὁπότε προσάγοι δύναμις ἐς τὰ ἄκρατῶν ὀρῶν ἀποχωροῦντες ἀθρόοι ἢ ὅπως ἂν προχωρῇἑκάστοις οὕτω διαφεύγουσιν͵ ἐς ἀπορίαν βάλλοντεςτοὺς ξὺν δυνάμει σφίσιν ἐπιχειροῦντας· ἀπελθόντωνδὲ αὖθις εἰς τὸ λῃστεύειν τρεπόμενοι ἀπὸ τούτου τὸν 7.15.3 βίον ποιοῦνται. Ἀλέξανδρος δὲ ἐξεῖλεν αὐτῶν τὸἔθνος καίπερ χειμῶνος στρατεύσας. ἀλλ΄ οὔτε ὁ χειμὼνἐμποδὼν ἐγένετο αὐτῷ οὔτε αἱ δυσχωρίαι͵ οὔτε αὐτῷοὔτε Πτολεμαίῳ τῷ Λάγου͵ ὃς μέρος τῆς στρατιᾶς ἐπ΄αὐτοὺς ἦγεν. οὕτως οὐδὲν ἄπορον Ἀλεξάνδρῳ τῶνπολεμικῶν ἦν ἐς ὅ τι ὁρμήσειε. 7.15.4 Κατιόντι δὲ αὐτῷ ἐς Βαβυλῶνα Λιβύων τε πρεσβεῖαι ἐνετύγχανον ἐπαινούντων τε καὶ στεφανούντωνἐπὶ τῇ βασιλείᾳ τῆς Ἀσίας͵ καὶ ἐξ Ἰταλίας Βρέττιοίτε καὶ Λευκανοὶ καὶ Τυρρηνοὶ ἐπὶ τοῖς αὐτοῖς ἐπρέσβευον. καὶ Καρχηδονίους τότε πρεσβεῦσαι λέγεταικαὶ ἀπὸ Αἰθιόπων πρέσβεις ἐλθεῖν καὶ Σκυθῶν τῶνἐκ τῆς Εὐρώπης͵ καὶ Κελτοὺς καὶ Ἴβηρας͵ ὑπὲρ φιλίαςδεησομένους· ὧν τά τε ὀνόματα καὶ τὰς σκευὰς τότεπρῶτον ὀφθῆναι πρὸς Ἑλλήνων τε καὶ Μακεδόνων. 7.15.5 τοὺς δὲ καὶ ὑπὲρ τῶν ἐς ἀλλήλους διαφορῶν λέγουσινὅτι Ἀλεξάνδρῳ διακρῖναι ἐπέτρεπον· καὶ τότε μάλιστααὐτόν τε αὑτῷ Ἀλέξανδρον καὶ τοῖς ἀμφ΄ αὐτὸν φανῆναι γῆς τε ἁπάσης καὶ θαλάσσης κύριον. Ἄριστος δὲκαὶ Ἀσκληπιάδης τῶν τὰ Ἀλεξάνδρου ἀναγραψάντωνκαὶ Ρωμαίους λέγουσιν ὅτι ἐπρέσβευσαν· καὶ ἐντυχόντα ταῖς πρεσβείαις Ἀλέξανδρον ὑπὲρ Ρωμαίων τιτῆς ἐς τὸ ἔπειτα ἐσομένης δυνάμεως μαντεύσασθαι͵τόν τε κόσμον τῶν ἀνδρῶν ἰδόντα καὶ τὸ φιλόπονόντε καὶ ἐλευθέριον καὶ περὶ τοῦ πολιτεύματος ἅμα 7.15.6 διαπυνθανόμενον. καὶ τοῦτο οὔτε ὡς ἀτρεκὲς οὔτεὡς ἄπιστον πάντῃ ἀνέγραψα· πλήν γε δὴ οὔτε τιςΡωμαίων ὑπὲρ τῆς πρεσβείας ταύτης ὡς παρὰ Ἀλέξανδρον σταλείσης μνήμην τινὰ ἐποιήσατο͵ οὔτε τῶντὰ Ἀλεξάνδρου γραψάντων͵ οἷτισι μᾶλλον ἐγὼ ξυμφέρομαι͵ Πτολεμαῖος ὁ Λάγου καὶ Ἀριστόβουλος· οὐδὲτῷ Ρωμαίων πολιτεύματι ἐπεοικὸς ἦν ἐλευθέρῳ δὴτότε ἐς τὰ μάλιστα ὄντι͵ παρὰ βασιλέα ἀλλόφυλονἄλλως τε καὶ ἐς τοσόνδε ἀπὸ τῆς οἰκείας πρεσβεῦσαι͵οὔτε φόβου ἐξαναγκάζοντος οὔτε κατ΄ ἐλπίδα ὠφελείας͵μίσει τε͵ εἴπερ τινὰς ἄλλους͵ τοῦ τυραννικοῦ γένουςτε καὶ ὀνόματος κατεχομένους. 7.16.1 Ἐκ τούτου δὴ Ἡρακλείδην τὸν Ἀργαίου ἐκπέμπειἐς Ὑρκανίαν ναυπηγοὺς ἅμα οἷ ἄγοντα͵ κελεύσας ὕληντεμόντα ἐκ τῶν ὀρῶν τῶν Ὑρκανίων ναυπηγεῖσθαιναῦς μακρὰς ἀφράκτους τε καὶ πεφραγμένας ἐς τὸν 7.16.2 κόσμον τὸν Ἑλληνικόν. πόθος γὰρ εἶχεν αὐτὸν καὶταύτην ἐκμαθεῖν τὴν θάλασσαν τὴν Κασπίαν τε καὶὙρκανίαν καλουμένην ποίᾳ τινὶ ξυμβάλλει θαλάσσῃ͵πότερα τῇ τοῦ πόντου τοῦ Εὐξείνου ἢ ἀπὸ τῆς ἑῴαςτῆς κατ΄ Ἰνδοὺς ἐκπεριερχομένη ἡ μεγάλη θάλασσαἀναχεῖται εἰς κόλπον τὸν Ὑρκάνιον͵ καθάπερ οὖν καὶτὸν Περσικὸν ἐξεῦρε͵ τὴν Ἐρυθρὰν δὴ καλουμένην 7.16.3 θάλασσαν͵ κόλπον οὖσαν τῆς μεγάλης θαλάσσης. οὐγάρ πω ἐξεύρηντο αἱ ἀρχαὶ τῆς Κασπίας θαλάσσης͵καίτοι ἐθνῶν τε αὐτὴν περιοικούντων οὐκ ὀλίγωνκαὶ ποταμῶν πλοΐμων ἐμβαλλόντων ἐς αὐτήν· ἐκΒάκτρων μὲν Ὄξος͵ μέγιστος τῶν Ἀσιανῶν ποταμῶν͵πλήν γε δὴ τῶν Ἰνδῶν͵ ἐξίησιν ἐς ταύτην τὴν θάλασσαν͵ διὰ Σκυθῶν δὲ Ἰαξάρτης· καὶ τὸν Ἀράξην δὲτὸν ἐξ Ἀρμενίων ῥέοντα ἐς ταύτην ἐσβάλλειν ὁ πλείων 7.16.4 λόγος κατέχει. μέγιστοι μὲν οὗτοι· πολλοὶ δὲ δὴ καὶἄλλοι ἔς τε τούτους ἐμβάλλοντες καὶ αὐτοὶ ἐπὶ σφῶνἐς τὴν θάλασσαν ταύτην ἐξιᾶσιν͵ οἱ μὲν καὶ γινωσκόμενοι πρὸς τῶν ἀμφ΄ Ἀλέξανδρον ἐπελθόντων τὰἔθνη ταῦτα͵ οἱ δὲ κατὰ τὰ ἐπέκεινα τοῦ κόλπου͵ ὡςεἰκός͵ κατὰ τοὺς Σκύθας τοὺς Νομάδας͵ ὃ δὴ ἄγνωστονπάντῃ ἐστίν. 7.16.5 Ἀλέξανδρος δὲ ὡς τὸν Τίγρητα ποταμὸν ξὺν τῇστρατιᾷ διέβη ἐλαύνων ἐπὶ Βαβυλῶνος͵ ἐνταῦθα ἐντυγχάνουσιν αὐτῷ Χαλδαίων οἱ λόγιοι͵ καὶ ἀπαγαγόντεςἀπὸ τῶν ἑταίρων ἐδέοντο ἐπισχεῖν τὴν ἐπὶ Βαβυλῶνοςἔλασιν. λόγιον γὰρ γεγονέναι σφίσιν ἐκ τοῦ θεοῦτοῦ Βήλου μὴ πρὸς ἀγαθοῦ οἱ εἶναι τὴν πάροδον τὴν 7.16.6 ἐς Βαβυλῶνα ἐν τῷ τότε. τὸν δὲ ἀποκρίνασθαι αὐτοῖςλόγος τοῦ Εὐριπίδου τοῦ ποιητοῦ ἔπος· ἔχει δὲ τὸἔπος Εὐριπίδῃ ὧδε·Μάντις δ΄ ἄριστος ὅστις εἰκάζει καλῶς.σὺ δέ͵ ὦ βασιλεῦ͵ ἔφασαν οἱ Χαλδαῖοι͵ μὴ πρὸς δυσμὰςἀφορῶν αὐτὸς μηδὲ τὴν στρατιὰν ταύτῃ ἐπέχουσανἄγων παρελθεῖν͵ ἀλλὰ ἐκπεριελθὼν πρὸς ἕω μᾶλλον. 7.16.7 τῷ δὲ οὐδὲ τοῦτο εὐμαρὲς διὰ δυσχωρίαν ξυνέβη·ἀλλὰ ἦγε γὰρ αὐτὸν ταύτῃ τὸ δαιμόνιον ᾗ παρελθόνταἐχρῆν ἤδη τελευτῆσαι. καί που τυχὸν καὶ ἄμεινοναὐτῷ ἦν ἐν ἀκμῇ τῆς τε ἄλλης δόξης καὶ τοῦ πόθου τοῦπαρ΄ ἀνθρώπων ἀπηλλάχθαι͵ πρίν τινα ξυμβῆναι αὐτῷξυμφορὰν ἀνθρωπίνην͵ ἧς ἕνεκα καὶ Σόλωνα Κροίσῳπαραινέσαι εἰκὸς τέλος ὁρᾶν μακροῦ βίου μηδὲ πρόσθεν 7.16.8 τινὰ ἀνθρώπων ἀποφαίνειν εὐδαίμονα. ἐπεὶ καὶ αὐτῷἈλεξάνδρῳ ἡ Ἡφαιστίωνος τελευτὴ οὐ σμικρὰ ξυμφορὰ γεγένητο͵ ἧς καὶ αὐτὸς Ἀλέξανδρος προαπελθεῖνἂν δοκεῖ μοι ἐθελῆσαι μᾶλλον ἢ ζῶν πειραθῆναι͵ οὐμεῖον ἢ καὶ Ἀχιλλέα δοκῶ ἂν ἑλέσθαι προαποθανεῖνΠατρόκλου μᾶλλον ἢ τοῦ θανάτου αὐτῷ τιμωρὸνγενέσθαι. 7.17.1 ῏Ην δέ τι καὶ ὕποπτον αὐτῷ ἐς τοὺς Χαλδαίους͵ὡς οὐ κατὰ μαντείαν τι μᾶλλον ἢ ἐς ὠφέλειαν τὴναὑτῶν φέροι αὐτοῖς ἡ κώλυσις τῆς Ἀλεξάνδρου ἐςΒαβυλῶνα ἐν τῷ τότε ἐλάσεως. ὁ γὰρ τοῦ Βήλου νεὼς ἐνμέσῃ τῇ πόλει ἦν τῶν Βαβυλωνίων͵ μεγέθει τε μέγιστος 7.17.2 καὶ ἐκ πλίνθου ὀπτῆς ἐν ἀσφάλτῳ ἡρμοσμένης. τοῦτοντὸν νεών͵ ὥσπερ καὶ τὰ ἄλλα ἱερὰ τὰ Βαβυλωνίων͵Ξέρξης κατέσκαψεν͵ ὅτε ἐκ τῆς Ἑλλάδος ὀπίσω ἀπενόστησεν· Ἀλέξανδρος δὲ ἐν νῷ εἶχεν ἀνοικοδομεῖνοἱ μὲν λέγουσιν ὅτι ἐπὶ τοῖς θεμελίοις τοῖς πρόσθεν͵καὶ τούτου ἕνεκα τὸν χοῦν ἐκφέρειν ἐκέλευε τοὺςΒαβυλωνίους͵ οἱ δέ͵ ὅτι καὶ μείζονα ἔτι τοῦ πάλαι 7.17.3 ὄντος. ἐπεὶ δὲ ἀποστάντος αὐτοῦ μαλθακῶς ἀνθήψαντοτοῦ ἔργου οἷς ταῦτα ἐπετέτραπτο͵ ὁ δὲ τῇ στρατιᾷπάσῃ ἐπενόει τὸ ἔργον ἐργάσασθαι. εἶναι δὲ τῷ θεῷτῷ Βήλῳ πολλὴν μὲν τὴν χώραν ἀνειμένην ἐκ τῶν 7.17.4 Ἀσσυρίων βασιλέων͵ πολὺν δὲ χρυσόν. καὶ ἀπὸ τούτουπάλαι μὲν τὸν νεὼν ἐπισκευάζεσθαι καὶ τὰς θυσίαςτῷ θεῷ θύεσθαι͵ τότε δὲ τοὺς Χαλδαίους τὰ τοῦ θεοῦνέμεσθαι͵ οὐκ ὄντος ἐς ὅ τι ἀναλωθήσεται τὰ περιγιγνόμενα. τούτων δὴ εἵνεκα ὕποπτοι Ἀλεξάνδρῳ ἦσαν οὐκ ἐθέλειν παρελθεῖν εἴσω Βαβυλῶνος Ἀλέξανδρον͵ ὡς μὴ δι΄ὀλίγου τὸν νεὼν ἐπιτελεσθέντα ἀφελέσθαι αὐτοὺς τὰς 7.17.5 ἐκ τῶν χρημάτων ὠφελείας. ὅμως δὲ τά γε τῆςἐπιστροφῆς τῆς κατὰ τὴν εἴσοδον τὴν ἐς τὴν πόλινἐθελῆσαι αὐτοῖς πεισθῆναι λέγει Ἀριστόβουλος͵ καὶ τῇπρώτῃ μὲν παρὰ τὸν ποταμὸν τὸν Εὐφράτην καταστρατοπεδεῦσαι͵ ἐς δὲ τὴν ὑστεραίαν ἐν δεξιᾷ ἔχοντατὸν ποταμὸν παρ΄ αὐτὸν πορεύεσθαι͵ θέλοντα ὑπερβάλλειν τῆς πόλεως τὸ μέρος τὸ ἐς δυσμὰς τετραμ 7.17.6 μένον͵ ὡς ταύτῃ ἐπιστρέψαντα πρὸς ἕω ἄγειν· ἀλλὰοὐ γὰρ δυνηθῆναι ὑπὸ δυσχωρίας οὕτως ἐλάσαι ξὺντῇ στρατιᾷ͵ ὅτι τὰ ἀπὸ δυσμῶν τῆς πόλεως εἰσιόντι͵εἰ ταύτῃ πρὸς ἕω ἐπέστρεφεν͵ ἑλώδη τε καὶ τεναγώδηἦν. καὶ οὕτω καὶ ἑκόντα καὶ ἄκοντα ἀπειθῆσαιτῷ θεῷ. 7.18.1 Ἐπεὶ καὶ τοῖόνδε τινὰ λόγον Ἀριστόβουλος ἀναγέγραφεν͵ Ἀπολλόδωρον τὸν Ἀμφιπολίτην τῶν ἑταίρωντῶν Ἀλεξάνδρου͵ στρατηγὸν τῆς στρατιᾶς ἣν παρὰΜαζαίῳ τῷ Βαβυλῶνος σατράπῃ ἀπέλιπεν Ἀλέξανδρος͵ἐπειδὴ συνέμιξεν ἐπανιόντι αὐτῷ ἐξ Ἰνδῶν͵ ὁρῶνταπικρῶς τιμωρούμενον τοὺς σατράπας ὅσοι ἐπ΄ ἄλλῃ καὶἄλλῃ χώρᾳ τεταγμένοι ἦσαν͵ ἐπιστεῖλαι Πειθαγόρᾳ τῷἀδελφῷ͵ μάντιν γὰρ εἶναι τὸν Πειθαγόραν τῆς ἀπὸσπλάγχνων μαντείας͵ μαντεύσασθαι καὶ ὑπὲρ αὐτοῦ 7.18.2 τῆς σωτηρίας. ἀντεπιστεῖλαι δὲ αὐτῷ Πειθαγόρανπυνθανόμενον τίνα μάλιστα φοβούμενος χρήσασθαιἐθέλοι τῇ μαντείᾳ. τὸν δὲ γράψαι αὖθις ὅτι τόν τεβασιλέα αὐτὸν καὶ Ἡφαιστίωνα. θύεσθαι δὴ τὸνΠειθαγόραν πρῶτα μὲν ἐπὶ τῷ Ἡφαιστίωνι· ὡς δὲἐπὶ τοῦ ἥπατος τοῦ ἱερείου ὁ λοβὸς ἀφανὴς ἦν͵ οὕτωδὴ ἐγγράψαντα καὶ κατασημηνάμενον τὸ γραμμάτιονπέμψαι παρὰ τὸν Ἀπολλόδωρον ἐκ Βαβυλῶνος εἰςἘκβάτανα͵ δηλοῦντα μηδέν τι δεδιέναι Ἡφαιστίωνα· 7.18.3 ἔσεσθαι γὰρ αὐτοῖς ὀλίγου χρόνου ἐκποδών. καὶταύτην τὴν ἐπιστολὴν λέγει Ἀριστόβουλος κομίσασθαιἈπολλόδωρον μιᾷ πρόσθεν ἡμέρᾳ ἢ τελευτῆσαι Ἡφαιστίωνα. αὖθις δὲ θύεσθαι τὸν Πειθαγόραν ἐπὶ τῷἈλεξάνδρῳ καὶ γενέσθαι καὶ ἐπ΄ Ἀλεξάνδρῳ ἄλοβοντὸ ἧπαρ τοῦ ἱερείου. καὶ Πειθαγόραν τὰ αὐτὰ καὶὑπὲρ Ἀλεξάνδρου γράψαι Ἀπολλοδώρῳ. Ἀπολλόδωρονδὲ οὐ κατασιωπῆσαι͵ ἀλλὰ φράσαι γὰρ πρὸς Ἀλέξανδροντὰ ἐπεσταλμένα͵ ὡς εὔνοιαν μᾶλλόν τι ἐπιδειξόμενοντῷ βασιλεῖ͵ εἰ φυλάττεσθαι παραινέσειε μή τις αὐτῷ 7.18.4 κίνδυνος ἐν τῷ τότε ξυμπέσοι. καὶ Ἀπολλόδωρόν τελέγει ὅτι Ἀλέξανδρος ἐπῄνεσε καὶ τὸν Πειθαγόραν͵ἐπειδὴ παρῆλθεν εἰς Βαβυλῶνα͵ ἤρετο ὅτου γενομένουαὐτῷ σημείου ταῦτα ἐπέστειλεν πρὸς τὸν ἀδελφόν·τὸν δὲ εἰπεῖν ὅτι ἄλοβόν οἱ τὸ ἧπαρ ἐγένετο τοῦἱερείου· ἐρομένου δὲ ὅ τι νοοῖ τὸ σημεῖον μέγα εἰπεῖνεἶναι χαλεπόν. Ἀλέξανδρον δὲ τοσούτου δεῆσαι χαλεπῆναι τῷ Πειθαγόρᾳ͵ ὡς καὶ δι΄ ἐπιμελείας ἔχειναὐτὸν πλείονος͵ ὅτι ἀδόλως τὴν ἀλήθειάν οἱ ἔφρασε. 7.18.5 ταῦτα αὐτὸς Ἀριστόβουλος λέγει παρὰ Πειθαγόρουπυθέσθαι· καὶ Περδίκκᾳ δὲ μαντεύσασθαι αὐτὸν λέγεικαὶ Ἀντιγόνῳ χρόνῳ ὕστερον· καὶ τοῦ αὐτοῦ σημείουἀμφοῖν γενομένου Περδίκκαν τε ἐπὶ Πτολεμαῖονστρατεύσαντα ἀποθανεῖν καὶ Ἀντίγονον ἐν τῇ μάχῃτῇ πρὸς Σέλευκον καὶ Λυσίμαχον τῇ ἐν Ἰψῷ γενομένῃ. 7.18.6 καὶ μὲν δὴ καὶ ὑπὲρ Καλάνου τοῦ σοφιστοῦ τοῦ Ἰνδοῦτοῖόσδε τις ἀναγέγραπται λόγος͵ ὁπότε ἐπὶ τὴν πυρὰνᾔει ἀποθανούμενος͵ τότε τοὺς μὲν ἄλλους ἑταίρουςἀσπάζεσθαι αὐτόν͵ Ἀλεξάνδρῳ δὲ οὐκ ἐθελῆσαι προσελθεῖν ἀσπασόμενον͵ ἀλλὰ φάναι γὰρ ὅτι ἐν Βαβυλῶνιαὐτῷ ἐντυχὼν ἀσπάσεται. καὶ τοῦτον τὸν λόγον ἐνμὲν τῷ τότε ἀμεληθῆναι͵ ὕστερον δέ͵ ἐπειδὴ ἐτελεύτησεν ἐν Βαβυλῶνι Ἀλέξανδρος͵ ἐς μνήμην ἐλθεῖντῶν ἀκουσάντων͵ ὅτι ἐπὶ τῇ τελευτῇ ἄρα τῇ Ἀλεξάνδρου ἐθειάσθη. 7.19.1 Παρελθόντι δ΄ αὐτῷ ἐς Βαβυλῶνα πρεσβεῖαι παρὰτῶν Ἑλλήνων ἐνέτυχον͵ ὑπὲρ ὅτων μὲν ἕκαστοι πρεσβευόμενοι οὐκ ἀναγέγραπται͵ δοκεῖν δ΄ ἔμοιγε αἱπολλαὶ στεφανούντων τε αὐτὸν ἦσαν καὶ ἐπαινούντωνἐπὶ ταῖς νίκαις ταῖς τε ἄλλαις καὶ μάλιστα ταῖς Ἰνδικαῖς͵ καὶ ὅτι σῶος ἐξ Ἰνδῶν ἐπανήκει χαίρειν φασκόντων. καὶ τούτους δεξιωσάμενός τε καὶ τὰ εἰκότα 7.19.2 τιμήσας ἀποπέμψαι ὀπίσω λέγεται. ὅσους δὲ ἀνδριάντας ἢ ὅσα ἀγάλματα ἢ εἰ δή τι ἄλλο ἀνάθημα ἐκτῆς Ἑλλάδος Ξέρξης ἀνεκόμισεν ἐς Βαβυλῶνα ἢ ἐςΠασαργάδας ἢ ἐς Σοῦσα ἢ ὅπῃ ἄλλῃ τῆς Ἀσίας͵ ταῦταδοῦναι ἄγειν τοῖς πρέσβεσι· καὶ τὰς Ἁρμοδίου καὶἈριστογείτονος εἰκόνας τὰς χαλκᾶς οὕτω λέγεταιἀπενεχθῆναι ὀπίσω ἐς Ἀθήνας καὶ τῆς Ἀρτέμιδος τῆςΚελκέας τὸ ἕδος. 7.19.3 Κατέλαβε δὲ ἐν Βαβυλῶνι͵ ὡς λέγει Ἀριστόβουλος͵καὶ τὸ ναυτικόν͵ τὸ μὲν κατὰ τὸν Εὐφράτην ποταμὸνἀναπεπλευκὸς ἀπὸ θαλάσσης τῆς Περσικῆς͵ ὅ τι περσὺν Νεάρχῳ ἦν͵ τὸ δὲ ἐκ Φοινίκης ἀνακεκομισμένον͵πεντήρεις μὲν δύο τῶν ἐκ Φοινίκων͵ τετρήρεις δὲτρεῖς͵ τριήρεις δὲ δώδεκα͵ τριακοντόρους δὲ ἐς τριάκοντα· ταύτας ξυντμηθείσας κομισθῆναι ἐπὶ τὸν Εὐφράτην ποταμὸν ἐκ Φοινίκης ἐς Θάψακον πόλιν͵ ἐκεῖδὲ ξυμπηχθείσας αὖθις καταπλεῦσαι ἐς Βαβυλῶνα. 7.19.4 λέγει δὲ ὅτι καὶ ἄλλος αὐτῷ ἐναυπηγεῖτο στόλος τέμνοντι τὰς κυπαρίσσους τὰς ἐν τῇ Βαβυλωνίᾳ· τούτωνγὰρ μόνων τῶν δένδρων εὐπορίαν εἶναι ἐν τῇ χώρᾳτῶν Ἀσσυρίων͵ τῶν δὲ ἄλλων ὅσα ἐς ναυπηγίαν ἀπόρωςἔχειν τὴν γῆν ταύτην· πληρώματα δὲ ἐς τὰς ναῦς καὶτὰς ἄλλας ὑπηρεσίας πορφυρέων τε πλῆθος καὶ τῶνἄλλων ὅσοι ἐργάται τῆς θαλάσσης ἀφῖχθαι αὐτῷ ἐκΦοινίκης τε καὶ τῆς ἄλλης παραλίας· λιμένα τε ὅτιπρὸς Βαβυλῶνι ἐποίει ὀρυκτὸν ὅσον χιλίαις ναυσὶμακραῖς ὅρμον εἶναι καὶ νεωσοίκους ἐπὶ τοῦ λιμένος. 7.19.5 καὶ Μίκκαλος ὁ Κλαζομένιος μετὰ πεντακοσίων ταλάντων ἐπὶ Φοινίκης τε καὶ Συρίας ἐστέλλετο͵ τοὺς μὲνμισθῷ πείσων͵ τοὺς δὲ καὶ ὠνησόμενος ὅσοι θαλάττιοιἄνθρωποι. τήν τε γὰρ παραλίαν τὴν πρὸς τῷ κόλπῳτῷ Περσικῷ κατοικίζειν ἐπενόει καὶ τὰς νήσους τὰςταύτῃ. ἐδόκει γὰρ αὐτῷ οὐ μεῖον ἂν Φοινίκης 7.19.6 εὐδαίμων ἡ χώρα αὕτη γενέσθαι. ἦν δὲ αὐτῷ τοῦναυτικοῦ ἡ παρασκευὴ ὡς ἐπὶ Ἄραβας τοὺς πολλούς͵πρόφασιν μέν͵ ὅτι μόνοι τῶν ταύτῃ βαρβάρων οὔτεπρεσβείαν ἀπέστειλαν οὔτε τι ἄλλο ἐπιεικὲς ἢ ἐπὶ τιμῇἐπέπρακτο Ἄραψιν ἐς αὐτόν· τὸ δὲ ἀληθές͵ ὥς γέ μοιδοκεῖ͵ ἄπληστος ἦν τοῦ κτᾶσθαί τι ἀεὶ Ἀλέξανδρος. 7.20.1 Λόγος δὲ κατέχει ὅτι ἤκουεν Ἄραβας δύο μόνοντιμᾶν θεούς͵ τὸν Οὐρανόν τε καὶ τὸν Διόνυσον͵ τὸνμὲν Οὐρανὸν αὐτόν τε ὁρώμενον καὶ τὰ ἄστρα ἐν οἷἔχοντα τά τε ἄλλα καὶ τὸν ἥλιον͵ ἀφ΄ ὅτου μεγίστηκαὶ φανοτάτη ὠφέλεια ἐς πάντα ἥκει τὰ ἀνθρώπεια͵Διόνυσον δὲ κατὰ δόξαν τῆς ἐς Ἰνδοὺς στρατιᾶς.οὔκουν ἀπαξιοῦν καὶ αὐτὸν τρίτον ἂν νομισθῆναιπρὸς Ἀράβων θεόν͵ οὐ φαυλότερα ἔργα Διονύσουἀποδειξάμενον͵ εἴπερ οὖν καὶ Ἀράβων κρατήσας ἐπιτρέψειεν αὐτοῖς͵ καθάπερ Ἰνδοῖς͵ πολιτεύειν κατὰ τὰ 7.20.2 σφῶν νόμιμα. τῆς τε χώρας ἡ εὐδαιμονία ὑπεκίνειαὐτόν͵ ὅτι ἤκουεν ἐκ μὲν τῶν λιμνῶν τὴν κασίανγίγνεσθαι αὐτοῖς͵ ἀπὸ δὲ τῶν δένδρων τὴν σμύρναντε καὶ τὸν λιβανωτόν͵ ἐκ δὲ τῶν θάμνων τὸ κιννάμωμον τέμνεσθαι͵ οἱ λειμῶνες δὲ ὅτι νάρδον αὐτόματοιἐκφέρουσι· τό τε μέγεθος τῆς χώρας͵ ὅτι οὐκ ἐλάττων ἡ παράλιος τῆς Ἀραβίας ἤπερ ἡ τῆς Ἰνδικῆς αὐτῷἐξηγγέλλετο͵ καὶ νῆσοι αὐτῇ προσκεῖσθαι πολλαί͵ καὶλιμένες πανταχοῦ τῆς χώρας ἐνεῖναι͵ οἷοι παρασχεῖνμὲν ὅρμους τῷ ναυτικῷ͵ παρασχεῖν δὲ καὶ πόλειςἐνοικισθῆναι καὶ ταύτας γενέσθαι εὐδαίμονας. 7.20.3 Δύο δὲ νῆσοι κατὰ τὸ στόμα τοῦ Εὐφράτουπελάγιαι ἐξηγγέλλοντο αὐτῷ͵ ἡ μὲν πρώτη οὐ πρόσωτῶν ἐκβολῶν τοῦ Εὐφράτου͵ ἐς ἑκατὸν καὶ εἴκοσισταδίους ἀπέχουσα ἀπὸ τοῦ αἰγιαλοῦ τε καὶ τοῦ στόματος τοῦ ποταμοῦ͵ μικροτέρα αὕτη καὶ δασεῖα ὕλῃπαντοίᾳ· εἶναι δὲ ἐν αὐτῇ καὶ ἱερὸν Ἀρτέμιδος καὶ τοὺςοἰκήτορας αὐτῆς ἀμφὶ τὸ ἱερὸν τὴν δίαιταν ποιεῖσθαι· 7.20.4 νέμεσθαί τε αὐτὴν αἰξί τε ἀγρίαις καὶ ἐλάφοις͵ καὶταύτας ἀνεῖσθαι ἀφέτους τῇ Ἀρτέμιδι͵ οὐδὲ εἶναιθέμις θήραν ποιεῖσθαι ἀπ΄ αὐτῶν͵ ὅτι μὴ θῦσαί τινατῇ θεῷ ἐθέλοντα ἐπὶ τῷδε θηρᾶν μόνον· ἐπὶ τῷδε 7.20.5 γὰρ οὐκ εἶναι ἀθέμιτον. καὶ ταύτην τὴν νῆσον λέγειἈριστόβουλος ὅτι Ἴκαρον ἐκέλευσε καλεῖσθαι Ἀλέξανδρος ἐπὶ τῆς νήσου τῆς Ἰκάρου τῆς ἐν τῷ Αἰγαίῳπόντῳ͵ ἐς ἥντινα Ἴκαρον τὸν Δαιδάλου τακέντος τοῦκηροῦ ὅτῳ προσήρτητο τὰ πτερὰ πεσεῖν λόγος κατέχει͵ὅτι οὐ κατὰ τὰς ἐντολὰς τοῦ πατρὸς πρὸς τῇ γῇἐφέρετο͵ ἀλλὰ μετέωρος γὰρ ὑπὸ ἀνοίας πετόμενοςπαρέσχε τῷ ἡλίῳ θάλψαι τε καὶ ἀνεῖναι τὸν κηρόν͵καὶ ἀπὸ ἑαυτοῦ τὸν Ἴκαρον τῇ τε νήσῳ καὶ τῷ πελάγειτὴν ἐπωνυμίαν ἐγκαταλιπεῖν τὴν μὲν Ἴκαρον καλεῖσθαι͵ 7.20.6 τὸ δὲ Ἰκάριον. ἡ δὲ ἑτέρα νῆσος ἀπέχειν μὲν ἀπὸτοῦ στόματος τοῦ Εὐφράτου ἐλέγετο ὅσον πλοῦνἡμέρας καὶ νυκτὸς κατ΄ οὖρον θεούσῃ νηΐ· Τύλοςδὲ αὐτῇ εἶναι ὄνομα· μεγάλη δὲ εἶναι καὶ οὔτε τραχεῖαἡ πολλὴ οὔτε ὑλώδης͵ ἀλλ΄ οἵα καρπούς τε ἡμέρουςἐκφέρειν καὶ πάντα ὡραῖα. 7.20.7 Ταυτὶ ἀπηγγέλθη Ἀλεξάνδρῳ τὰ μὲν πρὸς Ἀρχίου͵ὃς ξὺν τριακοντόρῳ ἐκπεμφθεὶς ἐπὶ κατασκοπὴν τοῦπαράπλου τοῦ ὡς ἐπὶ τοὺς Ἄραβας μέχρι μὲν τῆςνήσου τῆς Τύλου ἦλθε͵ τὸ πρόσω δὲ οὐκέτι περαιωθῆναι ἐτόλμησεν· Ἀνδροσθένης δὲ ξὺν ἄλλῃ τριακοντόρῳ σταλεὶς καὶ τῆς χερρονήσου τι τῶν Ἀράβωνπαρέπλευσε· μακροτάτω δὲ τῶν ἐκπεμφθέντων προὐχώρησεν Ἱέρων ὁ Σολεὺς ὁ κυβερνήτης͵ λαβὼν καὶ 7.20.8 οὗτος παρ΄ Ἀλεξάνδρου τριακόντορον. ἦν μὲν γὰραὐτῷ προστεταγμένον περιπλεῦσαι τὴν χερρόνησον τὴνἈράβων πᾶσαν ἔστε ἐπὶ τὸν κόλπον τὸν πρὸς Αἰγύπτῳτὸν Ἀράβιον τὸν καθ΄ Ἡρώων πόλιν· οὐ μὴν ἐτόλμησέγε τὸ πρόσω ἐλθεῖν͵ καίτοι ἐπὶ τὸ πολὺ παραπλεύσαςτὴν Ἀράβων γῆν· ἀλλ΄ ἀναστρέψας γὰρ παρ΄ Ἀλέξανδρον ἐξήγγειλεν τὸ μέγεθός τε τῆς χερρονήσου θαυμαστόν τι εἶναι καὶ ὅσον οὐ πολὺ ἀποδέον τῆς Ἰνδῶνγῆς͵ ἄκραν τε ἀνέχειν ἐπὶ πολὺ τῆς μεγάλης θαλάσσης· 7.20.9 ἣν δὴ καὶ τοὺς σὺν Νεάρχῳ ἀπὸ τῆς Ἰνδικῆς πλέοντας͵πρὶν ἐπικάμψαι ἐς τὸν κόλπον τὸν Περσικόν͵ οὐ πόρρωἀνατείνουσαν ἰδεῖν τε καὶ παρ΄ ὀλίγον ἐλθεῖν διαβαλεῖνἐς αὐτήν͵ καὶ Ὀνησικρίτῳ τῷ κυβερνήτῃ ταύτῃ δοκοῦν·ἀλλὰ Νέαρχος λέγει ὅτι αὐτὸς διεκώλυσεν͵ ὡς ἐκπεριπλεύσας τὸν κόλπον τὸν Περσικὸν ἔχοι ἀπαγγεῖλαι 7.20.10 Ἀλεξάνδρῳ ἐφ΄ οἷστισι πρὸς αὐτοῦ ἐστάλη· οὐ γὰρἐπὶ τῷ πλεῦσαι τὴν μεγάλην θάλασσαν ἐστάλθαι͵ ἀλλ΄ἐπὶ τῷ καταμαθεῖν τὴν χώραν τὴν προσεχῆ τῇ θαλάσσῃκαὶ τοὺς κατοικοῦντας αὐτὴν ἀνθρώπους͵ ὅρμους τεἐν αὐτῇ καὶ ὕδατα καὶ τὰ νόμαια τῶν ἀνδρῶν καὶ εἴτις ἀγαθὴ καρποὺς ἐκφέρειν ἢ εἴ τις κακή· καὶ οὖνκαὶ τοῦτο αἴτιον γενέσθαι ἀποσωθῆναι Ἀλεξάνδρῳτὸν στρατόν· οὐ γὰρ ἂν σωθῆναι πλεύσαντας ὑπὲρτῆς Ἀραβίας τὰ ἔρημα͵ ἐφ΄ ὅτῳ καὶ ὁ Ἱέρων ἐπιστρέψαιὀπίσω λέγεται. 7.21.1 Ἐν ᾧ δὲ αὐτῷ ἐναυπηγοῦντο μὲν αἱ τριήρεις͵ ὁλιμὴν δὲ πρὸς Βαβυλῶνι ὠρύσσετο͵ ἐκπλεῖ ἐκ Βαβυλῶνος κατὰ τὸν Εὐφράτην ὡς ἐπὶ τὸν Πολλακόπαν καλούμενον ποταμόν. ἀπέχει δὲ οὗτος τῆς Βαβυλῶνος σταδίους ὅσον ὀκτακοσίους͵ καὶ ἔστι διῶρυξ αὕτη [ὁ Πολλακόπας] ἐκ τοῦ Εὐφράτου͵ οὐχὶ δὲ ἐκ πηγῶν τις ἀνίσχων 7.21.2 ποταμός. ὁ γὰρ Εὐφράτης ποταμὸς ῥέων ἐκ τῶν Ἀρμενίωνὀρῶν χειμῶνος μὲν ὥρᾳ προχωρεῖ κατὰ τὰς ὄχθας͵οἷα δὴ οὐ πολλοῦ ὄντος αὐτῷ τοῦ ὕδατος· ἦρος δὲὑποφαίνοντος καὶ πολὺ δὴ μάλιστα ὑπὸ τροπάς͵ ἅστιναςτοῦ θέρους ὁ ἥλιος ἐπιστρέφει͵ μέγας τε ἐπέρχεται καὶὑπερβάλλει ὑπὲρ τὰς ὄχθας ἐς τὴν γῆν τὴν Ἀσσυρίαν· 7.21.3 τηνικαῦτα γὰρ αἱ χιόνες αἱ ἐπὶ τοῖς ὄρεσι τοῖς Ἀρμενίοις κατατηκόμεναι αὔξουσιν αὐτῷ τὸ ὕδωρ ἐπὶ μέγα.ὅτι δὲ ἐπιπολῆς ἐστιν αὐτῷ καὶ ὑψηλὸς ὁ ῥοῦς͵ ὑπερβάλλει ἐς τὴν χώραν͵ εἰ μή τις ἀναστομώσας αὐτὸνκατὰ τὸν Πολλακόπαν ἐς τὰ ἕλη τε ἐκτρέψειε καὶ τὰςλίμνας͵ αἳ δὴ ἀρχόμεναι ἀπὸ ταύτης τῆς διώρυχοςδιήκουσιν ἔστε ἐπὶ τὴν ξυνεχῆ τῇ Ἀράβων γῇ͵ καὶἔνθεν μὲν ἐς τέναγος ἐπὶ πολύ͵ ἐκ δὲ τοῦ ἐς θάλασσαν κατὰ πολλά τε καὶ ἀφανῆ στόματα ἐκδίδωσι. 7.21.4 τετηκυίας δὲ τῆς χιόνος ἀμφὶ Πλειάδων μάλιστα δύσινὀλίγος τε ὁ Εὐφράτης ῥέει καὶ οὐδὲν μεῖον τὸ πολὺαὐτοῦ κατὰ τὸν Πολλακόπαν ἐκδιδοῖ ἐς τὰς λίμνας.εἰ δή τις μὴ ἀποφράξειε τὸν Πολλακόπαν αὖθις͵ ὡςκατὰ τὰς ὄχθας ἐκτραπὲν φέρεσθαι τὸ ὕδωρ κατὰπόρου͵ ἐκένωσεν ἂν τὸν Εὐφράτην ἐς αὑτόν͵ ὡς μηδ΄ 7.21.5 ἐπάρδεσθαι ἀπ΄ αὐτοῦ τὴν Ἀσσυρίαν γῆν. ἀλλὰ ἀπεφράσσοντο γὰρ αἱ ἐς τὸν Πολλακόπαν τοῦ Εὐφράτουἐκβολαὶ πρὸς τοῦ σατράπου τῆς Βαβυλωνίας πολλῷπόνῳ͵ καίπερ οὐ χαλεπῶς ἀναστομούμεναι͵ ὅτι ἰλυώδηςτε ἡ ταύτῃ γῆ καὶ πηλὸς ἡ πολλὴ αὐτῆς͵ οἵα δεχομένητὸ ὕδωρ τοῦ ποταμοῦ μὴ εὐμαρῆ τὴν ἀποστροφὴναὐτοῦ παρέχειν· ἀλλὰ καὶ ἐς τρίτον μῆνα Ἀσσυρίωνἄνδρες ὑπὲρ τοὺς μυρίους ἐν τῷδε τῷ πόνῳ ξυνείχοντο. 7.21.6 Ταῦτα ἀπαγγελθέντα ἐπήγαγεν Ἀλέξανδρον ὠφελῆσαί τι τὴν χώραν τὴν Ἀσσυρίαν. ἔνθεν μὲν δὴἐς τὸν Πολλακόπαν ἐτρέπετο τοῦ Εὐφράτου ὁ ῥοῦς͵ταύτῃ δὲ ἔγνω βεβαίως ἀποκλεῖσαι τὴν ἐκβολήν· προελθόντι δὲ ὅσον σταδίους τριάκοντα ὑπόπετρος ἡ γῆἐφαίνετο͵ οἵα διακοπεῖσα͵ εἰ ξυναφὴς ἐγένετο τῇ πάλαιδιώρυχι τῇ κατὰ τὸν Πολλακόπαν͵ οὔτ΄ ἂν διαχεῖσθαιπαρέχειν τὸ ὕδωρ ὑπὸ στερρότητος τῆς γῆς͵ τήν τεἀποστροφὴν αὐτοῦ τῇ τεταγμένῃ ὥρᾳ μὴ χαλεπῶς 7.21.7 γίγνεσθαι. τούτων ἕνεκα ἐπί τε τὸν Πολλακόπανἔπλευσε καὶ κατ΄ αὐτὸν καταπλεῖ ἐς τὰς λίμνας ὡςἐπὶ τὴν Ἀράβων γῆν. ἔνθα χῶρόν τινα ἐν καλῷ ἰδὼνπόλιν ἐξῳκοδόμησέ τε καὶ ἐτείχισε͵ καὶ ἐν ταύτῃ κατῴκισε τῶν Ἑλλήνων τινὰς τῶν μισθοφόρων͵ ὅσοι τεἑκόντες καὶ ὅσοι ὑπὸ γήρως ἢ κατὰ πήρωσιν ἀπόλεμοι ἦσαν. 7.22.1 Αὐτὸς δὲ ὡς ἐξελέγξας δὴ τῶν Χαλδαίων τὴνμαντείαν͵ ὅτι οὐδὲν πεπόνθοι ἐν Βαβυλῶνι ἄχαρι͵καθάπερ ἐκεῖνοι ἐμαντεύσαντο͵ ἀλλὰ ἔφθη γὰρ ἐλάσαςἔξω Βαβυλῶνος πρίν τι παθεῖν͵ ἀνέπλει αὖθις κατὰτὰ ἕλη θαρρῶν͵ ἐν ἀριστερᾷ ἔχων τὴν Βαβυλῶνα· ἵναδὴ καὶ ἐπλανήθη αὐτῷ μέρος τοῦ ναυτικοῦ κατὰ τὰστενὰ ἀπορίᾳ ἡγεμόνος͵ πρίν γε δὴ αὐτὸς πέμψας τὸνἡγησόμενον ἐπανήγαγεν αὐτοὺς ἐς τὸν πόρον. λόγος 7.22.2 δὲ λέγεται τοῖόσδε. τῶν βασιλέων τῶν Ἀσσυρίωντοὺς τάφους ἐν ταῖς λίμναις τε εἶναι τοὺς πολλοὺςκαὶ ἐν τοῖς ἕλεσι δεδομημένους. ὡς δὲ ἔπλει Ἀλέξανδρος κατὰ τὰ ἕλη͵ κυβερνᾶν γὰρ αὐτὸν λόγος τὴντριήρη͵ πνεύματος μεγάλου ἐμπεσόντος αὐτῷ ἐς τὴνκαυσίαν καὶ τὸ διάδημα αὐτῇ συνεχόμενον͵ τὴν μὲνδὴ οἷα βαρυτέραν πεσεῖν ἐς τὸ ὕδωρ͵ τὸ διάδημα δὲἀπενεχθὲν πρὸς τῆς πνοῆς σχεθῆναι ἐν καλάμῳ· τὸνκάλαμον δὲ τῶν ἐπιπεφυκότων εἶναι τάφῳ τινὶ τῶν 7.22.3 πάλαι βασιλέων. τοῦτό τε οὖν αὐτὸ πρὸ τῶν μελλόντων σημῆναι καὶ ὅτι τῶν τις ναυτῶν ἐκνηξάμενοςὡς ἐπὶ τὸ διάδημα ἀφελὼν τοῦ καλάμου αὐτὸ μετὰχεῖρας μὲν οὐκ ἤνεγκεν͵ ὅτι νηχομένου ἂν αὐτοῦἐβρέχετο͵ περιθεὶς δὲ τῇ κεφαλῇ τῇ αὑτοῦ οὕτω δι 7.22.4 ήνεγκε. καὶ οἱ μὲν πολλοὶ τῶν ἀναγραψάντων τὰἈλεξάνδρου λέγουσιν ὅτι τάλαντον μὲν ἐδωρήσατοαὐτῷ Ἀλέξανδρος τῆς προθυμίας ἕνεκα͵ ἀποτεμεῖν δὲἐκέλευσε τὴν κεφαλήν͵ τῶν μάντεων ταύτῃ ἐξηγησαμένων͵ μὴ περιιδεῖν σώαν ἐκείνην τὴν κεφαλὴν ἥτιςτὸ διάδημα ἐφόρησε τὸ βασίλειον· Ἀριστόβουλος δὲτάλαντον μὲν ὅτι ἔλαβε λέγει αὐτόν͵ ἀλλὰ πληγὰς 7.22.5 λαβεῖν τῆς περιθέσεως ἕνεκα τοῦ διαδήματος. Ἀριστόβουλος μὲν δὴ τῶν τινα Φοινίκων τῶν ναυτῶν λέγειὅτι τὸ διάδημα τῷ Ἀλεξάνδρῳ ἐκόμισεν͵ εἰσὶ δὲ οἳΣέλευκον λέγουσιν. καὶ τοῦτο τῷ τε Ἀλεξάνδρῳσημῆναι τὴν τελευτὴν καὶ τῷ Σελεύκῳ τὴν βασιλείαντὴν μεγάλην. Σέλευκον γὰρ μέγιστον τῶν μετὰ Ἀλέξανδρον διαδεξαμένων τὴν ἀρχὴν βασιλέα γενέσθαιτήν τε γνώμην βασιλικώτατον καὶ πλείστης γῆς ἐπάρξαι μετά γε αὐτὸν Ἀλέξανδρον οὔ μοι δοκεῖ ἰέναιἐς ἀμφίλογον. 7.23.1 Ἐπανελθὼν δὲ ἐς Βαβυλῶνα καταλαμβάνει Πευκέσταν ἥκοντα ἐκ Περσῶν͵ ἄγοντα στρατιὰν Περσῶνἐς δισμυρίους· ἦγε δὲ καὶ Κοσσαίων καὶ Ταπούρωνοὐκ ὀλίγους͵ ὅτι καὶ ταῦτα ἔθνη τῶν προσχώρων τῇΠερσίδι μαχιμώτατα εἶναι ἐξηγγέλλετο. ἧκε δὲ αὐτῷκαὶ Φιλόξενος στρατιὰν ἄγων ἀπὸ Καρίας καὶ Μένανδρος ἐκ Λυδίας ἄλλους καὶ Μενίδας τοὺς ἱππέας ἄγων 7.23.2 τοὺς αὐτῷ ξυνταχθέντας. καὶ πρεσβεῖαι δὲ ἐν τούτῳἐκ τῆς Ἑλλάδος ἧκον͵ καὶ τούτων οἱ πρέσβεις αὐτοίτε ἐστεφανωμένοι Ἀλεξάνδρῳ προσῆλθον καὶ ἐστεφάνουν αὐτὸν στεφάνοις χρυσοῖς͵ ὡς θεωροὶ δῆθενἐς τιμὴν θεοῦ ἀφιγμένοι. τῷ δὲ οὐ πόρρω ἄρα ἡτελευτὴ ἦν. 7.23.3 Ἔνθα δὴ τούς τε Πέρσας ἐπαινέσας τῆς προθυμίας͵ ὅτι πάντα Πευκέστᾳ ἐπείθοντο͵ καὶ αὐτὸν Πευκέσταν τῆς ἐν κόσμῳ αὐτῶν ἐξηγήσεως͵ κατέλεγεναὐτοὺς ἐς τὰς Μακεδονικὰς τάξεις͵ δεκαδάρχην μὲντῆς δεκάδος ἡγεῖσθαι Μακεδόνα καὶ ἐπὶ τούτῳ διμοιρίτην Μακεδόνα καὶ δεκαστάτηρον͵ οὕτως ὀνομαζόμενον ἀπὸ τῆς μισθοφορᾶς͵ ἥντινα μείονα μὲν τοῦδιμοιρίτου͵ πλείονα δὲ τῶν οὐκ ἐν τιμῇ στρατευο 7.23.4 μένων ἔφερεν· ἐπὶ τούτοις δὲ δώδεκα Πέρσας καὶτελευταῖον τῆς δεκάδος Μακεδόνα͵ δεκαστάτηρον καὶτοῦτον͵ ὥστε ἐν τῇ δεκάδι τέσσαρας μὲν εἶναι Μακεδόνας͵ τοὺς μὲν τῇ μισθοφορᾷ προὔχοντας͵ τὸν δὲ τῇἀρχῇ τῆς δεκάδος͵ δώδεκα δὲ Πέρσας͵ τοὺς μὲν Μακεδόνας τὴν πάτριον ὅπλισιν ὡπλισμένους͵ τοὺς δὲΠέρσας τοὺς μὲν τοξότας͵ τοὺς δὲ καὶ μεσάγκυλαἔχοντας. 7.23.5 Ἐν τούτῳ δὲ πολλάκις μὲν τοῦ ναυτικοῦ ἀπεπειρᾶτο͵ πολλαὶ δὲ ἔριδες αὐτῷ τῶν τριήρων καὶ ὅσαιτετρήρεις κατὰ τὸν ποταμὸν ἐγίγνοντο͵ καὶ ἀγῶνεςτῶν τε ἐρετῶν καὶ τῶν κυβερνητῶν καὶ στέφανοι τῶννικώντων. 7.23.6 ῟Ηκον δὲ καὶ παρὰ Ἄμμωνος οἱ θεωροὶ οὕστιναςἐστάλκει ἐρησομένους ὅπως θέμις αὐτῷ τιμᾶν Ἡφαιστίωνα· οἱ δὲ ὡς ἥρωϊ ἔφησαν ὅτι θύειν θέμις ὁἌμμων λέγει. ὁ δὲ ἔχαιρέ τε τῇ μαντείᾳ καὶ τὸ ἀπὸτοῦδε ὡς ἥρωα ἐγέραιρε. καὶ Κλεομένει͵ ἀνδρὶ κακῷκαὶ πολλὰ ἀδικήματα ἀδικήσαντι ἐν Αἰγύπτῳ͵ ἐπιστέλλειἐπιστολήν. καὶ ταύτην τῆς μὲν ἐς Ἡφαιστίωνα καὶ ἀποθανόντα φιλίας ἕνεκα καὶ μνήμης οὐ μέμφομαι ἔγωγε͵ 7.23.7 ἄλλων δὲ πολλῶν ἕνεκα μέμφομαι. ἔλεγε γὰρ ἡ ἐπιστολὴκατασκευασθῆναι Ἡφαιστίωνι ἡρῷον ἐν Ἀλεξανδρείᾳ τῇΑἰγυπτίᾳ͵ ἔν τε τῇ πόλει αὐτῇ καὶ ἐν τῇ νήσῳ τῇ Φάρῳ͵ἵνα ὁ πύργος ἐστὶν ὁ ἐν τῇ νήσῳ͵ μεγέθει τε μέγιστονκαὶ πολυτελείᾳ ἐκπρεπέστατον͵ καὶ ὅπως ἐπικρατήσῃἐπικαλεῖσθαι ἀπὸ Ἡφαιστίωνος͵ καὶ τοῖς συμβολαίοιςκαθ΄ ὅσα οἱ ἔμποροι ἀλλήλοις ξυμβάλλουσιν ἐγγρά 7.23.8 φεσθαι τὸ ὄνομα Ἡφαιστίωνος. ταῦτα μὲν οὐκ ἔχωμέμψασθαι͵ πλήν γε δὴ ὅτι οὐκ ἐπὶ μεγάλοις μεγάλως διεσπουδάζετο. ἐκεῖνα δὲ καὶ πάνυ μέμφομαι. ἢν γὰρ καταλάβω ἐγώ͵ ἔλεγε τὰ γράμματα͵ τὰ ἱερὰ τὰ ἐν Αἰγύπτῳκαλῶς κατεσκευασμένα καὶ τὰ ἡρῷα τὰ Ἡφαιστίωνος͵εἴ τέ τι πρότερον ἡμάρτηκας͵ ἀφήσω σε τούτου͵ καὶτὸ λοιπόν͵ ὁπηλίκον ἂν ἁμάρτῃς͵ οὐδὲν πείσῃ ἐξ ἐμοῦἄχαρι. τοῦτο ἀνδρὶ ἄρχοντι πολλῆς μὲν χώρας͵ πολλῶν δὲ ἀνθρώπων ἐκ βασιλέως μεγάλου ἐπεσταλμένον͵ἄλλως τε καὶ κακῷ ἀνδρί͵ οὐκ ἔχω ἐπαινέσαι. 7.24.1 Ἀλλὰ γὰρ αὐτῷ ἤδη Ἀλεξάνδρῳ ἐγγὺς ἦν τὸ τέλος.καί τι καὶ τοῖόνδε πρὸ τῶν μελλόντων σημῆναι λέγειἈριστόβουλος· καταλοχίζειν μὲν αὐτὸν τὴν στρατιὰντὴν σὺν Πευκέστᾳ τε ἐκ Περσῶν καὶ ἀπὸ θαλάσσηςξὺν Φιλοξένῳ καὶ Μενάνδρῳ ἥκουσαν ἐς τὰς Μακεδονικὰς τάξεις· διψήσαντα δὲ ἀποχωρῆσαι ἐκ τῆς ἕδρας 7.24.2 καταλιπόντα ἔρημον τὸν θρόνον τὸν βασίλειον. εἶναιδὲ κλίνας ἑκατέρωθεν τοῦ θρόνου ἀργυρόποδας͵ ἐφ΄ὧν οἱ ἀμφ΄ αὐτὸν ἑταῖροι ἐκάθηντο. τῶν τινα οὖνἠμελημένων ἀνθρώπων͵ οἱ δὲ καὶ τῶν ἐν φυλακῇἀδέσμῳ ὄντα λέγουσιν͵ ἔρημον ἰδόντα τὸν θρόνον καὶτὰς κλίνας͵ περὶ τῷ θρόνῳ δὲ ἑστηκότας τοὺς εὐνούχους͵ καὶ γὰρ καὶ οἱ ἑταῖροι ξυνανέστησαν τῷ βασιλεῖἀποχωροῦντι͵ διελθόντα διὰ τῶν εὐνούχων ἀναβῆναί 7.24.3 τε ἐπὶ τὸν θρόνον καὶ καθέζεσθαι. τοὺς δὲ οὐκἀναστῆσαι μὲν αὐτὸν ἐκ τοῦ θρόνου κατὰ δή τινανόμον Περσικόν͵ περιρρηξαμένους δὲ τύπτεσθαι τά τεστήθη καὶ τὰ πρόσωπα ὡς ἐπὶ μεγάλῳ κακῷ. ταῦταὡς ἐξηγγέλθη Ἀλεξάνδρῳ͵ κελεῦσαι στρεβλωθῆναι τὸνκαθίσαντα͵ μήποτε ἐξ ἐπιβουλῆς ξυντεταγμένον τοῦτοἔδρασε γνῶναι ἐθέλοντα. τὸν δὲ οὐδὲν ἄλλο κατειπεῖνὅτι μὴ ἐπὶ νοῦν οἱ ἐλθὸν οὕτω πρᾶξαι· ᾗ δὴ καὶμᾶλλον ἐπ΄ οὐδενὶ ἀγαθῷ ξυμβῆναι αὐτῷ οἱ μάντειςἐξηγοῦντο. 7.24.4 Ἡμέραι τε οὐ πολλαὶ ἐπὶ τούτῳ ἐγένοντο καὶτεθυκὼς τοῖς θεοῖς τάς τε νομιζομένας θυσίας ἐπὶξυμφοραῖς ἀγαθαῖς καί τινας καὶ ἐκ μαντείας εὐωχεῖτοἅμα τοῖς φίλοις καὶ ἔπινε πόρρω τῶν νυκτῶν. δοῦναιδὲ λέγεται καὶ τῇ στρατιᾷ ἱερεῖα καὶ οἶνον κατὰλόχους καὶ ἑκατοστύας. ἀπὸ δὲ τοῦ πότου αὐτὸν μὲνἀπαλλάττεσθαι ἐθέλειν ἐπὶ κοιτῶνα εἰσὶν οἳ ἀνέγραψαν· Μήδιον δὲ αὐτῷ ἐντυχόντα͵ τῶν ἑταίρων ἐντῷ τότε τὸν πιθανώτατον͵ δεηθῆναι κωμάσαι παρὰοἷ· γενέσθαι γὰρ ἂν ἡδὺν τὸν κῶμον. 7.25.1 Καὶ αἱ βασίλειοι ἐφημερίδες ὧδε ἔχουσιν· πίνεινπαρὰ Μηδίῳ αὐτὸν κωμάσαντα· ἔπειτα ἐξαναστάντακαὶ λουσάμενον καθεύδειν τε καὶ αὖθις δειπνεῖν παρὰΜηδίῳ καὶ αὖθις πίνειν πόρρω τῶν νυκτῶν· ἀπαλλαχθέντα δὲ τοῦ πότου λούσασθαι· καὶ λουσάμενονὀλίγον τι ἐμφαγεῖν καὶ καθεύδειν αὐτοῦ͵ ὅτι ἤδη 7.25.2 ἐπύρεσσεν. ἐκκομισθέντα δὲ ἐπὶ κλίνης πρὸς τὰ ἱερὰθῦσαι ὡς νόμος ἐφ΄ ἑκάστῃ ἡμέρᾳ͵ καὶ τὰ ἱερὰ ἐπιθέντα κατακεῖσθαι ἐν τῷ ἀνδρῶνι ἔστε ἐπὶ κνέφας.ἐν τούτῳ δὲ τοῖς ἡγεμόσι παραγγέλλειν ὑπὲρ τῆςπορείας καὶ τοῦ πλοῦ͵ τοὺς μὲν ὡς πεζῇ ἰόντας παρασκευάζεσθαι ἐς τετάρτην ἡμέραν͵ τοὺς δὲ ἅμα οἷ 7.25.3 πλέοντας ὡς εἰς πέμπτην πλευσουμένους. ἐκεῖθεν δὲκατακομισθῆναι ἐπὶ τῆς κλίνης ὡς ἐπὶ τὸν ποταμόν͵καὶ πλοίου ἐπιβάντα διαπλεῦσαι πέραν τοῦ ποταμοῦἐς τὸν παράδεισον͵ κἀκεῖ αὖθις λουσάμενον ἀναπαύεσθαι. ἐς δὲ τὴν ὑστεραίαν λούσασθαί τεαὖθις καὶ θῦσαι τὰ νομιζόμενα· καὶ εἰς τὴν καμάρανεἰσελθόντα κατακεῖσθαι διαμυθολογοῦντα πρὸς Μήδιον·παραγγεῖλαι δὲ καὶ τοῖς ἡγεμόσιν ἀπαντῆσαι ἕωθεν. 7.25.4 ταῦτα πράξαντα δειπνῆσαι ὀλίγον· κομισθέντα δὲαὖθις ἐς τὴν καμάραν πυρέσσειν ἤδη ξυνεχῶς τὴννύκτα ὅλην· τῇ δὲ ὑστεραίᾳ λούσασθαι καὶ λουσάμενονθῦσαι. Νεάρχῳ δὲ καὶ τοῖς ἄλλοις ἡγεμόσι παραγγεῖλαι τὰ ἀμφὶ τὸν πλοῦν ὅπως ἔσται ἐς τρίτηνἡμέραν. τῇ δὲ ὑστεραίᾳ λούσασθαι αὖθις καὶ θῦσαιτὰ τεταγμένα͵ καὶ τὰ ἱερὰ ἐπιθέντα οὐκέτι ἐλινύεινπυρέσσοντα. ἀλλὰ καὶ ὣς τοὺς ἡγεμόνας εἰσκαλέσανταπαραγγέλλειν τὰ πρὸς τὸν ἔκπλουν ὅπως αὐτῷ ἔσταιἕτοιμα· λούσασθαί τε ἐπὶ τῇ ἑσπέρᾳ͵ καὶ λουσάμενον 7.25.5 ἔχειν ἤδη κακῶς. τῇ δὲ ὑστεραίᾳ μετακομισθῆναι ἐςτὴν οἰκίαν τὴν πρὸς τῇ κολυμβήθρᾳ καὶ θῦσαι μὲντὰ τεταγμένα͵ ἔχοντα δὲ πονήρως ὅμως ἐσκαλέσαι τῶνἡγεμόνων τοὺς ἐπικαιριωτάτους καὶ ὑπὲρ τοῦ πλοῦαὖθις παραγγέλλειν. τῇ δ΄ ἐπιούσῃ μόγις ἐκκομισθῆναιπρὸς τὰ ἱερὰ καὶ θῦσαι͵ καὶ μηδὲν μεῖον ἔτι παραγ 7.25.6 γέλλειν ὑπὲρ τοῦ πλοῦ τοῖς ἡγεμόσιν. ἐς δὲ τὴνὑστεραίαν κακῶς ἤδη ἔχοντα ὅμως θῦσαι τὰ τεταγμένα. παραγγεῖλαι δὲ τοὺς μὲν στρατηγοὺς διατρίβεινκατὰ τὴν αὐλήν͵ χιλιάρχας δὲ καὶ πεντακοσιάρχας πρὸτῶν θυρῶν. ἤδη δὲ παντάπασι πονήρως ἔχοντα διακομισθῆναι ἐκ τοῦ παραδείσου ἐς τὰ βασίλεια. εἰσελθόντων δὲ τῶν ἡγεμόνων γνῶναι μὲν αὐτοὺς͵ φωνῆσαιδὲ μηδὲν ἔτι͵ ἀλλὰ εἶναι ἄναυδον· καὶ τὴν νύκταπυρέσσειν κακῶς καὶ τὴν ἡμέραν͵ καὶ τὴν ἄλλην νύκτακαὶ τὴν ἡμέραν. 7.26.1 Οὕτως ἐν ταῖς ἐφημερίσι ταῖς βασιλείοις ἀναγέγραπται͵ καὶ ἐπὶ τούτοις ὅτι οἱ στρατιῶται ἐπόθησανἰδεῖν αὐτόν͵ οἱ μέν͵ ὡς ζῶντα ἔτι ἴδοιεν͵ οἱ δέ͵ ὅτιτεθνηκέναι ἤδη ἐξηγγέλλετο͵ ἐπικρύπτεσθαι δὲ αὐτοῦἐτόπαζον πρὸς τῶν σωματοφυλάκων τὸν θάνατον͵ ὡςἔγωγε δοκῶ· τοὺς πολλοὺς δὲ ὑπὸ πένθους καὶπόθου τοῦ βασιλέως βιάσασθαι ἰδεῖν Ἀλέξανδρον. τὸνδὲ ἄφωνον μὲν εἶναι λέγουσι παραπορευομένης τῆςστρατιᾶς͵ δεξιοῦσθαι δὲ ὡς ἑκάστους τήν τε κεφαλὴνἐπαίροντα μόγις καὶ τοῖν ὀφθαλμοῖν ἐπισημαίνοντα. 7.26.2 λέγουσι δὲ αἱ ἐφημερίδες αἱ βασίλειοι ἐν τοῦ Σαράπιδος τῷ ἱερῷ Πείθωνά τε ἐγκοιμηθέντα καὶ Ἄτταλονκαὶ Δημοφῶντα καὶ Πευκέσταν͵ πρὸς δὲ Κλεομένηντε καὶ Μενίδαν καὶ Σέλευκον͵ ἐπερωτᾶν τὸν θεὸν εἰλῷον καὶ ἄμεινον Ἀλεξάνδρῳ εἰς τὸ ἱερὸν τοῦ θεοῦκομισθέντα καὶ ἱκετεύσαντα θεραπεύεσθαι πρὸς τοῦθεοῦ· καὶ γενέσθαι φήμην τινὰ ἐκ τοῦ θεοῦ μὴκομίζεσθαι εἰς τὸ ἱερόν͵ ἀλλὰ αὐτοῦ μένοντι ἔσεσθαι 7.26.3 ἄμεινον. ταῦτά τε ἀπαγγεῖλαι τοὺς ἑταίρους καὶἈλέξανδρον οὐ πολὺ ὕστερον ἀποθανεῖν͵ ὡς τοῦτοἄρα ἤδη ὂν τὸ ἄμεινον. οὐ πόρρω δὲ τούτων οὔτεἈριστοβούλῳ οὔτε Πτολεμαίῳ ἀναγέγραπται. οἱ δὲκαὶ τάδε ἀνέγραψαν͵ ἐρέσθαι μὲν τοὺς ἑταίρους αὐτὸνὅτῳ τὴν βασιλείαν ἀπολείπει͵ τὸν δὲ ὑποκρίνασθαιὅτι τῷ κρατίστῳ· οἱ δέ͵ προσθεῖναι πρὸς τούτῳ τῷλόγῳ ὅτι μέγαν ἐπιτάφιον ἀγῶνα ὁρᾷ ἐφ΄ αὑτῷἐσόμενον.

Anabasi di Alessandro 7.27.1 Arriano - Qui la traduzione

Πολλὰ δὲ καὶ ἄλλα οἶδα ἀναγεγραμμένα ὑπὲρ τῆςἈλεξάνδρου τελευτῆς͵ καὶ φάρμακον ὅτι ἐπέμφθη παρὰἈντιπάτρου Ἀλεξάνδρῳ καὶ ἐκ τοῦ φαρμάκου ὅτιἀπέθανε· καὶ τὸ φάρμακον ὅτι Ἀριστοτέλης μὲν Ἀντιπάτρῳ ἐξεῦρε δεδοικὼς ἤδη Ἀλέξανδρον Καλλισθένουςἕνεκα͵ Κάσανδρος δὲ ὁ Ἀντιπάτρου ἐκόμισεν· οἱ δὲκαὶ ὅτι ἐν ἡμιόνου ὁπλῇ ἐκόμισε καὶ τοῦτο ἀνέγραψαν. 7.27.2 δοῦναι δὲ αὐτὸ Ἰόλλαν τὸν ἀδελφὸν τὸν Κασάνδρουτὸν νεώτερον·

εἶναι γὰρ οἰνοχόον βασιλικὸν τὸν Ἰόλλαν καί τι καὶ λελυπῆσθαι πρὸς Ἀλεξάνδρου ὀλίγῳπρόσθεν τῆς τελευτῆς· οἱ δὲ καὶ Μήδιον μετασχεῖντοῦ ἔργου͵ ἐραστὴν ὄντα τοῦ Ἰόλλα· καὶ αὐτὸν γὰρεἶναι τὸν εἰσηγητὴν γενόμενον Ἀλεξάνδρῳ τοῦ κώμου·ὀδύνην τε αὐτῷ ἐπὶ τῇ κύλικι γενέσθαι ὀξεῖαν͵ καὶ

Anabasi di Alessandro 7.27.3  Arriano - Qui la traduzione

ἐπὶ τῇ ὀδύνῃ ἀπαλλαγῆναι ἐκ τοῦ πότου. ἤδη δέ τιςοὐκ ᾐσχύνθη ἀναγράψαι ὅτι αἰσθόμενος οὐ βιώσιμονὄντα αὑτὸν Ἀλέξανδρος ἐς τὸν Εὐφράτην ποταμὸνᾔει ἐμβαλῶν͵ ὡς ἀφανὴς ἐξ ἀνθρώπων γενόμενοςπιστοτέραν τὴν δόξαν παρὰ τοῖς ἔπειτα ἐγκαταλείποιὅτι ἐκ θεοῦ τε αὐτῷ ἡ γένεσις ξυνέβη καὶ παρὰθεοὺς ἡ ἀποχώρησις.

Ρωξάνην δὲ τὴν γυναῖκα οὐλαθεῖν ἐξιόντα͵ ἀλλὰ εἰργόμενον γὰρ πρὸς αὐτῆς ἐποιμώξαντα εἰπεῖν ὅτι ἐφθόνησεν ἄρα αὐτῷ δόξης τῆςἐς ἅπαν͵ ὡς θεῷ δὴ γεγενημένῳ. καὶ ταῦτα ἐμοὶ ὡςμὴ ἀγνοεῖν δόξαιμι μᾶλλον ὅτι λεγόμενά ἐστιν ἢ ὡςπιστὰ ἐς ἀφήγησιν ἀναγεγράφθω. 7.28.1 Ἐτελεύτα μὲν δὴ Ἀλέξανδρος τῇ τετάρτῃ καὶδεκάτῃ καὶ ἑκατοστῇ Ὀλυμπιάδι ἐπὶ Ἡγησίου ἄρχοντος Ἀθήνησιν· ἐβίω δὲ δύο καὶ τριάκοντα ἔτη καὶτοῦ τρίτου μῆνας ἐπέλαβεν ὀκτώ͵ ὡς λέγει Ἀριστόβουλος· ἐβασίλευσε δὲ δώδεκα ἔτη καὶ τοὺς ὀκτὼτούτους μῆνας͵ τό τε σῶμα κάλλιστος καὶ φιλοπονώτατος καὶ ὀξύτατος γενόμενος καὶ τὴν γνώμην ἀνδρειότατος καὶ φιλοτιμότατος καὶ φιλοκινδυνότατος καὶ τοῦ 7.28.2 θείου ἐπιμελέστατος· ἡδονῶν δὲ τῶν μὲν τοῦ σώματοςἐγκρατέστατος͵ τῶν δὲ τῆς γνώμης ἐπαίνου μόνουἀπληστότατος· ξυνιδεῖν δὲ τὸ δέον ἔτι ἐν τῷ ἀφανεῖὂν δεινότατος͵ καὶ ἐκ τῶν φαινομένων τὸ εἰκὸς ξυμβαλεῖν ἐπιτυχέστατος͵ καὶ τάξαι στρατιὰν καὶ ὁπλίσαιτε καὶ κοσμῆσαι δαημονέστατος· καὶ τὸν θυμὸν τοῖςστρατιώταις ἐπᾶραι καὶ ἐλπίδων ἀγαθῶν ἐμπλῆσαι καὶτὸ δεῖμα ἐν τοῖς κινδύνοις τῷ ἀδεεῖ τῷ αὑτοῦ ἀφανίσαι͵ 7.28.3 ξύμπαντα ταῦτα γενναιότατος. καὶ οὖν καὶ ὅσα ἐντῷ ἐμφανεῖ πρᾶξαι͵ ξὺν μεγίστῳ θάρσει ἔπραξεν͵ ὅσατε φθάσας ὑφαρπάσαι τῶν πολεμίων͵ πρὶν καὶ δεῖσαίτινα αὐτὰ ὡς ἐσόμενα͵ προλαβεῖν δεινότατος· καὶ τὰμὲν ξυντεθέντα ἢ ὁμολογηθέντα φυλάξαι βεβαιότατος͵πρὸς δὲ τῶν ἐξαπατώντων μὴ ἁλῶναι ἀσφαλέστατος͵χρημάτων τε ἐς μὲν ἡδονὰς τὰς αὑτοῦ φειδωλότατος͵ἐς δὲ εὐποιΐαν τῶν πέλας ἀφθονώτατος. 7.29.1 Εἰ δέ τι ἐπλημμελήθη Ἀλεξάνδρῳ δι΄ ὀξύτητα ἢὑπ΄ ὀργῆς͵ ἢ εἴ τι ἐς τὸ ὑπερογκότερον προήχθη βαρβαρίσαι͵ οὐ μεγάλα τίθεμαι ἔγωγε͵ εἰ τὴν νεότητά τέτις τὴν Ἀλεξάνδρου μὴ ἀνεπιεικῶς ἐνθυμηθείη καὶ τὸδιηνεκὲς τῆς εὐτυχίας καὶ τοὺς πρὸς ἡδονήν͵ οὐκ ἐπὶτῷ βελτίστῳ͵ τοῖς βασιλεῦσι ξυνόντας τε καὶ ἐπὶ κακῷξυνεσομένους· ἀλλὰ μεταγνῶναί γε ἐφ΄ οἷς ἐπλημμέλησε μόνῳ οἶδα τῶν πάλαι βασιλέων Ἀλεξάνδρῳ 7.29.2 ὑπάρξαι ὑπὸ γενναιότητος. οἱ δὲ πολλοί͵ εἰ καί τιἔγνωσαν πλημμελήσαντες͵ οἱ δὲ τῷ προηγορεῖν αὐτοῦ͵ὡς καλῶς δὴ πραχθέντος͵ ἐπικρύψειν οἴονται τὴνἁμαρτίαν͵ κακῶς γιγνώσκοντες. μόνη γὰρ ἔμοιγε δοκεῖἴασις ἁμαρτίας ὁμολογεῖν τε ἁμαρτόντα καὶ δῆλον εἶναιἐπ΄ αὐτῷ μεταγιγνώσκοντα͵ ὡς τοῖς τε παθοῦσί τι ἄχαριοὐ πάντῃ χαλεπὰ τὰ παθήματα φαινόμενα͵ εἰ ὁ δράσαςαὐτὰ ξυγχωροίη ὅτι οὐ καλὰ ἔδρασεν͵ αὐτῷ τέ τινιἐς τὸ μέλλον ταύτην ἐλπίδα ἀγαθὴν ὑπολειπομένην͵μή ποτε ἂν παραπλήσιόν τι ἁμαρτεῖν͵ εἰ τοῖς πρόσθεν 7.29.3 πλημμεληθεῖσιν ἀχθόμενος φαίνοιτο. ὅτι δὲ ἐς θεὸντὴν γένεσιν τὴν αὑτοῦ ἀνέφερεν͵ οὐδὲ τοῦτο ἐμοὶδοκεῖ μέγα εἶναι αὐτῷ τὸ πλημμέλημα͵ εἰ μὴ καὶσόφισμα ἦν τυχὸν ἐς τοὺς ὑπηκόους τοῦ σεμνοῦ ἕνεκα.οὔκουν δοκεῖ ἔμοιγε ἢ Μίνωος γενέσθαι βασιλεὺςἀφανέστερος ἢ Αἰακοῦ ἢ Ραδαμάνθυος͵ οἷς δὴ ἐς Δίαἀνενεχθεῖσα ἡ γένεσις πρὸς τῶν πάλαι ἀνθρώπωνοὐδεμιᾷ αὐτῶν ὕβρει προστίθεται͵ οὐδὲ Θησέως τοῦ 7.29.4 Ποσειδῶνος οὐδὲ Ἴωνος τοῦ Ἀπόλλωνος. ὡς ἔμοιγεκαὶ ἡ Περσικὴ σκευὴ σόφισμα δοκεῖ εἶναι πρός τετοὺς βαρβάρους͵ ὡς μὴ πάντῃ ἀλλότριον αὐτῶνφαίνεσθαι τὸν βασιλέα͵ καὶ πρὸς τοὺς Μακεδόνας͵ ὡςἀποστροφήν τινα εἶναι αὐτῷ ἀπὸ τῆς ὀξύτητός τε καὶὕβρεως τῆς Μακεδονικῆς· ἐφ΄ ὅτῳ δὴ καὶ ἐγκαταμῖξαίμοι δοκεῖ ταῖς τάξεσιν αὐτῶν τοὺς Πέρσας τοὺς μηλοφόρους καὶ τοῖς ἀγήμασι τοὺς ὁμοτίμους. καὶ οἱπότοι δέ͵ ὡς λέγει Ἀριστόβουλος͵ οὐ τοῦ οἴνου ἕνεκαμακροὶ αὐτῷ ἐγίγνοντο͵ οὐ γὰρ πίνειν πολὺν οἶνονἈλέξανδρον͵ ἀλλὰ φιλοφροσύνης τῆς ἐς τοὺς ἑταίρους. 7.30.1 Ὅστις δὲ κακίζει Ἀλέξανδρον͵ μὴ μόνον ὅσα ἄξιακακίζεσθαί ἐστι προφερόμενος κακιζέτω͵ ἀλλὰ ξύμπαντα τὰ Ἀλεξάνδρου εἰς ἓν χωρίον ξυναγαγὼν οὕτωδὴ ἐκλογιζέσθω ὅστις τε ὢν αὐτὸς καὶ ὁποίᾳ τύχῃκεχρημένος ὅντινα γενόμενον ἐκεῖνον καὶ ἐς ὅσονεὐτυχίας τῆς ἀνθρωπίνης ἐλθόντα βασιλέα τε ἀμφοῖντοῖν ἠπείροιν ἀναμφιλογώτατα γενόμενον καὶ ἐπὶ πᾶνἐξικόμενον τῷ αὑτοῦ ὀνόματι κακίζει͵ σμικρότερός τεὢν αὐτὸς καὶ ἐπὶ σμικροῖς πονούμενος καὶ οὐδὲ ταῦτα 7.30.2 ἐν κόσμῳ τιθέμενος. ὡς ἔγωγε δοκῶ ὅτι οὔτε τιἔθνος ἀνθρώπων οὔτε τις πόλις ἐν τῷ τότε ἦν οὔτετις εἷς ἄνθρωπος εἰς ὃν οὐ πεφοιτήκει τὸ Ἀλεξάνδρουὄνομα. οὔκουν οὐδὲ ἐμοὶ ἔξω τοῦ θείου φῦναι ἂνδοκεῖ ἀνὴρ οὐδενὶ ἄλλῳ ἀνθρώπων ἐοικώς. καὶ ταῦταχρησμοί τε ἐπισημῆναι ἐπὶ τῇ τελευτῇ τῇ Ἀλεξάνδρουλέγονται καὶ φάσματα ἄλλα ἄλλοις γενόμενα καὶἐνύπνια φανέντα ἄλλα ἄλλοις καὶ ἡ ἐς τοῦτο ἐξἀνθρώπων τιμή τε αὐτοῦ καὶ μνήμη οὐκ ἀνθρωπίνηοὖσα͵ καὶ νῦν δὲ διὰ τοσούτου ἄλλοι χρησμοὶ ἐπὶ τῇ 7.30.3 τιμῇ αὐτοῦ τῷ ἔθνει τῷ Μακεδόνων χρησθέντες. ἐπεὶκαὶ αὐτὸς ἐμεμψάμην ἔστιν ἃ ἐν τῇ ξυγγραφῇ τῶνἈλεξάνδρου ἔργων͵ ἀλλὰ αὐτόν γε Ἀλέξανδρον οὐκαἰσχύνομαι θαυμάζων· τὰ δὲ ἔργα ἐκεῖνα ἐκάκισαἀληθείας τε ἕνεκα τῆς ἐμῆς καὶ ἅμα ὠφελείας τῆς ἐςἀνθρώπους· ἐφ΄ ὅτῳ ὡρμήθην οὐδὲ αὐτὸς ἄνευ θεοῦἐς τήνδε τὴν ξυγγραφήν.

Copyright © 2007-2019 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2019 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2019-03-30 00:03:19